- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.15.1-6.15.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述战败的赫鲁利人中有一支迁往北方的图勒岛,详述了图勒极昼与极夜的奇景、岛民计算日期的方法、庆祝重见天日的节日,以及野蛮生活的斯克里蒂芬尼人的习俗。
Ἡνικα Ἔρουλοι Λαγγοβαρδῶν ἡσσηθέντες τῇ μάχῃ ἐξ ἠθῶν τῶν πατρίων ἀνέστησαν, οἱ μὲν αὐτῶν, ὥσπερ μοι ἔμπροσθεν δεδιήγηται, ᾠκήσαντο ἐς τὰ ἐν Ἰλλυριοῖς χωρία, οἱ δὲ δὴ ἄλλοι Ἴστρον ποταμὸν διαβαίνειν οὐδαμῆ ἔγνωσαν, ἀλλ’ ἐς αὐτάς που τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἱδρύσαντο·
当赫鲁利人在战斗中被伦巴底人击败并离开祖先的故土时,其中一部分人正如我前文所述,在伊利里亚的各处定居下来,而其余的人则决意绝不渡过伊斯特罗斯河,反而定居在有人居住的世界的极边之地。
οὗτοι γοῦν πολλῶν ἐκ τοῦ βασιλείου αἵματος ἡγουμένων σφίσιν ἤμειψαν μὲν τὰ Σκλαβηνῶν ἔθνη ἐφεξῆς ἅπαντα, ἔρημον δὲ χώραν διαβάντες ἐνθένδε πολλὴν ἐς τοὺς Οὐάρνους καλουμένους ἐχώρησαν.
这些人在许多王室血统者的率领下,依次穿过了斯拉夫人的各个部族,随后越过一片辽阔的无人荒原,来到了所谓的瓦尔尼人那里。
μεθ’ οὓς δὴ καὶ Δανῶν τὰ ἔθνη παρέδραμον οὐ βιαζομένων σφᾶς τῶν τῇδε βαρβάρων.
在他们之后,赫鲁利人又穿过了丹麦人的各部族,当地的蛮族并未对他们施加任何暴力阻拦。
ἐνθένδε τε ἐς ὠκεανὸν ἀφικόμενοι ἐναυτίλλοντο, Θούλῃ τε προσχόντες τῇ νήσῳ αὐτοῦ ἔμειναν. Ἔστι δὲ ἡ Θούλη μεγίστη ἐς ἄγαν· Βρεττανίας γὰρ αὐτὴν πλέον ἢ δεκαπλασίαν ξυμβαίνει εἶναι.
自此他们抵达大洋,登舟航行,靠泊于图勒岛并在那里留居下来。图勒岛极为巨大,实际上比不列颠要大十倍以上。
κεῖται δὲ αὐτῆς πολλῷ ἄποθεν πρὸς βορρᾶν ἄνεμον. ἐν ταύτῃ τῇ νήσῳ γῆ μὲν ἔρημος ἐκ τοῦ ἐπὶ πλεῖστον τυγχάνει οὖσα, ἐν χώρᾳ δὲ τῇ οἰκουμένῃ ἔθνη τριακαίδεκα πολυανθρωπότατα ἵδρυται· βασιλεῖς τέ εἰσι κατὰ ἔθνος ἕκαστον.
它位于远离不列颠朝向北风之处。在这座岛上,土地大半荒无人烟,但在有人居住的区域内定居着十三个极为繁庶的部族,且每个部族皆有其君王。
ἐνταῦθα γίνεταί τι ἀνὰ πᾶν ἔτος θαυμάσιον οἷον.1 ὁ γὰρ ἥλιος ἀμφὶ θερινὰς μὲν τροπὰς μάλιστα ἐς ἡμέρας τεσσαράκοντα οὐδαμῆ δύει, ἀλλὰ διηνεκῶς πάντα τοῦτον τὸν χρόνον ὑπὲρ γῆς φαίνεται.
