- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.16.12-6.16.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在纳尔塞斯的建言以及阿里米努姆告急信函的促动下,贝利撒留制定部署,分兵三路分别自海路、沿海与内陆齐头并进解救被围军民,同时牵制奥克西穆姆的敌军。
ἢν τοίνυν ἐν τῷ παρόντι εὐημερήσωσι, τό τε φρόνημα οὐκ ἐς μακρὰν ἀπολήψονται καὶ τὸ λοιπὸν οὐκ ἐξ ἀντιπάλου μόνον ἡμῖν τῆς τόλμης, ἀλλὰ καὶ πολλῷ μειζόνως τὸν πόλεμον τόνδε διοίσουσι.
因此,如果他们在当前的情势下获胜,不久之后便会重振锐气,今后他们进行这场战争时,不仅会拥有与我们相当的胆量,甚至还会展现出大得多的勇气。
φιλοῦσι γὰρ οἱ τῶν δυσκόλων ἀπαλλασσόμενοι τῶν οὔπω δεδυστυχηκότων ἀμείνους ἀεὶ τὰς γνώμας εἶναι.”1 Ναρσῆς μὲν τοσαῦτα εἶπε.
因为正在摆脱困境的人,其心志往往总是胜过那些尚未遭遇不幸的人。”纳尔塞斯如是陈述。
Στρατιώτης δέ τις ἐξ Ἀριμίνου λαθὼν τῶν βαρβάρων τὴν φυλακὴν ἔς τε τὸ στρατόπεδον ἦλθε καὶ Βελισαρίῳ γράμματα ἔδειξεν ἃ πρὸς αὐτὸν Ἰωάννης ἔγραψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ἅπαντα ἡμᾶς τὰ ἐπιτήδεια χρόνου πολλοῦ ἐπιλελοιπέναι καὶ τὸ λοιπὸν μήτε πρὸς τὸν δῆμον ἀντέχειν ἡμᾶς ἴσθι μήτε τοὺς ἐπιόντας ἀμύνεσθαι οἵους τε εἶναι, ἀλλ’ ἑπτὰ ἡμερῶν ἀκουσίους ἡμᾶς τε αὐτοὺς καὶ πόλιν τήνδε τοῖς πολεμίοις ἐγχειριεῖν·2
此时,一名来自阿里米努姆的士兵避开了蛮族的巡哨,来到军营,将约翰写给贝利撒留的信呈递给他。 信中写道:“请知悉,我们所有的给养早在许久之前便已耗尽,此后我们既无法压制民众的骚乱,也无力击退来攻之敌,只得在七日之内不情愿地将我们自身及本城拱手交予敌人。
περαιτέρω γὰρ βιάζεσθαι τὴν παροῦσαν ἀνάγκην ἥκιστα ἔχομεν, ἥνπερ ἀπολογεῖσθαι ὑπὲρ ἡμῶν, ἤν τι οὐκ εὐπρεπὲς δράσωμεν, ἀξιόχρεων οἶμαι.”3 Ἰωάννης μὲν ἔγραψεν ὧδε. Βελισάριος δὲ διηπορεῖτό τε καὶ ἐς ἀμηχανίαν ἐπὶ πλεῖστον ἐξέπιπτε. περί τε γὰρ τοῖς πολιορκουμένοις ἐδείμαινε καὶ τοὺς ἐν Αὐξίμῳ πολεμίους ὑπώπτευε δῃώσειν μὲν ἀδεέστερον ἅπαντα περιιόντας τὰ ἐκείνῃ χωρία, σφῶν δὲ κατόπισθεν τὸ στρατόπεδον ἐνεδρεύσοντας, ἄλλως τε καὶ ἡνίκα ἂν τοῖς ἐναντίοις προσμίξειαν, πολλά τε κακὰ καὶ ἀνήκεστα, ὡς τὸ εἰκός, διεργάσεσθαι.
