← 普罗科皮乌斯

战史

§6.14.20-6.14.42

赫鲁利人的迁徙弑君与图勒迎王

赫鲁利人在惨败于伦巴底人后流亡迁徙,最终渡过多瑙河进入罗马境内,在查士丁尼治下皈依基督教并结盟;但他们劣性难改弑杀了己方君王,随后悔悟并决定前往图勒迎立新王。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.14.20

οὐ μέντοι οὐδὲ τούτῳ Ἔρουλοι προσεῖχον τὸν νοῦν,1 ἀλλὰ παντάπασιν ἀφροντιστήσαντες πολλῷ τῷ καταφρονήματι ἐπὶ τοὺς πολεμίους ἐχώρουν, πλήθει ὁμίλου τὸ τοῦ πολέμου σταθμώμενοι πέρας.

然而赫鲁利人对此也毫不介意,他们完全不以为意,带着极大的傲慢向敌人推进,仅凭人群数量来估量战争的胜负。

§6.14.21

ἐπεὶ δὲ ἡ μάχη ἐν χερσὶ γέγονε, θνήσκουσι μὲν τῶν Ἐρούλων πολλοί, θνήσκει δὲ καὶ Ῥοδοῦλφος αὐτός, οἵ τε ἄλλοι πάντες φεύγουσιν ἀνὰ κράτος, οὐδεμιᾶς ἀλκῆς μεμνημένοι.

当战斗进入白刃战时,赫鲁利人死伤惨重,罗杜尔弗斯本人也阵亡了,其余所有人皆竭力溃逃,不再顾及任何勇气。

§6.14.22

καὶ τῶν πολεμίων σφίσιν ἐπισπομένων οἱ μὲν πλεῖστοι αὐτοῦ ἔπεσον, ὀλίγοι δέ τινες διεσώθησαν.

随着敌人对他们的追击,大多数人都当场丧命,只有极少数人得以逃生。

§6.14.23

Διὸ δὴ ἐνδιατρίβειν ἤθεσι τοῖς πατρῴοις οὐκέτι εἶχον,2 ἀλλ’ ἐνθένδε ὅτι τάχιστα ἐξαναστάντες ἐπίπροσθεν ἀεὶ ἐχώρουν, τὴν γῆν ξύμπασαν ἣ ἐκτὸς Ἴστρου ποταμοῦ ἐστι ξύν τε παισὶ καὶ γυναιξὶ περιιόντες.

因此,他们无法再在祖辈的土地上居留,而是尽快离开那里,不停地向前迈进,带着妇女和儿童辗转流离于伊斯特罗斯河外的全部土地。

§6.14.24

ἐπεὶ δὲ ἀφίκοντο ἐς χώραν οὗ δὴ Ῥογοὶ τὸ παλαιὸν ᾤκηντο, οἳ τῷ Γότθων στρατῷ ἀναμιχθέντες ἐς Ἰταλίαν ἐχώρησαν, ἐνταῦθα ἱδρύσαντο.

当他们来到鲁吉人昔日居住的土地时——鲁吉人曾加入哥特人的军队进军意大利——便在那里定居下来。

§6.14.25

ἀλλ’ ἐπεὶ τῷ λιμῷ ἐπιέζοντο ἅτε ἐν χώρᾳ ἐρήμῳ ἐνθένδε οὐ πολλῷ ὕστερον ἐξαναστάντες, ἄγχιστά που τῆς Γηπαίδων χώρας ἀφίκοντο.

然而,由于身处荒凉之地而遭受饥荒的逼迫,他们不久便离开那里,来到了极为接近盖皮德人领土的地方。

§6.14.26

καὶ αὐτοὺς Γήπαιδες τὰ μὲν πρῶτα ἱκέτας γενομένους ἐνοικίζεσθαί τε καὶ προσοίκους σφίσι ξυνεχώρουν εἶναι.

起初,盖皮德人见他们沦为乞求者,便允许他们定居并与自己为邻。

§6.14.27

ἔπειτα δὲ ἤρξαντο ἐξ αἰτίας οὐδεμιᾶς ἀνόσια ἔργα ἐς αὐτοὺς ἐνδείκνυσθαι. γυναῖκάς τε γὰρ ἐβιάζοντο καὶ βοῦς τε καὶ ἄλλα χρήματα ἥρπαζον, καὶ ἀδικίας οὐδ’ ὁτιοῦν ὑπελείποντο, καὶ τελευτῶντες ἀδίκων χειρῶν ἐς αὐτοὺς ἦρχον.

但随后,他们开始无端对赫鲁利人施以种种倒行逆施之举。他们强暴妇女,劫掠牛群及其他财物,无恶不作,最终更主动对他们施加非法的暴行。

§6.14.28

ἅπερ Ἔρουλοι φέρειν τὸ λοιπὸν οὐχ οἷοί τε ὄντες Ἴστρον τε ποταμὸν διαβαίνουσι καὶ τοῖς ἐκείνῃ Ῥωμαίοις προσοικεῖν ἔγνωσαν, Ἀναστασίου τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, ὅσπερ αὐτοὺς πολλῇ φιλοφροσύνῃ δεξάμενος ἱδρύεσθαι αὐτοῦ εἴασε.

