- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.17.12-6.17.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留率军穿行山地实行威慑,负伤的哥特斥候带回的报告与周遭罗马军及舰队的声势令维蒂吉斯的军队陷入恐慌,仓皇溃逃向拉文纳。
Βελισάριος δὲ διὰ τῶν ταύτῃ ὀρῶν ἐχώρει. πλήθει γὰρ παρὰ πολὺ ἐλασσούμενος τῶν ἐναντίων οὐκ ἤθελεν αὐτοῖς ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἰέναι, ἐπεὶ καὶ θανατῶντας τοῖς ξυμπεσοῦσι1 τοὺς βαρβάρους ἑώρα· ᾤετο δὲ αὐτούς, ἐπειδὰν τάχιστα πύθωνται πανταχόθεν σφίσι πολεμίων ἐπιέναι στρατόν, ἀλκῆς ἂν οὐδεμιᾶς μνησθῆναι, ἀλλ’ αὐτίκα δὴ μάλα ἐς φυγὴν τρέψεσθαι. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς δόξης, οὐκ ἔξω τοῦ ἐσομένου ὑποτοπήσας.
与此同时,贝利撒留正率军穿越此地的山脉。因为在人数上远逊于敌军,他并不愿与他们正面交锋,加之他看到蛮族人因接踵而至的不幸而已陷入绝望;他坚信,蛮族人一旦得知敌军正从四面八方向他们合围而来,便绝不会想到抵抗,而是会立刻落荒而逃。他的这一料想果然切中实情,对局势发展的推测丝毫不爽。
ἐπειδὴ γὰρ ἐν τοῖς ὄρεσιν ἐγένοντο, ὅσον Ἀριμίνου ἀπέχειν ἡμέρας ὁδόν,2 Γότθοις τισὶν ὀλίγοις κατά τινα χρείαν ὁδῷ πορευομένοις ἐνέτυχον.
当他们行进至距离阿里米努姆约有一日路程的山区时,偶遇了少数几名因某事外出赶路的哥特人。
οἳ δὴ ἐκ τοῦ ἀπροσδοκήτου πολεμίων περιπεπτωκότες στρατῷ ἐκτρέπεσθαι τῆς ὁδοῦ οὐδαμῆ ἴσχυσαν, ἕως παρὰ τῶν ἔμπροσθεν ἰόντων βαλλόμενοι οἱ μὲν αὐτοῦ ἔπεσον, οἱ δὲ τραυματίαι γεγενημένοι ἐπί τινας τῶν ἐκείνῃ σκοπέλων ἀναδραμόντες διέλαθον.
这几名哥特人猝然遭遇敌军,完全无法避开道路;在先头部队的投射打击下,有的当场阵亡,负伤者则逃窜至该处的悬崖峭壁之上,躲过了追捕。
ὅθεν σκοπούμενοι τὸν Ῥωμαίων στρατὸν ἐς πάσας δυσχωρίας ξυρρέοντας, πολλῷ πλείονας τοῦ ἀληθοῦς μέτρου ὑπετόπαζον εἶναι.
他们从峭壁上俯瞰罗马军队涌入各处险隘,便推想其人数要远多于真实数目。
ἔνθα δὴ καὶ τὰ Βελισαρίου σημεῖα ἰδόντες, αὐτὸν ἐξηγεῖσθαι ταύτῃ τῇ στρατιᾷ ἔγνωσαν. νύξ τε ἐπέλαβε, καὶ αὐτοῦ μὲν Ῥωμαῖοι ηὐλίσαντο, τῶν δὲ Γότθων οἱ τραυματίαι λάθρα ἐπὶ τὸ τοῦ Οὐιττίγιδος στρατόπεδον ᾔεσαν.
在那里,他们还望见了贝利撒留的旗帜,得知由他亲自统领这支军队。夜幕降临,罗马军在原地露营,而负伤的哥特人则潜行赶往维蒂吉斯的营地。
οὗ δὴ ἀμφὶ μέσην ἡμέραν γενόμενοι τάς τε πληγὰς ἐπεδείκνυον καὶ Βελισάριον σφίσι ξὺν στρατῷ κρείσσονι ἢ ἀριθμεῖσθαι3 ὅσον οὔπω παρέσεσθαι ἰσχυρίζοντο.
他们在正午时分赶到该处,出示了伤口,并坚称贝利撒留率领着难以计数的军队即将来到他们面前。
οἱ δὲ παρεσκευάζοντο μὲν ὡς ἐς μάχην πρὸς βορρᾶν ἄνεμον Ἀριμίνου πόλεως τετραμμένοι ʽταύτῃ γὰρ ᾤοντο τοὺς πολεμίους ἀφίξεσθαἰ, ἀεί τε ἐς τοῦ ὄρους τὰ ἄκρα ἔβλεπον ἅπαντες.