因为我们绝无可能进一步抗拒眼前的窘境,而倘若我们做出任何有失体面之举,我认为此等困境足以为我们开脱辩白。”约翰信中言辞即是如此。贝利撒留大感困惑,陷入了极大的为难之中。因为他既为被围困者忧虑,又怀疑奥克西穆姆的敌人会更加无所顾忌地四处劫掠该地的所有村落,并在他们背后设伏袭击营地,尤其是当他们与正面之敌交手时,依常理势必会造成诸多惨重而无可挽回的灾难。
ἔπειτα μέντοι ἐποίει τάδε. Ἀράτιον μὲν ξὺν χιλίοις ἀνδράσιν αὐτοῦ ἔλιπεν, ἐφ’ ᾧ πρὸς τῇ θαλάσσῃ στρατόπεδον ποιήσονται,4 πόλεως Αὐξίμου σταδίους διακοσίους ἀπέχον.
然而随后他采取了如下对策:他将阿拉提乌斯同千名将士留在此地,令其在距奥克西穆姆城两百斯塔狄昂的海滨安营扎寨。
οὓς δὴ ἐκέλευε μήτε πη ἐξανισταμένους ἐνθένδε ἰέναι μήτε διαμάχεσθαι τοῖς πολεμίοις, πλήν γε δὴ ὅσα ἐκ τοῦ στρατοπέδου ἀμυνομένους, ἢν ἐκεῖνοί ποτε ἐπ’ αὐτοὺς ἴωσι.
他严令他们切莫擅离该地奔赴他处,亦切莫与敌人正面交战,除非敌军主动来攻,他们才从营垒内部予以防御反击。
ταύτῃ γὰρ τοὺς βαρβάρους μάλιστα ἤλπιζεν ἄγχιστά που στρατοπεδευομένων Ῥωμαίων ἔν τε Αὐξίμῳ ἡσυχῆ μενεῖν καὶ οὔποτε κακουργήσοντας σφίσιν ἕψεσθαι.
因为他极力寄望于采取这种方式,让蛮族在罗马人于近处扎营的情况下安分留驻在奥克西穆姆,绝不会追赶他们进行袭扰。
στρατιὰν δὲ ἀξιολογωτάτην ξὺν ναυσὶν ἔπεμψεν, ἧς Ἡρωδιανός τε καὶ Οὐλίαρις καὶ Ναρσῆς Ἀρατίου ἀδελφὸς ἦρχον.
他又派遣了一支极为可观的大军随船出征,由赫罗狄亚努斯、乌利亚里斯以及阿拉提乌斯的兄弟纳尔塞斯统领。
αὐτοκράτωρ δὲ τῷ στόλῳ Ἰλδίγερ ἐφειστήκει, ᾧ δὴ εὐθὺ Ἀριμίνου Βελισάριος ἐπέστελλε πλεῖν, φυλασσομένῳ ὅπως μὴ μακρὰν ἀπολελειμμένου τοῦ πεζοῦ στρατοῦ καταίρειν ἐς τὴν ἐκείνῃ ἀκτὴν ἐγχειρήσωσιν·5 ὁδῷ γὰρ αὐτοὺς πορεύεσθαι τῆς ἠϊόνος οὐ πολλῷ ἄποθεν.
伊尔迪格担任全舰队的主帅,贝利撒留命令他径直驶往阿里米努姆,同时务必警惕,切莫在步兵大军被远远抛在后方的情况下强行在该处海岸登陆;因为步兵亦将沿距海岸不远的陆路行军。
καὶ στρατιὰν μὲν ἄλλην, ἧς Μαρτῖνος ἦρχε, ταῖς ναυσὶ ταύταις παρακολουθοῦντας κατὰ τὴν παραλίαν ἐκέλευεν ἰέναι, ἐντειλάμενος, ἐπειδὰν ἄγχιστα τῶν πολεμίων ἵκωνται, πυρὰ πλείονα καὶ οὐ κατὰ λόγον τοῦ στρατοῦ καίειν, δόκησίν τε πλήθους πολλῷ πλείονος τοῖς ἐναντίοις παρέχεσθαι.
