- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.18.1-6.18.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里米努姆解围后,约翰将获救归功于纳尔塞斯而非贝利撒留,激化了两人间的矛盾;纳尔塞斯的部下策动其自立统帅,贝利撒留察觉后召集诸将,严正告诫切勿轻敌。
Πρῶτοι δὲ Ῥωμαίων Ἰλδίγερ τε καὶ οἱ ξὺν αὐτῷ ἀφικόμενοι ἐς τὸ τῶν πολεμίων χαράκωμα τῶν Γότθων ὅσοι νόσοις τισὶν ἐχόμενοι αὐτοῦ ἔμειναν ἐν ἀνδραπόδων ἐποιήσαντο λόγῳ, καὶ χρήματα πάντα ξυνέλεξαν ὅσα φεύγοντες Γότθοι ἐλίποντο.
罗马人中首先赶到敌军营寨的是伊尔迪格及其部众,他们将在该处因患各种疾病而留下的哥特人全部充作奴隶,并搜集了哥特人溃逃时遗弃的所有资财。
καὶ Βελισάριος παντὶ τῷ στρατῷ ἦλθεν ἐς μέσην ἡμέραν. καὶ ἐπεὶ ὠχριῶντάς τε καὶ δεινὸν αὐχμῶντας Ἰωάννην τε καὶ τοὺς ξὺν αὐτῷ εἶδε, τοῦ θράσους ὑπαινιττόμενος τὸ ἀλόγιστον χάριτας αὐτὸν ἔφασκεν Ἰλδίγερι ὀφείλειν.
正午时分,贝利撒留率全军抵达。当他看到约翰及其部下个个面色惨白、极度憔悴时,便暗讽其鲁莽蛮干,称他应当向伊尔迪格致谢。
ὁ δὲ οὐκ Ἰλδίγερι, ἀλλὰ Ναρσῇ τῷ βασιλέως ταμίᾳ ὁμολογεῖν ἔφη, παραδηλῶν, οἶμαι, Βελισάριον οὐ σφόδρα ἐθελούσιον, ἀλλὰ Ναρσῇ ἀναπεισθέντα σφίσιν ἀμῦναι. καὶ τὸ λοιπὸν ἄμφω ὑποψίᾳ πολλῇ ἐς ἀλλήλους ἐχρῶντο.
然而约翰却说,他感激的不是伊尔迪格,而是皇帝的司库纳尔塞斯;我想,他这是在暗示,贝利撒留并非心甘情愿,而是在纳尔塞斯的劝说下才前来救援他们的。自此之后,两人之间便产生了极深的猜忌。
διὸ δὴ οὐδὲ Ναρσῆν εἴων οἱ ἐπιτήδειοι ξὺν Βελισαρίῳ στρατεύεσθαι, ἀλλ’ ἀνέπειθον ὅσον αἰσχρὸν εἴη τῷ τῶν ἀπορρήτων βασιλεῖ κοινωνοῦντι μὴ οὐχὶ αὐτοκράτορι τοῦ στρατοῦ εἶναι,1 ἀλλὰ στρατηγῷ ἀνδρὶ ὑπακούειν.
因此,纳尔塞斯的亲信甚至不再允许他在贝利撒留帐下协同作战,而是向他极力进言:一个参与皇帝机密要务之人,不掌握军队的全权统帅权,反倒听命于一名统领,该是何等奇耻大辱。
οὐ γάρ ποτε Βελισάριον ἐπὶ τῇ ἴσῃ ἑκόντα εἶναι2 τῆς στρατιᾶς ξὺν αὐτῷ ἄρξειν ἀπεφαίνοντο, βουλομένῳ δέ οἱ καθ’ αὑτὸν τῷ Ῥωμαίων στρατῷ ἐξηγεῖσθαι3 πλείους τε στρατιώτας καὶ πολλῷ ἀμείνους ξὺν τοῖς ἄρχουσιν ἕψεσθαι.
他们声称,贝利撒留绝不会心甘情愿地与他平分军权;但若他愿意独自统领罗马军队,将有更多且精锐得多的士兵及其将领随他效命。
τούς τε γὰρ Ἐρούλους καὶ τοὺς δορυφόρους τε καὶ ὑπασπιστὰς τοὺς αὐτοῦ, καὶ ὧν Ἰουστῖνός τε καὶ αὐτὸς Ἰωάννης ἦρχον, ξὺν τοῖς Ἀρατίῳ τε καὶ Ναρσῇ ἑπομένοις οὐχ ἧσσον ἢ μυρίους ἔφασκον εἶναι, ἀνδρείους τε ὄντας καὶ διαφερόντως ἀγαθοὺς τὰ πολέμια, βούλεσθαί τε τὴν Ἰταλίας ἐπικράτησιν οὐ Βελισαρίῳ λογίζεσθαι μόνῳ, ἀλλὰ τὸ μέρος καὶ Ναρσῆν φέρεσθαι.
因为他们声称,埃鲁尔人、纳尔塞斯本人的持矛护卫和侍从,加上查士丁与约翰本人统领的部队,以及追随阿拉提乌斯与纳尔塞斯的人马,不下万余之众,皆英勇善战、武艺绝伦;他们希望征服意大利的功勋不独归贝利撒留一人,纳尔塞斯也理应分得一份荣誉。
τὴν γὰρ βασιλέως αὐτὸν οἴεσθαι ὁμιλίαν ἀπολιπεῖν, οὐκ ἐφ’ ᾧ κινδύνοις ἰδίοις τὴν Βελισαρίου δόξαν κρατύνηται, ἀλλ’ ἐφ’ ᾧ ἔργα ξυνέσεώς τε καὶ ἀνδρείας ἐπιδειξάμενος διαβόητος ἀνθρώποις ἅπασιν, ὡς τὸ εἰκός, εἴη.
