- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.17.1-6.17.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了皮凯努姆发生混乱时遭遗弃的婴儿被一只母山羊哺乳照料、并被当地人命名为埃癸斯托斯的奇事,以及作者在此地亲眼目睹母山羊护卫孩子的场面。
Ἐνταῦθά μοι ἰδεῖν θέαμα ξυνηνέχθη τοιόνδε. ἡνίκα ὁ ξὺν τῷ Ἰωάννῃ στρατὸς ἐς Πικηνοὺς ἦλθε, γέγονεν, ὡς τὸ εἰκός, ταραχή τις πολλὴ τοῖς ταύτῃ ἀνθρώποις.
在此处我目睹了这样一幕奇观。当伴随约翰的军队进入皮凯努姆时,正如人们所料,当地民众陷入了极大的混乱之中。
τῶν τε γυναικῶν αἱ μὲν ἔφευγον ἐξαπιναίως ὅπη αὐτῶν ἑκάστῃ δυνατὰ ἐγεγόνει, αἱ δὲ καταλαμβανόμεναι ἤγοντο κόσμῳ οὐδενὶ πρὸς τῶν ἐντυχόντων.
在妇人之中,有的人仓皇奔逃向各自力所能及之处,有的人被追上后,被迎面遇上的人杂乱无章地掳掠而去。
ἐν τούτῳ οὖν τῷ χωρίῳ μία τις γυνὴ ἀρτίως τεκοῦσα καὶ τὸ παιδίον ἀπολιποῦσα ἐν τοῖς σπαργάνοις ἔτυχε ἐπὶ γῆς κείμενον, καὶ εἴτε φεύγουσα εἴτε ὑφ’ ὁτουοῦν καταληφθεῖσα ἐνταῦθα ἐπανήκειν οὐκέτι ἔσχεν· ἀφανισθῆναι γὰρ αὐτῇ δηλονότι ἢ ἐξ ἀνθρώπων ἢ ἐξ Ἰταλίας ξυνέπεσε.
因此在这个地方,一名刚刚分娩的妇人恰好将裹在襁褓中的婴儿遗弃在地上,随后无论是因为逃难还是被某人俘获,她都再未能返回此处;因为显而易见,她或是遭遇横祸丧生,或是被迫离开了意大利。
τὸ μὲν οὖν παιδίον ἐν ταύτῃ δὴ τῇ ἐρημίᾳ γεγονὸς ἔκλαιεν. αἲξ δὲ αὐτὸ μία ἰδοῦσα ᾠκτίζετό τε καὶ πλησίον ἀφικομένη ʽἔναγχος γὰρ τεκοῦσα καὶ αὐτὴ ἔτυχε’ τὸν τιτθὸν ἐδίδου καὶ τὸ παιδίον ξὺν ἐπιμελείᾳ ἐφύλασσε, μὴ κύων ἤ τι θηρίον αὐτὸ λυμάνηται. χρόνου τε τῇ ταραχῇ τριβέντος συχνοῦ τούτου δὴ τοῦ τιτθοῦ ἐπὶ πλεῖστον μεταλαχεῖν τὸ παιδίον ξυνέβη.
于是,这个婴儿陷入这般无依无靠的境地中哭泣着。此时有一只母山羊见状动了恻隐之心,走近前来——原来它自己也刚好产崽不久——便将乳头喂给婴儿,并且悉心看护着这孩子,以免犬类或任何野兽伤害它。由于动乱耗费了相当长的时间,这个婴儿碰巧在极长的一段日子里都以这只羊的乳汁为生。
γνωσθὲν δὲ Πικηνοῖς ὕστερον1 ὅτι δὴ ὁ βασιλέως στρατὸς ἐπὶ Γότθων μὲν τῷ πονηρῷ ἐνταῦθα ἥκοι, Ῥωμαῖοι δὲ οὐ πείσονται οὐδὲν πρὸς αὐτοῦ ἄχαρι, ἐπανῆλθον εὐθὺς οἴκαδε ἅπαντες. ἔν τε Οὐρβισαλίᾳ ξὺν τοῖς ἀνδράσιν αἱ γυναῖκες γενόμεναι, ὅσαι γένος Ῥωμαῖαι ἦσαν, ἐπειδὴ τὸ παιδίον ἐν τοῖς σπαργάνοις περιὸν εἶδον, τὸ γεγονὸς ξυμβάλλειν οὐδαμῆ ἔχουσαι ἐν θαύματι μεγάλῳ ὅτι δὴ βιῴη πεποίηνται.2
后来,皮凯努姆人获悉皇帝的军队来到此地只是为了惩治哥特人,而罗马人绝不会从其手中遭受任何苦难,于是大家便全都立即返回了家园。在乌尔比萨利亚,罗马血统的妇人们同其丈夫一同归来,当她们看到裹在襁褓中的婴儿竟然存活时,由于完全无法理解究竟发生了何事,便将这孩子能活下来视为极大的奇迹。
καὶ τὸν τιτθὸν ἑκάστη ἐδίδου αἳ δὴ πρὸς τοῦτο ἐπιτηδείως ἔχουσαι ἔτυχον. ἀλλ’ οὔτε τὸ παιδίον ἀνθρώπειον γάλα ἔτι προσίετο καὶ ἡ αἲξ αὐτοῦ μεθίεσθαι ἥκιστα ἤθελεν, ἀλλὰ μηκωμένη ἀμφὶ τὸ παιδίον ἐνδελεχέστατα, δεινὰ τοῖς παροῦσιν ἐδόκει ποιεῖσθαι, ὅτι τῷ παιδίῳ ἄγχιστα αἱ γυναῖκες ἰοῦσαι οὕτω δὴ αὐτὸ ἐνοχλοῖεν, τό τε ξύμπαν εἰπεῖν μεταποιεῖσθαι ὡς οἰκείου τοῦ βρέφους ἠξίου.