他还命令由马丁努斯率领的另一支军队尾随这些船只沿海岸推进,并指示他们在抵达距敌极近之处时,点燃大大超出军队实际人数的大量营火,好让对手产生己方兵力远多于实际情况的错觉。
αὐτὸς δὲ ἄλλην ὁδὸν τῆς ἠϊόνος ἀπωτάτω οὖσαν ξύν τε Ναρσῇ καὶ τῷ ἄλλῳ στρατῷ διὰ πόλεως Οὐρβισαλίας ᾔει, ἣν δὴ ἐν τοῖς ἔμπροσθεν χρόνοις οὕτως Ἀλάριχος καθεῖλεν ὥστε ἄλλο γε αὐτῇ οὐδ’ ὁτιοῦν ἀπολέλειπται τοῦ πρότερον κόσμου, ὅτι μὴ πύλης μιᾶς καὶ τῆς κατασκευῆς τοῦ ἐδάφους λείψανόν τι βραχύ.
贝利撒留本人则与纳尔塞斯及麾下其余部队取道远离海岸的另一条陆路,途经乌尔比萨利亚城;在先前的年代里,阿拉里克曾将该城彻底摧毁,以致昔日的华美除了一座城门的以及地面建筑的一点微小残迹之外,荡然无存。
- 6.16.13φιλοῦσι γὰρ οἱ τῶν δυσκόλων ἀπαλλασσόμενοι τῶν οὔπω δεδυστυχηκότων ἀμείνους ἀεὶ τὰς γνώμας εἶναι.
动词 φιλοῦσι 与不定式 εἶναι 连用,表示惯常倾向(“往往”、“向来”)。不定式的逻辑主语是分词短语 οἱ τῶν δυσκόλων ἀπαλλασσόμενοι(“正在脱离险阻之人”),ἀμείνους 为其主语补足语(主格复数)。τῶν οὔπω δεδυστυχηκότων 作比较属格(“比起尚未遭遇不幸之人”),τὰς γνώμας 则为限定宾格/关系宾格(“在心志方面”)。
- 6.16.15ἑπτὰ ἡμερῶν ἀκουσίους ἡμᾶς τε αὐτοὺς καὶ πόλιν τήνδε τοῖς πολεμίοις ἐγχειριεῖν
ἑπτὰ ἡμερῶν 为时间范围属格,表示“在七天之内”。形容词 ἀκουσίους 处于谓语位置,与 ἡμᾶς τε αὐτούς 保持性数格一致,作状语修饰(“违心地”、“身不由己地”)。ἐγχειριεῖν 是动词 ἐγχειρίζω 的将来时不定式,由前文的祈使动词 ἴσθι(“当知……”)引导,构成间接引语。
- 6.16.16ἥνπερ ἀπολογεῖσθαι ὑπὲρ ἡμῶν, ἤν τι οὐκ εὐπρεπὲς δράσωμεν, ἀξιόχρεων οἶμαι.
关系代词 ἥνπερ 的先行词是前文的 τὴν παροῦσαν ἀνάγκην。全句为受 οἶμαι(“我认为”)支配的带宾格的不定式结构:此处省略系动词 εἶναι,ἥνπερ 充当逻辑主语宾格,ἀξιόχρεων 充当谓语形容词(阴性单数宾格)并支配补充不定式 ἀπολογεῖσθαι,整体意为“我认为眼前的危难足以为我们开脱辩护”。
- 6.16.18ἐφ’ ᾧ πρὸς τῇ θαλάσσῃ στρατόπεδον ποιήσονται
介词连语 ἐφ' ᾧ 与将来时直陈式(ποιήσονται)连用,引导条件或目的从句,意为“在……的条件下 / 为了在此扎营”。
- 6.16.22ᾧ δὴ εὐθὺ Ἀριμίνου Βελισάριος ἐπέστελλε πλεῖν, φυλασσομένῳ ὅπως μὴ μακρὰν ἀπολελειμμένου τοῦ πεζοῦ στρατοῦ καταίρειν ἐς τὴν ἐκείνῃ ἀκτὴν ἐγχειρήσωσιν
分词 φυλασσομένῳ 为与格,修饰指代伊尔迪格的关系代词 ᾧ,作伴随分词(“警惕着……”)。φυλάσσομαι ὅπως μή 引导带有从属虚拟式动词(ἐγχειρήσωσιν)的防备/谨慎从句。其中 μακρὰν ἀπολελειμμένου τοῦ πεζοῦ στρατοῦ 构成了独立属格结构(“在步兵部队被远远甩在后面的情况下”)。