在此地每年都会发生一件令人称奇的奇观。大约在夏至前后约四十天的时间里,太阳完全不下落,而是整整这段时间内持续不断地显露在地表之上。
μησὶ δὲ οὐχ ἧσσον ἢ ἓξ ὕστερον ἀμφὶ τὰς χειμερινάς που τροπὰς ἥλιος μὲν ἐς ἡμέρας τεσσαράκοντα τῆς νήσου ταύτης οὐδαμῆ φαίνεται, νὺξ δὲ αὐτῆς ἀπέραντος κατακέχυται· κατήφειά τε ἀπ’ αὐτοῦ ἔχει πάντα τοῦτον τὸν χρόνον τοὺς τῇδε ἀνθρώπους, ἐπεὶ ἀλλήλοις ἐπιμίγνυσθαι μεταξὺ οὐδεμιᾷ μηχανῇ ἔχουσιν.
不少于六个月之后,大约在冬至前后,太阳在这座岛上有四十天完全不出现,无边无际的黑夜笼罩着它;因此,当地的人们在这整段时间内皆陷入沮丧消沉之中,因为在此期间他们完全无法互相往来交流。
ἐμοὶ μὲν οὖν ἐς ταύτην ἰέναι τὴν νῆσον τῶν τε εἰρημένων αὐτόπτῃ γενέσθαι, καίπερ γλιχομένῳ, τρόπῳ οὐδενὶ ξυνηνέχθη.
至于我本人,虽然极切渴望前往该岛并亲眼见证所说的一切,但终究未能如愿。
τῶν μέντοι ἐς ἡμᾶς ἐνθένδε ἀφικομένων ἐπυνθανόμην ὅπη ποτὲ οἷοί τέ εἰσι τῶν ἡμερῶν λογίζεσθαι τὸ μέτρον οὔτε ἀνίσχοντος οὔτε δύοντος τοῖς καθήκουσι χρόνοις ἐνταῦθα ἡλίου. οἵπερ ἐμοὶ λόγον ἀληθῆ τε καὶ πιστὸν ἔφρασαν.
然而,我向从当地来到我们这里的那些人打听,在当地太阳既不在应有时辰升起也不在应有时辰落下的情况下,他们究竟如何能够计算出日数的尺度。他们向我讲述了一番真实且可信的缘由。
τὸν γὰρ ἥλιόν φασι τὰς τεσσαράκοντα ἡμέρας ἐκείνας οὐ δύειν μέν, ὥσπερ εἴρηται, φαίνεσθαι δὲ τοῖς ταύτῃ ἀνθρώποις πὴ μὲν πρὸς ἕω, πὴ δὲ πρὸς ἑσπέραν.
因为他们说,在那四十天里,太阳正如前文所述确实不落下,但对当地的人而言,它时而显现在东方,时而显现在西方。
ἐπειδὰν οὖν ἐπανιὼν αὖθις ἀμφὶ τὸν ὁρίζοντά τε γινόμενος ἐς τὸν αὐτὸν ἀφίκηται χῶρον, οὗπερ αὐτὸν ἀνίσχοντα τὰ πρότερα ἑώρων, ἡμέραν οὕτω καὶ νύκτα μίαν παρῳχηκέναι διαριθμοῦνται.
因此,每当太阳再度回转并接近地平线,回到他们原先见到它升起的位置时,他们便据此推算过去了一昼一夜。
καὶ ἡνίκα μέντοι ὁ τῶν νυκτῶν χρόνος ἀφίκηται, τῆς τε σελήνης τῶν τε ἄστρων ἀεὶ τοῖς δρόμοις τεκμηριούμενοι τὸ τῶν ἡμερῶν λογίζονται μέτρον.
