- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.18.16-6.18.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留力陈敌军强盛与被围之危,主张进军奥克西穆姆和梅迪奥拉农;纳尔塞斯则反对并主张攻取艾米利亚,更借贝利撒留出示的皇帝诏书的结语来抗命。
ῥᾷον γὰρ οἱ νενικηκέναι δοκοῦντες τοῖς πεπραγμένοις ἐπαιρόμενοι διαφθείρονται ἢ οἱ παρὰ δόξαν μὲν ἐπταικότες, δέει δὲ τὸ λοιπὸν καὶ φροντίδι πολλῇ ἐς τοὺς ἐναντίους ἐχόμενοι.
因为那些自以为获胜而因既往战绩趾高气扬的人,比起那些遭遇意外挫折后对敌手常怀畏惧与深谋远虑的人,往往更容易走向灭亡。
ῥᾳθυμία μὲν γὰρ τῶν εὖ καθεστώτων τινὰς ἔφθειρε, πόνος δὲ ξὺν μερίμνῃ τῶν δεδυστυχηκότων πολλοὺς ὤνησεν.
懈怠曾毁掉某些顺境中的人,而伴随忧患的辛劳却拯救了许多不幸者。
ἐπεὶ τῶν μὲν ὀλιγωρίᾳ εἰκόντων ἡ δύναμις ὡς τὰ πολλὰ ἐλασσοῦσθαι φιλεῖ, μελέτη δὲ ἰσχὺν ἐντιθέναι ἱκανῶς πέφυκεν.
因为屈从于轻忽之人,其力量通常趋于削减;而戒备操练,天生足以注入刚强。
οὐκοῦν ἐνθυμείσθω ὑμῶν ἕκαστος ὡς ἐν Ῥαβέννῃ μὲν Οὐίττιγίς τέ ἐστι καὶ Γότθων μυριάδες πολλαί, Οὐραΐας δὲ Μεδιόλανόν τε πολιορκεῖ καὶ περιβέβληται Λιγουρίαν ὅλην, Αὔξιμος δὲ ἤδη στρατιᾶς πλήρης πολλῆς τε καὶ λόγου ἀξίας, ἄλλα τε χωρία πολλὰ πρὸς ἀξιομάχων ἡμῖν φρουρεῖται βαρβάρων μέχρι ἐς Οὐρβιβεντόν, ἣ Ῥώμης ἐν γειτόνων τυγχάνει οὖσα.
因此,诸位当思:在拉文纳有维蒂吉斯及数以万计的哥特大军;乌赖亚斯正围攻梅迪奥拉农,并席卷了整个利古里亚;奥克西穆姆早已驻扎着一支庞大且不可小觑的敌军;直至罗马近郊的乌尔比文图斯,还有许多据点由足以与我抗衡的蛮族驻守。
ὥστε νῦν μᾶλλον ἡμῖν ἢ πρότερον ἐν κινδύνῳ τὰ πράγματα κεῖται, ἐς κύκλωσίν τινα τῶν πολεμίων ἐμπεπτωκόσιν.1
因此,我们如今的处境比以往更陷于险境,仿佛落入了敌军的重重包围之中。
ἐῶ γὰρ λέγειν ὡς καὶ Φράγγους αὐτοῖς ἐν Λιγουρίᾳ ξυντετάχθαι φασίν, ὅπερ οὐκ ἔξω δέους μεγάλου ἐς μνήμην ἰέναι πᾶσι Ῥωμαίοις ἱκανῶς ἄξιον.
且不说传闻法兰克人亦在利古里亚与他们联合,此事足以令所有罗马人思之而心怀大惧。
φημὶ τοίνυν ἔγωγε χρῆναι μοῖραν μὲν τοῦ στρατοῦ ἐς Λιγουρίαν τε καὶ Μεδιόλανον στέλλεσθαι, τοὺς δὲ λοιποὺς ἐν μὲν τῷ παραυτίκα ἐπί τε Αὔξιμον καὶ τοὺς ἐκείνῃ πολεμίους χωρεῖν, ὅσα ἂν ὁ θεὸς διδῷ πράξοντας· ἔπειτα δὲ καὶ τἄλλα τοῦ πολέμου ἔργα διαχειρίζειν ὅπη ἂν ἄριστά τε δοκῇ καὶ βέλτιστα εἶναι.” Βελισάριος μὲν τοσαῦτα εἶπε.
