← 普罗科皮乌斯

战史

§6.15.19-6.15.36

斯克里蒂芬尼人的习俗与赫鲁利人的王位继承

本段记叙了图勒岛斯克里蒂芬尼人的狩猎与育儿习俗,以及全岛住民的神灵信仰与活人祭祀仪式;随后记述了定居在罗马领内的赫鲁利人在弑君后自图勒迎来新王,因抗拒查士丁尼皇帝派遣的苏阿尔图阿斯而最终倒向格皮德人的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.15.19

καὶ κρέασι μὲν θηρίων ἀεὶ τῶν ἁλισκομένων σιτίζονται, τὰ δέρματα δὲ ἀμφιέννυνται, ἐπεί τε αὐτοῖς οὔτε λίνον οὔτε ὄργανον ὅτῳ ῥάπτοιέν ἐστιν, οἱ δὲ τῶν θηρίων τοῖς νεύροις τὰ δέρματα ἐς ἄλληλα ταῦτα ξυνδέοντες οὕτω δὴ ἐς τὸ σῶμα ὅλον ἀμπίσχονται.1

他们始终以捕获的野兽之肉为食,并身裹兽皮;由于他们既无亚麻,亦无缝纫之工具,他们便用野兽的筋将这些兽皮系结在一起,以此包裹全身。

§6.15.20

οὐ μὴν οὐδὲ τὰ βρέφη αὐτοῖς κατὰ ταὐτὰ τιθηνοῦνται τοῖς ἄλλοις ἀνθρώποις.

此外,他们抚育婴儿的方式亦与其他人不同。

§6.15.21

οὐ γὰρ σιτίζονται Σκριθιφίνων παιδία γυναικῶν γάλακτι οὐδὲ μητέρων ἅπτονται τιτθοῦ, ἀλλὰ ζῴων τῶν ἁλισκομένων τοῖς μυελοῖς ἐκτρέφονται μόνοις.

因为斯克里蒂芬尼人的孩童既不以女人的乳汁为食,亦不接触母亲的乳房,而是完全以捕获动物的骨髓来抚养。

§6.15.22

ἐπειδὰν οὖν γυνὴ τάχιστα τέκοι, δέρματι τὸ βρέφος ἐμβαλομένη κρεμᾷ μὲν εὐθὺς ἐπὶ δένδρου τινός, μυελὸν δέ οἱ ἐπὶ τοῦ στόματος ἐνθεμένη ξὺν τῷ ἀνδρὶ ἐπὶ τὴν εἰωθυῖαν στέλλεται θήραν. ἐπὶ κοινῇ γὰρ τά τε ἄλλα δρῶσι καὶ τὸ ἐπιτήδευμα μετίασι τοῦτο.

因此,当妇人生下孩子后,便立即将婴儿放入一张兽皮中,挂在某一棵树上,将骨髓塞入其口中,随即与丈夫一同前往惯常的狩猎之地。因为他们行其他诸事皆共同协作,亦共同从事这一营生。

§6.15.23

τούτοις μὲν οὖν δὴ τοῖς βαρβάροις τὰ ἐς τὴν δίαιταν ταύτῃ πη ἔχει. Οἱ μέντοι ἄλλοι Θουλῖται ὡς εἰπεῖν ἅπαντες οὐδέν τι μέγα διαλλάσσουσι τῶν ἄλλων ἀνθρώπων, θεοὺς μέντοι καὶ δαίμονας πολλοὺς σέβουσιν, οὐρανίους τε καὶ ἀερίους, ἐγγείους τε καὶ θαλασσίους, καὶ ἄλλα ἄττα δαιμόνια ἐν ὕδασι πηγῶν τε καὶ ποταμῶν εἶναι λεγόμενα.

