← 普罗科皮乌斯

战史

§6.14.1-6.14.19

赫鲁利人的习俗与对伦巴底人的开战

本段记述了赫鲁利人的古老习俗(包括杀害老病者及寡妇殉葬),并叙述了他们在臣服伦巴底人后的和平岁月中躁动不安,逼迫首领罗杜尔弗斯挑起不义之战,最终两军在凶兆笼罩的天空下对阵的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.14.1

Οἵτινες δὲ ἀνθρώπων εἰσὶν Ἔρουλοι καὶ ὅθεν Ῥωμαίοις ἐς ξυμμαχίαν κατέστησαν ἐρῶν ἔρχομαι.1 ὑπὲρ μὲν Ἴστρον ποταμὸν ἐκ παλαιοῦ ᾤκουν πολύν τινα νομίζοντες θεῶν ὅμιλον, οὓς δὴ καὶ ἀνθρώπων θυσίαις ἱλάσκεσθαι ὅσιον αὐτοῖς ἐδόκει εἶναι.

关于赫鲁利人究竟是怎样的人群,以及他们是如何成为罗马同盟者的,我现在就来叙述。 自古以来,他们便居住在伊斯特罗斯河对岸,敬奉众多的神祇,甚至认为用人牲祭祀来取悦这些神明是合乎虔敬之道的。

§6.14.2

νόμοις δὲ πολλοῖς οὐ κατὰ ταὐτὰ τοῖς ἀνθρώπων ἑτέροις ἐχρῶντο. οὔτε γὰρ γηράσκουσιν οὔτε νοσοῦσιν αὐτοῖς βιοτεύειν ἐξῆν, ἀλλ’ ἐπειδάν τις αὐτῶν ἢ γήρᾳ ἢ νόσῳ ἁλῴη, ἐπάναγκές οἱ ἐγίνετο τοὺς ξυγγενεῖς αἰτεῖσθαι ὅτι τάχιστα ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζειν.

他们在许多习俗上与其他人迥然不同。因为他们既不被允许在衰老时、也不被允许在患病时活下去;一旦他们中有人被衰老或疾病缠身,便必须请求亲属尽快将自己从人间除灭。

§6.14.3

οἱ δὲ ξύλα πολλὰ ἐς μέγα τι ὕψος ξυννήσαντες καθίσαντές τε τὸν ἄνθρωπον ἐν τῇ τῶν ξύλων ὑπερβολῇ, τῶν τινα Ἐρούλων, ἀλλότριον μέντοι, ξὺν ξιφιδίῳ παρ’ αὐτὸν ἔπεμπον· ξυγγενῆ γὰρ αὐτῷ τὸν φονέα εἶναι οὐ θέμις. ἐπειδὰν δὲ αὐτοῖς ὁ τοῦ ξυγγενοῦς φονεὺς ἐπανῄει, ξύμπαντα ἔκαιον αὐτίκα τὰ ξύλα, ἐκ τῶν ἐσχάτων ἀρξάμενοι.

亲属们于是把许多木头堆积到极高的高度,将那人安置在木堆的顶端,然后派遣一名不是其亲属的赫鲁利人带着短剑去到他跟前;因为由亲属充当行刑者是违背戒律的。当刺杀亲属者回到众人身边时,他们立即从最外缘开始点火,焚尽整堆木头。

§6.14.5

παυσαμένης τε αὐτοῖς τῆς φλογὸς ξυλλέξαντες τὰ ὀστᾶ ἐν τῷ παραυτίκα τῇ γῇ ἔκρυπτον.

待烈焰熄灭后,他们立刻收拾骨殖埋入土中。

§6.14.6

Ἐρούλου δὲ ἀνδρὸς τελευτήσαντος ἐπάναγκες τῇ γυναικὶ ἀρετῆς τε μεταποιουμένῃ καὶ κλέος αὑτῇ ἐθελούσῃ λείπεσθαι βρόχον ἀναψαμένῃ παρὰ τὸν τοῦ ἀνδρὸς τάφον οὐκ εἰς μακρὰν θνήσκειν.2

当一名赫鲁利男子去世时,若其妻子自命拥有美德并渴望给自己留下声名,就必须在丈夫的坟墓旁系上套索,不久便自尽身亡。

§6.14.7

οὐ ποιούσῃ τε ταῦτα περιειστήκει τὸ λοιπὸν ἀδόξῳ τε εἶναι καὶ τοῖς τοῦ ἀνδρὸς συγγενέσι προσκεκρουκέναι. τοιούτοις μὲν ἐχρῶντο Ἔρουλοι τὸ παλαιὸν νόμοις.