此外,当长夜的时节来临时,他们始终通过月亮和群星的运行轨迹来推算日数的尺度。
ὁπηνίκα δὲ πέντε καὶ τριάκοντα ἡμερῶν χρόνος τῇ μακρᾷ ταύτῃ διαδράμοι νυκτί, στέλλονταί τινες ἐς τῶν ὀρῶν τὰς ὑπερβολάς, εἰθισμένον αὐτοῖς τοῦτό γε, τόν τε ἥλιον ἀμηγέπη ἐνθένδε ὁρῶντες ἀπαγγέλλουσι τοῖς κάτω ἀνθρώποις, ὅτι δὴ πέντε ἡμερῶν ἥλιος αὐτοὺς καταλάμψοι.2
而当漫漫长夜经过了三十五天之时,便会有人被派往山巅之上——这已成为他们的习俗——他们从那里以某种方式遥望到太阳后,便向山下的人们通报,在五天之内太阳便将重新照耀他们。
οἱ δὲ πανδημεὶ πανηγυρίζουσιν εὐαγγέλια καὶ ταῦτα ἐν σκότῳ. αὕτη τε Θουλίταις ἡ μεγίστη τῶν ἑορτῶν ἐστι· δοκοῦσι γάρ μοι περιδεεῖς ἀεὶ γίνεσθαι οἱ νησιῶται οὗτοι, καίπερ ταὐτὸ συμβαῖνον σφίσιν ἀνὰ πᾶν ἔτος,3 μή ποτε αὐτοὺς ἐπιλείποι τὸ παράπαν ὁ ἥλιος.
于是全岛民众举行盛大的庆典以庆祝这一喜讯,即便彼时仍处于黑暗之中。这是图勒人最为隆重的节日;因为在我看来,这些岛民虽然年年经历同样的事,却始终心怀极大恐惧,唯恐太阳会彻底将他们抛弃。
Τῶν δὲ ἱδρυμένων ἐν Θούλῃ βαρβάρων ἓν μόνον ἔθνος, οἳ Σκριθίφινοι ἐπικαλοῦνται, θηριώδη τινὰ βιοτὴν ἔχουσιν. οὔτε γὰρ ἱμάτια ἐνδιδύσκονται οὔτε ὑποδεδεμένοι βαδίζουσιν οὔτε οἶνον πίνουσιν οὔτε τι ἐδώδιμον ἐκ τῆς γῆς ἔχουσιν.
在定居于图勒的蛮族中,只有一个被称为斯克里蒂芬尼人的部族过着如同野兽般的生活。因为他们既不穿衣服,也不着鞋履走路,既不饮葡萄酒,也不从土地中获取任何可食之物。
οὔτε γὰρ αὐτοὶ γῆν γεωργοῦσιν οὔτε τι αὐτοῖς αἱ γυναῖκες ἐργάζονται, ἀλλὰ ἄνδρες ἀεὶ ξὺν ταῖς γυναιξὶ τὴν θήραν μόνην ἐπιτηδεύουσι.
因为他们自己不耕作土地,女人们也不为他们做任何劳作,而是男人们始终与女人们一同只从事狩猎。
θηρίων τε γὰρ καὶ ἄλλων ζῴων μέγα τι χρῆμα4 αἵ τε ὗλαι αὐτοῖς φέρουσι, μεγάλαι ὑπερφυῶς οὖσαι, καὶ τὰ ὄρη ἃ ταύτῃ ἀνέχει.
因为极为广袤的森林以及该地耸立的群山,为他们提供了数量极其惊人的野兽及其他动物。
- 6.15.6θαυμάσιον οἷον
一种惯用表达,其中关系代词 οἷον 与形容词连用带有感叹色彩(类似 θαυμαστὸν ὅσον),在此处与不定代词 τι 结合充当表语,意为“极其令人惊奇的事物”。
- 6.15.13ὅτι δὴ πέντε ἡμερῶν ἥλιος αὐτοὺς καταλάμψοι
属格 πέντε ἡμερῶν 表示时间范围(在此时间之内),意为“在五日之内”。从属节动词 καταλάμψοι 为间接引语中的将来希求法,替代了直陈式将来时(καταλάμψει),用于主句表习惯的现在时(ἀπαγγέλλουσι)之后(晚期希腊语中在主要时态后亦可用希求法)。
- 6.15.15καίπερ ταὐτὸ συμβαῖνον σφίσιν ἀνὰ πᾶν ἔτος
非人称分词 συμβαῖνον 与 καίπερ 连用,构成表让步的宾格绝对结构(“尽管每年同样的事情都降临在他们身上”)。这是希腊语中非人称分词用作绝对分词的典型例证。
- 6.15.18μέγα τι χρῆμα
一种由 χρῆμα 加后接属格构成的惯用迂回表达,用来指代“大量”或“极为可观的数目”,此处支配 θηρίων καὶ ἄλλων ζῴων,意为“数量庞大的野兽及其他动物”。