赫鲁利人再也无法忍受这些行径,遂渡过伊斯特罗斯河,决意与当地的罗马人比邻而居;当时阿纳斯塔修斯正执掌帝国皇权,他极其仁厚地接纳了他们,并允许他们就地定居。

§6.14.29

χρόνῳ δὲ οὐ πολλῷ ὕστερον προσκεκρούκασιν αὐτῷ οἱ βάρβαροι οὗτοι, ἀνόσια ἔργα ἐργασάμενοι τοὺς ταύτῃ Ῥωμαίους· διὸ δὴ στράτευμα ἐπ’ αὐτοὺς ἔπεμψε.

然而不久之后,这群蛮族便得罪了他,因他们对当地的罗马人犯下了大逆不道的罪行;为此皇帝派遣大军征讨他们。

§6.14.30

νικήσαντες δὲ τῇ μάχῃ Ῥωμαῖοι πλείστους μὲν ἔκτειναν, ἐν ἐξουσίᾳ δὲ πολλῇ ξύμπαντας διαφθεῖραι γεγόνασιν.3

罗马人在战斗中获胜,斩杀了他们的大多数人,完全有能力将他们全歼。

§6.14.31

ἀλλ’ εἰς ἱκετείαν τῶν στρατηγῶν οἱ κατάλοιποι αὐτῶν γεγονότες ἐδέοντο διασώσασθαί τε αὐτοὺς καὶ ξυμμάχους τε καὶ βασιλέως ὑπηρέτας τὸ λοιπὸν ἔχειν.

但他们残存的人向将军们跪伏乞求,恳请饶恕性命,并请求今后充当皇帝的同盟者与奴仆。

§6.14.32

ταῦτά τε μαθόντα τὸν Ἀναστάσιον ἤρεσκε,4 καὶ ἀπ’ αὐτοῦ λειφθῆναι μέν τισιν Ἐρούλων ξυνέβη, οὐ μέντοι οὔτε ξύμμαχοι Ῥωμαίοις γεγένηνται οὔτε τι εἰργάσαντο αὐτοὺς ἀγαθόν.

阿纳斯塔修斯得知此事后表示准许,因此赫鲁利人中有一部分得以幸存;然而他们既未成为罗马人的同盟,也未对罗马人做出任何有益之事。

§6.14.33

Ἐπεὶ δὲ Ἰουστινιανὸς τὴν βασιλείαν παρέλαβε. χώρᾳ τε ἀγαθῇ καὶ ἄλλοις χρήμασιν αὐτοὺς δωρησάμενος, ἑταιρίζεσθαί τε παντελῶς ἴσχυσε καὶ Χριστιανοὺς γενέσθαι ἅπαντας ἔπεισε.

及至查士丁尼登上帝位,他赐予他们肥沃的土地及其他财物,得以完全结成同盟,并劝导他们全部皈依了基督教。

§6.14.34

διόπερ τὴν δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεταβαλόντες τοῖς Χριστιανῶν νόμοις ἐπὶ πλεῖστον προσχωρεῖν ἔγνωσαν, καὶ Ῥωμαίοις κατὰ τὸ ξυμμαχικὸν τὰ πολλὰ ἐπὶ τοὺς πολεμίους ξυντάσσονται.

因此,他们将生活方式转向温和,决意大体遵从基督徒的法度,并且根据同盟协定,多与罗马人并肩列阵抗敌。

§6.14.35

ἔτι μέντοι αὐτοῖς εἰσιν ἄπιστοι καὶ πλεονεξίᾳ ἐχόμενοι βιάζεσθαι τοὺς πέλας ἐν σπουδῇ ἔχουσιν, οὐ φέροντος αὐτοῖς αἰσχύνην τοῦ ἔργου. καὶ μίξεις οὐχ ὁσίας τελοῦσιν, ἄλλας τε καὶ ἀνδρῶν καὶ ὄνων, καί εἰσι πονηρότατοι ἀνθρώπων ἁπάντων καὶ κακοὶ κακῶς ἀπολούμενοι.

然而他们对罗马人依旧缺乏信义,受贪欲所驱使,热衷于侵暴邻人,并不以此等行径为耻。他们还行不洁的媾合,特别是人与驴之间,是全人类中最邪恶之徒,实为死有余辜的恶人。

§6.14.37

Ὕστερον δὲ αὐτῶν ὀλίγοι μέν τινες ἔνσπονδοι Ῥωμαίοις διέμειναν, ὥσπερ μοι ἐν τοῖς ὄπισθεν λόγοις γεγράψεται· οἱ δὲ λοιποὶ ἅπαντες ἀπέστησαν ἐξ αἰτίας τοιᾶσδε.

