- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.16.1-6.16.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留与纳尔塞斯在菲尔穆姆会师后召开军事会议。大部分将领指责受困的约翰并主张先攻奥克西穆姆,而纳尔塞斯则发表演说,力陈即刻解救阿里米努姆之围的紧迫性与至关重要性。
Βελισάριος δὲ καὶ Ναρσῆς ξὺν ἀμφοτέροις στρατεύμασιν ἀλλήλοις ἀνεμίγνυντο ἀμφὶ πόλιν Φίρμον, ἣ κεῖται μὲν παρὰ τὴν ἠϊόνα τοῦ Ἰονίου κόλπου, ἀπέχει δὲ Αὐξίμου πόλεως ἡμέρας ὁδόν.
贝利撒留与纳尔塞斯各率所部军队在菲尔穆姆城附近会合,该城坐落于伊奥尼亚湾之滨,距奥克西穆姆城有一日路程。
ἐνταῦθα δὲ ξὺν πᾶσι τοῖς τοῦ στρατοῦ ἄρχουσιν ἐν βουλῇ ἐποιοῦντο, ὅπη ποτὲ σφίσι πρότερον ἐπὶ τοὺς πολεμίους ἰοῦσι μᾶλλον ξυνοίσει.1
在此处,他们与全军的所有将领共同商议,究竟先向何处的敌人进击对他们更为有利。
ἤν τε γὰρ ἐπὶ τοὺς Ἀρίμινον πολιορκοῦντας χωρήσειαν, τοὺς ἐν Αὐξίμῳ ὑπώπτευον μὴ κατὰ νώτου ἰόντες σφᾶς τε καὶ Ῥωμαίους τοὺς ταύτῃ ᾠκημένους τὰ ἀνήκεστα, ὡς τὸ εἰκός, δράσωσι, καὶ ἀμφὶ τοῖς πολιορκουμένοις ἐδείμαινον μὴ τῇ ἀπορίᾳ τῶν ἀναγκαίων δεινόν τι πάθωσιν.2
因为他们一方面考虑到,如果进军攻打围攻阿里米努姆之敌,驻留在奥克西穆姆的敌人很可能会迂回至他们后方,依常理势必会对他们自身及定居该地的罗马人造成无可挽回的祸患;而另一方面,他们又为被围困者担忧,唯恐其因缺乏生活必需品而遭遇不测之祸。
οἱ μὲν οὖν πλεῖστοι Ἰωάννῃ χαλεπῶς ἔχοντες ἐποιοῦντο τοὺς λόγους. ἐπεκάλουν γάρ οἱ ὅτι θράσει τε ἀλογίστῳ καὶ χρημάτων πολλῶν ἔρωτι ἐς τόσον κινδύνου ἀφίκοιτο, καὶ οὐκ ἐν τάξει οὐδὲ ᾗ Βελισάριος ἐξηγεῖτο ἐῴη τὰ τοῦ πολέμου περαίνεσθαι.
于是,绝大多数将领因对约翰怀有怨忿而纷纷发言。他们指责约翰因盲目的狂妄与对巨资的贪婪而陷入如此巨大的险境,并且不按规矩行事,也不遵照贝利撒留的部署来推进战局。
Ναρσῆς δὲ ʽκαὶ γάρ οἱ φίλτατος ἦν Ἰωάννης ἀνθρώπων ἁπάντων’ δείσας μὴ Βελισάριος πρὸς τὰ τοῖς ἄρχουσιν εἰρημένα ἐνδοὺς ἐν δευτέρῳ τὰ ἐν Ἀριμίνῳ πράγματα θῆται ἔλεξε τοιάδε·
但纳尔塞斯——因为在所有人中约翰与他交情最深——唯恐贝利撒留听从将领们的言论而将阿里米努姆的战况置于次要地位,便陈词如下:
“Οὐκ ἐν τοῖς εἰωθόσι διαλογίζεσθε, ἄνδρες ἄρχοντες, οὐδὲ ὑπὲρ ὧν ἄν τις εἰκότως ἀμφιγνοήσειε τὴν βουλὴν ἔχετε, ἀλλ’ ἐν οἷς πάρεστι καὶ τοῖς ἐς πολέμου πεῖραν οὐδεμίαν ἐλθοῦσι τὴν αἵρεσιν αὐτοσχεδιάζουσιν ἑλέσθαι τὰ κρείσσω.
“诸位将领,你们所权衡的并非司空见惯之事,你们所商榷的亦非人们按理可能会迟疑不决之题;相反,在这件事情上,即使完全没有战争经验之人,也能当机立断地挑出上策。
εἰ μὲν γὰρ ὅ τε κίνδυνος ἐν ἴσῳ εἶναι δοκεῖ καὶ βλάβος ἑκατέρωθεν τοῖς γε ἀποτυχοῦσιν ἀντίπαλον. βουλεύεσθαί τε ἱκανῶς ἄξιον καὶ λογισμῶν ἐπὶ πλεῖστον ἰοῦσιν οὕτω ποιεῖσθαι τὴν ὑπὲρ τῶν παρόντων διάγνωσιν.