营中的哥特人于是面向阿里米努姆城北摆开迎战阵势(因为他们以为敌人会从这个方向袭来),众人全都不断注视着山脉的顶峰。
ἐπεὶ δέ, νυκτὸς σφίσιν ἐπιγενομένης, καταθέμενοι τὰ ὅπλα ἡσύχαζον, πυρὰ πολλὰ ἐς τὰ πρὸς ἕω τῆς πόλεως ὅσον ἀπὸ σταδίων ἑξήκοντα εἶδον, ἅπερ τὸ ξὺν Μαρτίνῳ στράτευμα ἔκαιεν, ἐς δέος τε ἀμήχανον ἦλθον· κυκλωθήσεσθαι γὰρ πρὸς τῶν πολεμίων ἅμα ἡμέρᾳ ὑπώπτευον. ταύτην μὲν οὖν τὴν νύκτα ξὺν δέει τοιούτῳ ηὐλίσαντο, τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ ἅμα ἡλίῳ ἀνίσχοντι στόλον νηῶν ἐπὶ σφᾶς ἰόντα ὁρῶσιν ἐξαίσιον οἷον· ἔς τε ἀφασίαν ἐμπεπτωκότες ἐς φυγὴν ὥρμηντο.
然而,入夜之后,正当他们放下武器休憩时,却望见在城东大约六十斯塔狄亚之处燃起了许多篝火,这正是马丁所率军队点燃的,哥特人顿时陷入无可遏制的惊恐之中;因为他们怀疑天明时自己就会被敌军包围。于是,他们在这种恐惧中度过了那一夜;而在次日旭日初升之时,他们又看见一支庞大得惊人的船队正向他们逼近;他们陷入了极度的惊骇失措,仓皇溃逃。
ξυσκευαζόμενοί τε κατὰ τάχος τοσούτῳ θορύβῳ τε καὶ κραυγῇ εἴχοντο ὥστε οὔτε τῶν παραγγελλομένων κατήκουον οὔτε ἄλλο τι ἐν νῷ ἐποιοῦντο ἢ ὅπως ἂν αὐτὸς ἕκαστος πρῶτός τε ἀπαλλάσσοιτο τοῦ στρατοπέδου καὶ Ῥαβέννης τοῦ περιβόλου ἐντὸς γένοιτο.
他们匆忙收拾行装,现场陷入极大的混乱与喧嚣之中,以至于他们既听不见任何指令,脑中除了每个人自己如何能最先脱离营地并逃入拉文纳的城墙之内以外,再无别念。
καὶ εἰ μέν τι ἰσχύος ἢ θάρσους περιεῖναι τοῖς πολιορκουμένοις τετύχηκε, πλείστους τε ἂν τῶν πολεμίων ἐπεξελθόντες αὐτοῦ ἔκτειναν4 καὶ ξύμπας ἐνταῦθα ἂν ὁ πόλεμος ἐτελεύτησε.
倘若被围困的守军恰好还留存有哪怕一丝力量或勇气,他们本可以杀出城去,当场歼灭大半敌军,全盘战局亦将在此时彻底告终。
νῦν δὲ τοῦτο ἐκώλυσεν ὀρρωδία τε σφίσι μεγάλη τοῖς φθάσασιν ἐπιγενομένη καὶ ἀσθένεια τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πολλοῖς ξυμπεσοῦσα. οἱ μὲν οὖν βάρβαροι θορύβου ὑπερβολῇ αὐτοῦ λειπόμενοι τῶν χρημάτων τινὰ δρόμῳ πολλῷ τὴν ἐπὶ Ῥάβενναν ἔθεον.
然而,先前经历带来的巨大恐惧压倒了他们,加之许多人因缺乏口粮而陷入极度虚弱,这一切阻碍了他们出击。于是蛮族人在极度惊慌失措之中,遗弃了部分资财,全速沿着通往拉文纳的道路狂奔逃命。
- 6.17.12θανατῶντας τοῖς ξυμπεσοῦσι
分词 θανατῶντας(源自 θανατάω,意为“求死”、“绝望自暴自弃”)后接表示原因的与格 τοῖς ξυμπεσοῦσι(“降临的变故/不幸”),形象地描绘出敌军因遭受连番厄运而陷入孤注一掷、困兽之斗的绝望心理状态。
- 6.17.14ὅσον Ἀριμίνου ἀπέχειν ἡμέρας ὁδόν
由 ὅσον 接不定词 ἀπέχειν 构成的表示距离限度的习惯表达(“距阿里米努姆约一日行程之处”)。Ἀριμίνου 为表示起点与基准的属格,ἡμέρας ὁδόν 则是表示空间跨度的宾格。
- 6.17.18κρείσσονι ἢ ἀριθμεῖσθαι
比较级 + ἤ + 不定词的惯用结构,字面意为“胜过被计数”,即“不可胜数”、“大到无法计数”。
- 6.17.23καὶ εἰ μέν τι ἰσχύος ἢ θάρσους περιεῖναι τοῖς πολιορκουμένοις τετύχηκε, πλείστους τε ἂν τῶν πολεμίων ἐπεξελθόντες αὐτοῦ ἔκτειναν
非真实条件句(与过去事实相反)。条件从句中使用了完成时直陈式 τετύχηκε(支配不定词 περιεῖναι)来陈述当时并未存在的事实状态,归结句则采用 ἄν 搭配不定过去时直陈式(ἔκτειναν, ἐτελεύτησε),表达“若被围困者尚存有一丝力量……他们本可杀敌,战争亦本已告终”的含义。