这些蛮族的日常生活大抵如此。然而,其他图勒人可以说全都与其他人并无太大差异;不过他们敬奉许多神祇与精灵,包括天界的、空中的、陆地的与海洋的,以及传说栖息在泉水与河流中的其他精灵。

§6.15.24

θύουσι δὲ ἐνδελεχέστατα ἱερεῖα πάντα καὶ ἐναγίζουσι, τῶν δὲ ἱερείων σφίσι τὸ κάλλιστον ἄνθρωπός ἐστιν ὅνπερ δορυάλωτον ποιήσαιντο πρῶτον·

他们不断奉献一切祭牲并举行祭祀,而在他们看来最为贵重的祭牲,乃是他们最先生擒为战俘之人。

§6.15.25

τοῦτον γὰρ τῷ Ἄρει θύουσιν, ἐπεὶ θεὸν αὐτὸν νομίζουσι μέγιστον εἶναι. ἱερεύονται δὲ τὸν αἰχμάλωτον οὐ θύοντες μόνον, ἀλλὰ καὶ ἀπὸ ξύλου κρεμῶντες, καὶ ἐς τὰς ἀκάνθας ῥιπτοῦντες, ταῖς ἄλλαις τε κτείνοντες θανάτου ἰδέαις οἰκτίσταις.

因为他们将此人献祭给阿瑞斯,视其为至尊之神。他们祭献俘虏时不仅将其宰杀,还将他悬挂于树上、掷于荆棘之中,或以其他最凄惨的致死方式加以杀害。

§6.15.26

οὕτω μὲν Θουλῖται βιοῦσιν. ὧν ἔθνος ἓν πολυάνθρωπον οἱ Γαυτοί εἰσι, παρ’ οὓς δὴ Ἐρούλων τότε οἱ ἐπηλύται ἱδρύσαντο.

图勒人便是这般生活的。在他们当中有一个人口众多的部族是戈特人,当年赫鲁利人的迁徙者便定居在他们身旁。

§6.15.27

Νῦν δὲ Ἔρουλοι οἳ δὴ παρὰ Ῥωμαίοις ᾤκηνται, φόνου σφίσι τοῦ βασιλέως ἐξειργασμένου,2 ἔπεμψαν τῶν λογίμων τινὰς ἐς Θούλην τὴν νῆσον, τοὺς διερευνησομένους τε καὶ κομιοῦντας, ἤν τινα ἐνταῦθα εὑρεῖν αἵματος τοῦ βασιλείου οἷοί τε ὦσιν.

如今,定居在罗马人境内的赫鲁利人因自己弑杀了他们的国王,便派遣族中的一些显贵前往图勒岛,去搜寻并带回他们若能在当地找到的王室血脉之人。

§6.15.28

ἐπεί τε οἱ ἄνδρες οὗτοι ἐν τῇ νήσῳ ἐγένοντο, πολλοὺς μὲν ἐνταῦθα γένους τοῦ βασιλείου εὗρον, ἕνα μέντοι ἀπολέξαντες ὅσπερ αὐτοῖς μάλιστα ἤρεσκεν, ὀπίσω ἀναστρέφοντες ξὺν αὐτῷ ᾔεσαν.

当这些人抵达该岛后,在当地找到了许多王室血统之人,他们挑选了最合心意的一人,便与他一同踏上归途。

§6.15.29

ὃς δὴ ἐπεὶ ἐν Δανοῖς ἐγένετο, τελευτᾷ νόσῳ. διὸ δὴ αὖθις οἱ ἄνδρες οὗτοι ἐν τῇ νήσῳ γενόμενοι ἕτερον ἐπηγάγοντο Δάτιον ὄνομα. ᾧ δὴ ὅ τε ἀδελφὸς Ἄορδος εἵπετο καὶ τῶν ἐν Θούλῃ Ἐρούλων νεανίαι διακόσιοι.

然而此人行至丹麦人之地时染病身亡。因此这些人再度折返该岛,带回了另一位名叫达提乌斯的人。他的兄弟奥尔杜斯以及两百名图勒赫鲁利青年与他同行。

§6.15.30

χρόνου δὲ αὐτοῖς ἐν τῇ πορείᾳ ταύτῃ τριβέντος συχνοῦ Ἐρούλοις τοῖς ἀμφὶ Σιγγιδόνον ἔννοια γέγονεν ὡς οὐ τὰ ξύμφορα σφίσιν αὐτοῖς ποιοῖεν ἐκ Θούλης ἀρχηγὸν ἐπαγόμενοι Ἰουστινιανοῦ βασιλέως οὔτι ἐθελουσίου.

