← 普罗科皮乌斯

战史

§6.1.17-6.1.34

穴中生还与乔尔萨曼提斯的鲁莽战死

坠入坑穴的两人均获安全救出,罗马兵亦获释放。随后,近卫侍从乔尔萨曼提斯独身展现出非凡勇武,但因酒后发起鲁莽的单骑突击,最终在敌军围困中阵亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.17

καὶ οἱ μὲν ὡς τάχιστα τῶν κάλων τὰς ἀρχὰς ἀπορρίψαντες τοῦ Γότθου ποιεῖσθαι τὴν ἀνολκὴν ᾤοντο, λαβόμενος δὲ ὁ Ῥωμαῖος τῶν βρόχων εἵλκετο ἄνω, τοιοῦτον εἰπών, ὡς, ἢν μὲν αὐτὸς ἀναβαίνοι πρῶτος,1 οὔποτε τοῦ ἑταίρου ἀμελήσειν τοὺς Γότθους, ἢν δέ γε τὸν πολέμιον πύθωνται μόνον ἐνταῦθα εἶναι, οὐδένα ἂν αὐτοῦ ποιοῖντο λόγον.

他们尽快抛下绳索的末端,以为是在拉起那名哥特人;然而那名罗马人抓住绳圈被拉了上去,他曾这样说:如果自己先上去,哥特人绝不会不管他们的同伴;但如果他们得知此处只有敌人,便根本不会理睬他。

§6.1.18

ταῦτα εἰπὼν ἀνέβη. καὶ αὐτὸν ἐπεὶ οἱ Γότθοι εἶδον, ἐθαύμαζόν τε καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο, πάντα τε παρ’ αὐτοῦ τὸν λόγον ἀκούσαντες ἐν δευτέρῳ τὸν ἑταῖρον ἀνεῖλκον, ὃς δὴ αὐτοῖς τά τε ξυγκείμενα σφίσι καὶ τὰ δεδομένα πρὸς ἀμφοτέρων πιστὰ ἔφρασε.

说完这些,他就爬了上去。哥特人看见他,十分惊愕且大惑不解;但从他那里听完了事情的原委后,他们接着拉起了自己的同伴,后者确实向他们说明了彼此达成的协议以及双方所立下的誓言。

§6.1.19

καὶ αὐτὸς μὲν ξὺν τοῖς ἑταίροις ἀπιὼν ᾤχετο, τὸν δὲ Ῥωμαῖον κακῶν ἀπαθῆ ἐς τὴν πόλιν ἀφῆκαν ἰέναι.

随后他自己与同伴们一道离去,而他们则让那名罗马人毫发无损地回城去。

§6.1.20

ἔπειτα δὲ ἱππεῖς μὲν πολλάκις ἑκατέρωθεν οὐ πολλοὶ ὡς ἐς μάχην ὡπλίζοντο, ἐς μονομαχίαν δὲ ἀεὶ τὰ τῆς ἀγωνίας αὐτοῖς ἐτελεύτα καὶ πάσαις Ῥωμαῖοι ἐνίκων. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν.

此后,双方经常有少数骑兵全副武装,仿佛要投入交战,但他们的角逐总是以单挑告终,且罗马人在所有的单挑中皆获胜。这些事情的大致情况便是如此。

§6.1.21

Ὀλίγῳ δὲ ὕστερον χρόνῳ ξυμβολῆς ἐν Νέρωνος γινομένης πεδίῳ, διώξεις τε ἄλλων ἄλλῃ κατ’ ὀλίγους ἱππεῖς ποιουμένων, Χορσάμαντις, ἐν τοῖς Βελισαρίου δορυφόροις εὐδόκιμος, Μασσαγέτης γένος, ξὺν ἑτέροις τισὶν ἄνδρας ἑβδομήκοντα τῶν πολεμίων ἐδίωκεν.

不久之后,尼禄原野上发生了一次交锋,少数骑兵在各处展开追击;在贝利撒留的近卫侍从军中享有盛誉的马萨革泰族人乔尔萨曼提斯,与另外几人一同追击七十名敌军。

§6.1.22

ἐπειδή τε τοῦ πεδίου πόρρω ἐγένετο, οἱ μὲν ἄλλοι Ῥωμαῖοι ὀπίσω ἀπήλαυνον, Χορσάμαντις δὲ μόνος ἔτι ἐδίωκεν. ὅπερ κατιδόντες οἱ Γότθοι στρέψαντες τοὺς ἵππους ἐπ’ αὐτὸν ᾔεσαν.