凡是身体恰好适合哺乳的妇人,每人都尝试给婴儿喂奶。然而这孩子已不再接受人奶,而母山羊更是全然不愿放弃它;母山羊反而在婴儿周围不断咩咩叫唤,在在场之人看来,它似乎对妇人们如此挨近婴儿打扰它感到极为愤慨,总而言之,它简直就像认定这婴儿是自己的亲骨肉一样去据为己有。
καὶ ἀπ’ αὐτοῦ αἵ τε γυναῖκες τὸ παιδίον οὐκέτι ἠνώχλουν καὶ ἡ αἲξ ἀδεέστερον ἔτρεφέ τε καὶ τὰ ἄλλα ἐπιμελομένη ἐφύλαττε. διὸ δὴ Αἴγισθον οἱ ἐπιχώριοι τοῦτο δὴ τὸ παιδίον ἐκάλουν.
自此以后,妇人们便不再打扰这个婴儿,而母山羊也更无畏惧地哺育它,并在其他方面悉心照料守护。因此当地居民便称这个孩子为埃癸斯托斯。
καὶ ἡνίκα μοι ἐπιδημεῖν ἐνταῦθα ξυνέβη, ἐπίδειξιν τοῦ παραλόγου ποιούμενοι παρά τε τὸ παιδίον ἦγον καὶ αὐτὸ ἐξεπίτηδες, ἵνα βοᾷ, ἐλύπουν. καὶ τὸ μὲν τοῖς λυποῦσιν ἀχθόμενον ἔκλαεν, ἀκούσασα δὲ ἡ αἲξ ʽδιεστήκει γὰρ αὐτοῦ ὅσον λίθου βολὴν’ δρόμῳ τε καὶ μηκηθμῷ ἐχομένη πολλῷ3 παρ’ αὐτὸ ᾔει, ὕπερθέν τε αὐτοῦ ἐλθοῦσα ἔστη, ὡς μή τις αὐτὸ λυπεῖν τὸ λοιπὸν δύνηται. τὰ μὲν οὖν ἀμφὶ τῷ Αἰγίσθῳ τούτῳ τοιαῦτά ἐστι.
当我恰巧留宿该地时,当地人为了展示这一不可思议的奇事,将我引到孩子身边,并故意惹恼孩子让它啼哭。当孩子因被人招惹而痛苦啼哭时,母山羊听见了——它原本距孩子约有一掷石之遥——便一路快跑并不住大声咩咩叫着赶到孩子身边,走上前去挺立在孩子上方,以免再有任何人能够伤害到它。关于这个埃癸斯托斯的事情,便是如此一番情景。
- 6.17.6γνωσθὲν δὲ Πικηνοῖς ὕστερον
γνωσθέν 是动词 γιγνώσκω 的无人称被动不定过去时中性单数分词,充当独立宾格(accusative absolute),以其后的 ὅτι 从句作为实际主语内容(意为“当……为皮凯努姆人所知之后”)。Πικηνοῖς 为动作主体的与格(与格标示的行动者/利害关系人)。
- 6.17.7ἐν θαύματι μεγάλῳ ὅτι δὴ βιῴη πεποίηνται
ἐν θαύματι ποιοῦμαι 是一固定的迂回短语,意为“将……视作极大奇迹/深感诧异”。连接词 ὅτι 引导的内容从句中,动词 βιῴη 是 βιόω 的不定过去时主动语态愿望语气第三人称单数,用作转述语气(间接引语之愿望语气),表明从当时人们的主观认知角度看待“他竟然活着”这一事实。
- 6.17.11δρόμῳ τε καὶ μηκηθμῷ ἐχομένη πολλῷ
中被动语态现在分词 ἐχομένη 搭配方式/手段与格(δρόμῳ 与 μηκηθμῷ),构成惯用句式,意为“伴随着飞奔与阵阵高声鸣叫 / 全力奔跑并伴以长鸣”。