因为如果双方的危险看似相当,且对失策者而言两方的损失旗鼓相当,那么充分商讨、在殚精竭虑之后再对眼下的局势作出决断,确实是极其恰当的。
ἡμεῖς δὲ εἰ μὲν τὴν ἐς Αὔξιμον προσβολὴν ἐς ἄλλον τινὰ χρόνον ἀποθέσθαι βουλοίμεθα, τὴν ζημίαν ἐν τοῖς ἀναγκαίοις οὐδαμῶς ἕξομεν· τί γὰρ ἂν μεταξὺ τὸ διαλλάσσον εἴη; ἐν Ἀριμίνῳ δέ, ὡς τὸ εἰκός, σφαλέντες, εἰ μὴ λίαν πικρὸν εἰπεῖν ᾖ, τὴν Ῥωμαίων ἰσχὺν καταλύσομεν.
但对我们而言,如果我们打算将对奥克西穆姆的进攻推迟到另一个时期,我们在必需之物上绝不会蒙受损失;因为在这期间能有何变故?而在阿里米努姆,倘若不出所料遭遇挫败,恕我直言不讳,我们将彻底瓦解罗马的国力。
εἰ μὲν οὖν Ἰωάννης ἐς τὰς σὰς ἐντολὰς ὕβρισεν, ἄριστε Βελισάριε, πολλήν γε τὴν δίκην ἔχεις παρ’ ἐκείνου λαβών, ἐπεί σοι πάρεστι σώζειν τε τὸν ἐπταικότα καὶ τοῖς πολεμίοις προΐεσθαι.
因此,至尊的贝利撒留,即使约翰曾经冒犯了你的指令,你已从他身上讨得了足够的惩罚,因为挽救这个犯错者还是将其弃之于敌手,全在你的掌握之中。
σκόπει δὲ μὴ τὰς ποινὰς ὧν Ἰωάννης ἀγνοήσας ἥμαρτε παρὰ βασιλέως τε καὶ ἡμῶν λάβῃς.3 εἰ γὰρ νῦν Ἀρίμινον ἐξέλωσι Γότθοι, στρατηγόν τε αὐτοῖς Ῥωμαίων δραστήριον καὶ στράτευμα ὅλον καὶ πόλιν κατήκοον βασιλεῖ δορυάλωτον πεποιῆσθαι ξυμβήσεται.
但请千万注意,切莫将约翰因愚昧所犯之罪的惩治,施加在皇帝和我们身上。因为倘若如今哥特人攻克了阿里米努姆,结果势必是他们生擒了一名能干的罗马将领、整支军队,并掳获了一座顺服于皇帝的城池。
καὶ οὐκ ἄχρι τούτου στήσεται τὸ δεινόν, ἀλλὰ καὶ ξύμπασαν καταστῆσαι τὴν τοῦ πολέμου δυνήσεται τύχην. οὑτωσὶ γὰρ λογίζου περὶ τῶν πολεμίων, ὡς πλήθει μὲν στρατιωτῶν ἔτι καὶ νῦν ἡμῶν παρὰ πολὺ προὔχουσιν, ἐς ἀνανδρίαν δὲ οἷς πολλάκις ἐσφάλησαν ἐμπεπτώκασιν. εἰκότως· τὸ γὰρ τῆς τύχης ἐναντίωμα πᾶσαν αὐτῶν τὴν παρρησίαν ἀφείλετο.
而灾祸不仅止于此,更足以决定整场战争的全局运势。因为你应当这样看待敌人:就兵力总数而言,他们至今仍远胜我们,但由于多次惨遭挫败,他们已陷入怯懦。这本是理所当然的;因为命运的逆转已剥夺了他们所有的胆气。”
- 6.16.2ὅπη ποτὲ σφίσι πρότερον ἐπὶ τοὺς πολεμίους ἰοῦσι μᾶλλον ξυνοίσει
间接疑问从句由 ὅπη 结合副词 ποτέ 引导(意为“究竟向何方/以何种方式”)。分词 ἰοῦσι 在与格上与代词 σφίσι 一致,充当非人称动词 ξυνοίσει(“将会有利于”)的关涉对象。
- 6.16.3ὑπώπτευον μὴ ... δράσωσι, καὶ ... ἐδείμαινον μὴ ... πάθωσιν
由表示疑虑与恐惧的动词 ὑπώπτευον 和 ἐδείμαινον 引出的从属从句,连词 μή 与虚拟语气动词(δράσωσι, πάθωσιν)搭配,构成标准的顾虑从句(意为“唯恐……/担心……”)。
- 6.16.10σκόπει δὲ μὴ τὰς ποινὰς ὧν Ἰωάννης ἀγνοήσας ἥμαρτε παρὰ βασιλέως τε καὶ ἡμῶν λάβῃς
成语 ποινὰς λαμβάνειν παρά τινος 通常意为“向某人索要罚金/向某人问罪处刑”。此处为修辞性反语用法:纳尔塞斯警告贝利撒留切莫“因约翰所犯之过而向皇帝和我们索要惩处”(即不要让皇帝和全军为约翰的失误承担灾难性代价)。关系代词 ὧν 被吸引至其省略的先行词的属格。