当他深入原野腹地时,其余罗马人策马折返,唯有乔尔萨曼提斯一人仍在继续追击。哥特人看到这一幕,勒转马头向他冲来。

§6.1.23

καὶ ὁ μὲν ἐς μέσους χωρήσας, ἕνα τε τῶν ἀρίστων δόρατι κτείνας, ἐπὶ τοὺς ἄλλους ᾔει, οἱ δὲ αὖθις τραπόμενοι ἐς φυγὴν ὥρμηντο.

他冲入敌阵中央,用长矛刺死一名最勇猛的精兵,接着扑向其余的人;敌军再次转身溃逃。

§6.1.24

αἰσχυνόμενοι δὲ τοὺς ἐν τῷ στρατοπέδῳ ʽἤδη γὰρ καὶ πρὸς αὐτῶν καθορᾶσθαι ὑπώπτευον’ πάλιν ἰέναι ἐπ’ αὐτὸν ἤθελον.

但他们因营地中的同伴而感到羞愧(因为他们怀疑自己已被同伴看在眼里),于是又想再度向他发起进攻。

§6.1.25

ταὐτὸ δὲ παθόντες, ὅπερ καὶ πρότερον, ἕνα τε τῶν ἀρίστων ἀποβαλόντες, ἐς φυγὴν οὐδὲν ἧσσον ἐτράποντο, μέχρι τε τοῦ χαρακώματος τὴν δίωξιν ὁ Χορσάμαντις ποιησάμενος ἀνέστρεψε μόνος.

然而他们遭遇了与先前相同的下场,又失去了一名最勇猛的精兵,同样陷入了溃逃;乔尔萨曼提斯一路追击直至他们的栅栏前,才独自折返。

§6.1.26

ὀλίγῳ δὲ ὕστερον ἐν μάχῃ ἑτέρᾳ κνήμην τὴν ἀριστερὰν βληθέντι τούτῳ ἐνομίσθη εἶναι ἄκρου ὀστέου τὸ βέλος ἁψάμενον.2

不久之后,在另一场战斗中,他被击中左小腿,当时人们认为箭矢只是擦碰到了骨头的边缘。

§6.1.27

ἀπόμαχος μέντοι ἡμέρας ὅσας δὴ ἐπὶ ταύτῃ γεγονὼς τῇ πληγῇ ἅτε ἀνὴρ βάρβαρος οὐκ ἤνεγκε πρᾴως, ἀλλ’ ἠπείλησε τῆς ἐς τὸ σκέλος ὕβρεως τοὺς Γότθους ὅτι τάχιστα τίσασθαι.

然而,由于这一创伤而一连数日无法参战,作为一名蛮族汉子,他无法心平气和地忍受,而是扬言要尽快就腿部受辱向哥特人复仇。

§6.1.28

ῥαΐσας οὖν οὐ πολλῷ ὕστερον ἔν τε ἀρίστῳ οἰνωμένος, ὥσπερ εἰώθει, μόνος ἐπὶ τοὺς πολεμίους ἐβούλευσεν ἰέναι καὶ τῆς ἐς τὸν πόδα ὕβρεως τίσασθαι, ἔν τε Πιγκιανῇ γενόμενος πυλίδι, στέλλεσθαι πρὸς Βελισαρίου ἔφασκεν ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον.

于是不久伤愈后,他在午餐时如平日那样喝得烂醉,决意独自去迎击敌人,为脚部受辱复仇;来到平西亚小城门时,他声称自己是受贝利撒留差遣前往敌军营地的。

§6.1.29

οἱ δὲ ταύτῃ φρουροὶ ʽοὐ γὰρ ἀπιστεῖν ἀνδρὶ τῶν Βελισαρίου δορυφόρων ἀρίστῳ εἶχον’ τάς τε πύλας ἀνέῳξαν καὶ ὅπη βούλοιτο ἀφῆκαν ἰέναι.