由于他们在这趟行程中耗费了大量时间,辛吉杜努姆周围的赫鲁利人便心生忧虑,认为在查士丁尼皇帝绝不同意的情况下擅自自图勒迎立领袖,对自己而言恐非明智之举。

§6.15.31

πέμψαντες οὖν ἐς Βυζάντιον βασιλέως ἐδέοντο ἄρχοντα σφίσι πέμψαι, ὃν ἂν αὐτῷ βουλομένῳ εἴη.3

于是他们遣使前往拜占庭,请求皇帝派出他中意的统治者来治理他们。

§6.15.32

ὁ δὲ αὐτοῖς τῶν τινα Ἐρούλων ἐκ παλαιοῦ διατριβὴν ἐνταῦθα ἔχοντα εὐθὺς ἔπεμψε, Σουαρτούαν ὄνομα.

皇帝便立即派遣了一位长期逗留当地的赫鲁利人,名叫苏阿尔图阿斯。

§6.15.33

ὅνπερ Ἔρουλοι εἶδον μὲν τὰ πρῶτα καὶ προσεκύνησαν ἄσμενοι ἐπιστέλλοντί τε τὰ εἰωθότα ἐπήκουον· ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον ἧκέ τις ἀγγέλλων τοὺς ἐκ Θούλης νήσου ἄγχιστά πη εἶναι.

赫鲁利人初见他时满心欢喜,向他俯首致敬,并遵从他所发布的惯常政令;但过了没几天,有人前来通报,自图勒岛来的人已近在咫尺。

§6.15.34

καὶ Σουαρτούας μὲν ὡς ἀπολέσων αὐτοὺς ὑπαντιάζειν ἐκέλευεν, Ἔρουλοι δὲ τὸ βούλευμα ἐπαινέσαντες εὐθὺς εἵποντο.

苏阿尔图阿斯下令前去迎击以将其剿灭,赫鲁利人称赞该计策并立即随行。

§6.15.35

ἐπεὶ δὲ ἡμέρας ὁδῷ ἀλλήλων διεῖχον, νύκτωρ μὲν ἀφέντες αὐτὸν ἅπαντες ἐς τοὺς ἐπηλύτας αὐτόμολοι ἦλθον, αὐτὸς δὲ μόνος ἐς Βυζάντιον ἀποδρὰς ᾤχετο.

然而当双方相距仅有一日路程时,赫鲁利人在夜间全都弃他而去,作为叛降者投奔了新来的人;苏阿尔图阿斯自己则独自逃回了拜占庭。

§6.15.36

καὶ βασιλεὺς μὲν πάσῃ δυνάμει κατάγειν ἐς τὴν ἀρχὴν αὐτὸν ἐν σπουδῇ ἐποιεῖτο, Ἔρουλοι δὲ δύναμιν τῶν Ῥωμαίων δειμαίνοντες Γήπαισι προσχωρεῖν ἔγνωσαν. αὕτη μὲν Ἐρούλοις αἰτία τῆς ἀποστάσεως γέγονε.

皇帝极力设法欲以一切力量恢复他的统治,但赫鲁利人惧怕罗马的武力,决意归顺格皮德人。这便是赫鲁利人叛乱的起因。

语法注3 条
  1. 6.15.19ἐπεί τε αὐτοῖς οὔτε λίνον οὔτε ὄργανον ὅτῳ ῥάπτοιέν ἐστιν, οἱ δὲ τῶν θηρίων τοῖς νεύροις τὰ δέρματα ἐς ἄλληλα ταῦτα ξυνδέοντες οὕτω δὴ ἐς τὸ σῶμα ὅλον ἀμπίσχονται

    这是由 ἐπεί 引导的原因从句之后,在主句开头使用承接小词 δέ(apodotic de)的破折句式(anacoluthon)。代词 οἱ 附带 δέ 重新确立了因前面工具匮乏的说明而中断的句子主语,进而引向分词 ξυνδέοντες 及主谓语动词 ἀμπίσχονται。

  2. 6.15.27φόνου σφίσι τοῦ βασιλέως ἐξειργασμένου

    这是一个属格绝对独立结构(φόνου... ἐξειργασμένου),内部嵌入了与格代词 σφίσι。该与格在此处充当行为者与格或关涉与格(dativus auctoris),表明赫鲁利人自己弑杀了本民族的君王。

  3. 6.15.31ὃν ἂν αὐτῷ βουλομένῳ εἴη

    这是由人称代词与格(αὐτῷ)、意愿分词(βουλομένῳ)以及系动词希求语气(εἴη)结合构成的古典惯用句式。由关系词 ὃν ἄν 引出,表示“凡随皇帝意愿的”或“凡合乎其心意之人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.15.19-6.15.36