所以我主张,应当分派一部分军队前往利古里亚与梅迪奥拉农,其余兵力目前则进逼奥克西穆姆及其驻敌,行神所赐予之战功;此后,再以被认为最恰当且最有利的方式处置其余战务。”贝利撒留言尽于此。
Ναρσῆς δὲ ἀμείβεται ὧδε· “Τὰ μὲν ἄλλα, ὦ στρατηγέ, μὴ οὐχὶ ξὺν ἀληθείᾳ σοι πάντα εἰρῆσθαι2 οὐδεὶς ἂν ἀντείποι.
纳尔塞斯则答道:“将军,对于您所说的其他各节,绝无人敢否认其尽皆属实。
πάντα δὲ τουτονὶ τὸν βασιλέως στρατὸν ἐς Μεδιόλανόν τε καὶ Αὔξιμον ἀποκεκρίσθαι μόνον ἀξύμφορον εἶναι παντελῶς οἶμαι.
然而,若将皇帝的全军仅仅分派给梅迪奥拉农与奥克西穆姆两地,我认为是完全不利的。
ἀλλὰ σὲ μὲν ἐπὶ ταῦτα Ῥωμαίων ἐξηγεῖσθαι οἷς ἂν αὐτὸς βούλοιο οὐδὲν ἀπεικός, ἡμεῖς δὲ βασιλεῖ τὴν Αἰμιλίων ἐπικτησόμεθα χώραν, ἣν μάλιστα Γότθους προσποιεῖσθαί φασι, καὶ Ῥάβενναν ξυνταράξομεν οὕτως ὥστε τοὺς καθ’ ὑμᾶς αὐτοὺς πολεμίους ὅ τι βούλεσθε διεργάσεσθε, πάσης ἀποκεκλεισμένους τῆς τῶν ἀμυνόντων ἐλπίδος.
您率领您所中意的罗马军前去攻打那些地方,并无不当;而我们将为皇帝夺取艾米利亚之地——据说哥特人尤将该地视为己有——并扰乱拉文纳,使得诸位能够对当面之敌为所欲为,因为他们的一切援军希望皆将被断绝。
ἢν γὰρ ξὺν ὑμῖν ἐν Αὐξίμῳ προσεδρεύειν ἑλοίμεθα, δέδοικα μὴ τῶν ἐκ Ῥαβέννης ἐπιόντων βαρβάρων περιέσται ἡμῖν ἀμφιβόλοις τε γεγενῆσθαι πρὸς τῶν πολεμίων καὶ τῶν ἀναγκαίων ἀπολελειμμένοις αὐτοῦ διεφθάρθαι.”3 καὶ Ναρσῆς μὲν τοσαῦτα ἔλεξε.
倘若我们选择与诸位一同在奥克西穆姆围城,我深恐拉文纳来犯的蛮族将令我们陷入受敌夹击的境地,以致断绝补给而殒命于该地。”纳尔塞斯亦言尽于此。
Βελισάριος δὲ δείσας μὴ ἐς πολλὰ Ῥωμαίων ἰόντων καταρρεῖν τε τὰ βασιλέως ξυμβαίη πράγματα καὶ τῇ ἐνθένδε ἀκοσμίᾳ ξυγχεῖσθαι, γράμματα βασιλέως Ἰουστινιανοῦ ἔδειξεν ἃ πρὸς τοὺς στρατοπέδου ἄρχοντας ἔγραψεν.