那里的守卫(因为他们不可能不信任贝利撒留近卫军中最出色的勇士)打开了城门,任由他去往想去的地方。

§6.1.30

κατιδόντες τε αὐτὸν οἱ πολέμιοι, τὰ μὲν πρῶτα αὐτόμολον σφίσι τινὰ προσχωρεῖν ᾤοντο, ἐπεὶ δὲ ἀγχοῦ γενόμενος τοῦ τόξου εἴχετο, οὐκ εἰδότες ὅστις ποτὲ εἴη, χωροῦσιν ἐπ’ αὐτὸν εἴκοσιν.

敌人看到他时,起初还以为是有逃兵前来投奔自己;但他走近后执起弓箭,他们虽不知他究竟是何人,仍有二十人向他逼近。

§6.1.31

οὓς δὴ εὐπετῶς ἀπωσάμενος ἀπήλαυνε βάδην, πλειόνων τε Γότθων ἐπ’ αὐτὸν ἰόντων οὐκ ἔφυγεν.

他轻而易举地击退了这些人,放慢马步缓缓离去;当更多哥特人向他扑来时,他也毫不逃窜。

§6.1.32

ὡς δὲ πλήθους πολλοῦ ἐπιρρέοντος ἀμύνεσθαι ἠξίου, Ῥωμαῖοι ἐκ τῶν πύργων θεώμενοι μαίνεσθαι μὲν τὸν ἄνδρα ὑπώπτευον, ὡς δὲ Χορσάμαντις εἴη οὔπω ἠπίσταντο.

当大群敌兵涌来而他仍试图迎战自卫时,在城楼上观望的罗马人怀疑此人发了疯,但尚不知他就是乔尔萨曼提斯。

§6.1.33

ἔργα μὲν ἐπιδειξάμενος μεγάλα τε καὶ λόγου πολλοῦ ἄξια, ἔς τε κύκλωσιν ἐμπεπτωκὼς τοῦ τῶν πολεμίων στρατεύματος, ποινὰς ἀλόγου θράσους ἐξέτισεν. ἅπερ ἐπειδὴ Βελισάριός τε καὶ ὁ Ῥωμαίων στρατὸς ἔμαθον, ἐν πένθει μεγάλῳ γενόμενοι, ἅτε τῆς πάντων ἐλπίδος ἐπὶ τῷ ἀνθρώπῳ διαφθαρείσης,3 ὠδύροντο.

在展示了伟大且值得大书特书的战功后,他陷入了敌军的包围之中,为他不合常理的鲁莽付出了代价。贝利撒留和罗马军队得知此事后,陷入了极大的悲痛之中,鉴于大家寄托在此人身上的希望均已破灭,他们哀恸不已。

语法注3 条
  1. 6.1.17τοιοῦτον εἰπών, ὡς, ἢν μὲν αὐτὸς ἀναβαίνοι πρῶτος

    在依赖于过去时分词(εἰπών)的间接引语中,第一个条件从句采用了祈愿语气(ἀναβαίνοι),主句为未来不定式(ἀμελήσειν);而接下来的 ἢν δέ γε ... πύθωνται 则保留了直接引语中的虚拟语气,其主句由 ἄν 加祈愿语气构成(οὐδένα ἂν αὐτοῦ ποιοῖντο λόγον)。

  2. 6.1.26βληθέντι τούτῳ ἐνομίσθη εἶναι ἄκρου ὀστέου τὸ βέλος ἁψάμενον

    非人称被动态 ἐνομίσθη(“被认为”)带有指明承受者的与格 βληθέντι τούτῳ(“当此人被击中时”)。不定式短语 τὸ βέλος ἁψάμενον εἶναι(“箭矢触碰到了……”)作其主语,其中 ἄκρου ὀστέου 是动词 ἅπτομαι 所支配的接触属格。

  3. 6.1.34ἅτε τῆς πάντων ἐλπίδος ἐπὶ τῷ ἀνθρώπῳ διαφθαρείσης

    带有 ἅτε 的属格独立结构,表示客观真实的原因(“由于所有人寄托在此人身上的希望均已破灭”)。介词短语 ἐπὶ τῷ ἀνθρώπῳ 修饰 ἐλπίδος,指明希望所系的对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.1.17-6.1.34