因为他们认为,他离开皇帝身侧,并非为了冒自身之险去增添贝利撒留的声望,而是为了展现智慧与勇毅的功业,从而理所当然地扬名于世人之间。
καίτοι οὐδὲ Βελισάριον ἔφασκον δυνήσεσθαί τι ἄνευ γε αὐτῶν τὸ λοιπὸν δρᾶσαι.
况且他们坚称,贝利撒留今后若无他们协助,亦难有作为。
στρατιᾶς γὰρ ἧς ἐκεῖνος ἄρχοι τὸ πλεῖστον ἤδη ἔν τε φρουρίοις καὶ πόλεσιν ἀπολελεῖφθαι ἅσπερ αὐτὸς εἷλε, καὶ κατέλεγον ἀπὸ Σικελίας ἀρξάμενοι ἄχρι ἐς Πικηνοὺς ἑξῆς ἅπαντα.
因为贝利撒留所统领的大军,大部分已被留守在他攻克的各处要塞与城镇中;他们从西西里算起,依次将直至皮凯努姆的所有城邑悉数道来。
Ναρσῆς τε ἐπεὶ ταῦτα ἤκουσεν, ἥσθη ἐς ἄγαν τῇ ὑποθήκῃ καὶ οὔτε κατέχειν τὴν διάνοιαν οὔτε μένειν ἐν τοῖς καθεστῶσιν ἔτι ἐδύνατο.
纳尔塞斯听闻此言,对这一提议心花怒放,再也无法抑制野心,亦不肯安于现有的体制。
πολλάκις οὖν Βελισαρίου ἄλλου του ἔργου ἔχεσθαι ἀξιοῦντος ἐς σκήψεις τινὰς ἄλλοτε ἄλλας ἀναχωρῶν τὴν παρακέλευσιν ἀπεκρούετο.
因此,每当贝利撒留敦促他从事其他战务时,他总是借故推脱,抗拒调遣。
ὧν δὴ αἰσθόμενος Βελισάριος ξυγκαλέσας τοὺς ἄρχοντας ἅπαντας ἔλεξε τοιάδε· “Οὐ ταὐτὰ ὑμῖν, ἄνδρες ἄρχοντες, περὶ τοῦδε τοῦ πολέμου δοκῶ μοι γιγνώσκειν.
贝利撒留察觉到这一动向,遂召集诸位将领,陈词如下:“诸位将军,我认为自己在对待这场战争的问题上,并未与你们持相同见解。
ὑμᾶς μὲν γὰρ ὁρῶ τῶν πολεμίων ἅτε παντάπασιν ἡσσημένων ὑπερφρονοῦντας.
我看到你们竟视敌军如彻底覆灭之敌而予以藐视。
ἐγὼ δὲ ταύτῃ ὑμῶν τῇ παρρησίᾳ ἐς προὖπτον ἡμᾶς ἐμπεσεῖσθαι κίνδυνον οἶμαι, ἐπεὶ τοὺς μὲν βαρβάρους οὔτε ἀνανδρίᾳ τινὶ οὔτε ὀλιγανθρωπίᾳ ἡσσῆσθαι ἡμῶν, προνοίᾳ δὲ μόνῃ καὶ βουλῇ καταστρατηγηθέντας ἐς φυγὴν ἐνθένδε τετράφθαι οἶδα.
但我认为,你们这种盲目自大将令我们陷入显而易见的危难之中;因为我深知,蛮族人之所以败于我们,既非因怯懦,亦非因兵力寡少,纯粹是因我们在深谋远虑与战略部署上高出一筹才使他们从此地溃逃。
δέδοικα δὲ μὴ ταῦτα ὑμεῖς τῇ οὐκ ἀληθεῖ δόξῃ σφαλλόμενοι τὰ ἀνήκεστα ὑμᾶς τε αὐτοὺς καὶ τὰ Ῥωμαίων πράγματα δράσητε.
我深恐你们在这些事上为虚妄的见解所误,从而为你们自身乃至罗马的大业带来无可挽回的灾难。”
- 6.18.4μὴ οὐχὶ αὐτοκράτορι τοῦ στρατοῦ εἶναι
不定式搭配双重否定词 μὴ οὐχί,由表达否定或应予规避之意的述谓 αἰσχρὸν εἴη(“实属可耻”)所引出,构成双重否定表强烈的肯定意义,即“不统领全军(不作全权指挥官)是何等可耻之事”。
- 6.18.5ἑκόντα εἶναι
表示限制与限定的习用绝对不定式结构,意为“自愿地”或“心甘情愿地”。在从属于主动词 ἀπεφαίνοντο 的间接引语中,形容词取宾格形式(ἑκόντα),与不定式的宾格主语 Βελισάριον 保持一致。
- 6.18.5βουλομένῳ δέ οἱ καθ’ αὑτὸν τῷ Ῥωμαίων στρατῷ ἐξηγεῖσθαι
分词 βουλομένῳ 与第三人称代词与格 οἱ 一致,构成表示意愿的习用与格结构(相当于“若他愿意……”),在句中作为后续不定式 ἕψεσθαι 的关系与格/利害与格,含有条件意涵。