贝利撒留唯恐罗马人四分五裂而导致皇帝的大业倾覆,并因随之而来的混乱瓦解无序,遂出示了查士丁尼皇帝致军中诸将的诏书。
ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ναρσῆν τὸν ἡμέτερον ταμίαν οὐκ ἐφ’ ᾧ ἄρξαι τοῦ στρατοπέδου ἐς Ἰταλίαν ἐπέμψαμεν· μόνον γὰρ Βελισάριον παντὶ τῷ στρατῷ ἐξηγεῖσθαι βουλόμεθα ὅπη ἂν αὐτῷ δοκῇ ὡς ἄριστα ἔχειν, αὐτῷ τε ὑμᾶς ἕπεσθαι ἅπαντας ἐπὶ τῷ συμφέροντι τῇ ἡμετέρᾳ πολιτείᾳ προσήκει.” τὰ μὲν οὖν βασιλέως γράμματα ὧδέ πη εἶχε.
诏书内容如下:“余派财务官纳尔塞斯前往意大利,并非令其统率大军;因余只愿贝利撒留一人以其认为最妥当之方式统领全军,尔等全体理应追随于他,以符我国事之利益。”皇帝的书信大致如此。
Ναρσῆς δὲ τῆς ἐπιστολῆς τοῦ ἀκροτελευτίου λαβόμενος4 ἀπ’ ἐναντίας Βελισάριον ἰσχυρίζετο ἐν τῷ παρόντι τοῦ τῆς πολιτείας ξυμφόρου βουλεύεσθαι· διὸ δὴ σφίσιν οὐκ ἀναγκαῖον εἶναι αὐτῷ ἕπεσθαι.
然而纳尔塞斯却抓住了信末之语,坚称贝利撒留此刻所谋正与国事之利益背道而驰;因此,他们绝无必要听命于他。
- 6.18.20ἐς κύκλωσίν τινα τῶν πολεμίων ἐμπεπτωκόσιν
与格分词 ἐμπεπτωκόσιν 与前文中的代词 ἡμῖν(ἡμῖν... ἐν κινδύνῳ τὰ πράγματα κεῖται)相呼应一致。句法上作修饰 ἡμῖν 的条件或状语性分词,指明罗马人陷入敌军合围之势。
- 6.18.23μὴ οὐχὶ ξὺν ἀληθείᾳ σοι πάντα εἰρῆσθαι
不定词 εἰρῆσθαι 前使用 μὴ οὐ 是由主句中带否定的反驳动词 οὐδεὶς ἂν ἀντείποι(无人会反驳)所引导的固定句式。在古典希腊语中,被否定的表示否认、争辩动词之后,其不定词宾语通常引入 μὴ οὐ,意为“没有人能反对:您所说的一切皆合乎真理”。
- 6.18.26περιέσται ἡμῖν ἀμφιβόλοις τε γεγενῆσθαι πρὸς τῶν πολεμίων καὶ τῶν ἀναγκαίων ἀπολελειμμένοις αὐτοῦ διεφθάρθαι
非人称动词 περίεστι(此处为其将来时 περιέσται)与与格 ἡμῖν 及不定词 γεγενῆσθαι、διεφθάρθαι 连用,表示“我们的结局将是……/我们将落得……下场”。不定词的谓语修饰成分和分词(ἀμφιβόλοις, ἀπολελειμμένοις)皆采用与格与 ἡμῖν 保持一致,意指在敌军夹攻与给养断绝中覆灭的结局。
- 6.18.29τῆς ἐπιστολῆς τοῦ ἀκροτελευτίου λαβόμενος
中间态动词 λαμβάνομαι(抓取、紧扣、抓住借口)在此支配属格 τοῦ ἀκροτελευτίου(末尾之词)。它指代前文查士丁尼诏书中的结句“为了我国事之利益”(ἐπὶ τῷ συμφέροντι τῇ ἡμετέρᾳ πολιτείᾳ),纳尔塞斯正是以此限制性从句为口实,辩称贝利撒留的部署不符合国益,从而拒绝遵从军令。