后来,他们中少数人仍与罗马人保持同盟关系,正如我将在后文的记述中所写;而其余所有人皆因如下缘由反叛。

§6.14.38

Ἔρουλοι τὸ τοῦ τρόπου θηριῶδές τε καὶ μανιῶδες ἐνδειξάμενοι ἐς τὸν αὐτῶν ῥῆγα (ἦν δὲ οὗτος ἀνὴρ Ὄχος ὄνομα), ἐξαπιναίως τὸν ἄνθρωπον ἀπ’ οὐδεμιᾶς αἰτίας ἔκτειναν, ἄλλο οὐδὲν ἐπενεγκόντες ἢ ὅτι ἀβασίλευτοι τὸ λοιπὸν βούλονται εἶναι.

赫鲁利人向他们的国王——此人名叫奥霍斯——显露出如野兽般狂乱的秉性,毫无缘由地突然杀害了那人,未提出任何其他借口,仅声称今后不愿再受君王统治。

§6.14.39

καίτοι καὶ πρότερον ὄνομα μὲν αὐτοῖς ὁ βασιλεὺς εἶχεν, ἰδιώτου δὲ ὁτουοῦν οὐδέν τι σχεδὸν ἐφέρετο πλέον.

尽管在此之前,君王在他们中间也不过徒有虚名,相较于任何平民几乎毫无优越之处。

§6.14.40

ἀλλὰ καὶ ξυγκαθῆσθαι αὐτῷ ἅπαντες καὶ ξύσσιτοι εἶναι ἠξίουν, καὶ ἀνέδην ὅστις βούλοιτο ἐς αὐτὸν ὕβριζεν· ἀσυνθετώτεροι γὰρ ἢ ἀσταθμητότεροι Ἐρούλων εἰσὶν ἀνθρώπων οὐδένες. τοῦ δὲ κακοῦ σφίσιν ἐξειργασμένου μετέμελεν ἤδη.5

相反,所有人都自视有权与他平起平坐、共进餐宴,任何人都可以肆无忌惮地凌辱他;因为没有任何人比赫鲁利人更加背信弃义或变化无常。然而在这桩恶行酿成之后,他们随即追悔莫及。

§6.14.42

ἔφασκον γὰρ ἄναρχοί τε καὶ ἀστρατήγητοι βιοτεύειν οὐχ οἷοί τε εἶναι· πολλὰ γοῦν σφίσι βουλευσαμένοις ἄμεινον τῷ παντὶ ἔδοξεν εἶναι τῶν τινα γένους τοῦ βασιλείου μεταπέμψασθαι ἐκ Θούλης τῆς νήσου. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω.

因为他们声称自己无法在没有统治者和统帅的情况下生活;在反复商议之后,他们认为从图勒岛迎接一位王室血统之人乃是全然最好的选择。至于这究竟是怎么回事,我随即就予以说明。

语法注5 条
  1. 6.14.20οὐ μέντοι οὐδὲ τούτῳ Ἔρουλοι προσεῖχον τὸν νοῦν

    短语 οὐ μέντοι οὐδέ 构成强烈的递进否定(“然而甚至对此也毫不……”)。与格代词 τούτῳ 指代前文所述的凶险天象征兆,作惯用表达 προσέχω τὸν νοῦν(“留意、放在心上”)的间接补足语。

  2. 6.14.23οὐκέτι εἶχον

    动词 ἔχω 与现在时不定式 ἐνδιατρίβειν 搭配,构成表示可能或能力的用法(“他们无法再居留”),其语义等同于 ἐδύναντο。

  3. 6.14.30ἐν ἐξουσίᾳ δὲ πολλῇ ξύμπαντας διαφθεῖραι γεγόνασιν

    短语 γίγνομαι ἐν ἐξουσίᾳ(“处于拥有充分权能/余地的境地”)与不定式 διαφθεῖραι 搭配,表达其完全具备执行的能力:“罗马人完全有能力将他们全部消灭”。主语仍为 Ῥωμαῖοι。

  4. 6.14.32ταῦτά τε μαθόντα τὸν Ἀναστάσιον ἤρεσκε

    动词 ἀρέσκω 在古典期通常支配与格,但在此处接续了宾格的 τὸν Ἀναστάσιον 及其分词修饰语 μαθόντα(“这使得知晓此事的阿纳斯塔修斯感到满意”),属于效仿古典阿提卡方言的拟古用法。主语为前文赫鲁利人的求和请求。

  5. 6.14.41τοῦ δὲ κακοῦ σφίσιν ἐξειργασμένου μετέμελεν ἤδη

    无人称动词 μεταμέλει(“后悔、懊悔”)在此支配体验者与格(σφίσιν)和引起悔恨的事由属格(τοῦ κακοῦ ἐξειργασμένου,带完成时被动分词:“对于所犯下的恶行”)。整句表达为:“在他们酿成这桩恶行后,随即追悔莫及”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.14.20-6.14.42