若不这样做,她今后就注定蒙受耻辱,并与丈夫的亲族结下嫌隙。赫鲁利人昔日所遵循的便是这类风俗。

§6.14.8

Προϊόντος δὲ χρόνου δυνάμει τε καὶ πολυανθρωπίᾳ τῶν περιοίκων βαρβάρων ἁπάντων καθυπέρτεροι γεγενημένοι, ἐπιόντες τε, ὡς τὸ εἰκός, ἑκάστους ἐνίκων καὶ βιαζόμενοι ἐληΐζοντο. καὶ τελευτῶντες Λαγγοβάρδας τε Χριστιανοὺς ὄντας καὶ ἄλλα ἄττα ἔθνη ὑπήκοα σφίσιν ἐς ἀπαγωγὴν φόρου πεποίηνται, οὐκ εἰθισμένον τὸ πρᾶγμα τοῦτο τοῖς ἐκείνῃ βαρβάροις, ὑπὸ δὲ φιλοχρηματίας τε καὶ ἀλαζονείας ἐνταῦθα ἠγμένοι.

随着时间的推移,他们在力量和人口上都凌驾于周遭所有的蛮族之上,自然而然地出兵击败各部族,以武力进行劫掠。 最终他们甚至迫使身为基督徒的伦巴底人及其他若干民族臣服并缴纳赋税——这种做法在当地蛮族中并不常见,他们乃是在贪财与狂妄的驱使下走到了这一步。

§6.14.10

ἡνίκα μέντοι Ἀναστάσιος Ῥωμαίων τὴν βασιλείαν παρέλαβεν, οὐκ ἔχοντες Ἔρουλοι ἐφ’ οὕστινας ἀνθρώπους τὸ λοιπὸν ἔλθοιεν, καταθέμενοι τὰ ὅπλα ἡσυχῆ ἔμενον, χρόνος τε αὐτοῖς ἐνιαυτῶν τριῶν ἐν ταύτῃ δὴ τῇ εἰρήνῃ ἐτρίβη.

然而,当阿纳斯塔修斯继承罗马帝国皇位时,赫鲁利人已无可以征伐的对象,遂放下武器保持安宁,他们在这种和平状态中度过了三年光阴。

§6.14.11

καὶ αὐτοὶ ἐς ἄγαν ἀχθόμενοι Ῥοδοῦλφον ἀνέδην σφῶν τὸν ἡγεμόνα ἐκάκιζον, φοιτῶντές τε ἀεὶ παρ’ αὐτὸν μαλθακόν τε καὶ γυναικώδη ἐκάλουν, ἄλλοις τέ τισιν αὐτὸν ἐρεσχελοῦντες ὀνόμασι κόσμῳ οὐδενὶ ἐλοιδοροῦντο.

赫鲁利人自己却感到极度不满,肆无忌惮地指责他们的首领罗杜尔弗斯;他们不断来到他面前,骂他软弱、像女人一样,并用其他种种名目加以讥讽,毫无节制地辱骂他。

§6.14.12

Ῥοδοῦλφός τε τὴν ὕβριν ὡς ἥκιστα φέρων ἐπὶ Λαγγοβάρδας οὐδὲν ἀδικοῦντας ἐστράτευσεν, οὔτε τινὰ σφίσιν ἁμαρτάδα ἐπενεγκὼν οὔτε λύσιν τινὰ τῶν ξυγκειμένων σκηψάμενος, ἀλλὰ πόλεμον ἐπιφέρων αἰτίαν οὐκ ἔχοντα. ὅπερ ἐπειδὴ Λαγγοβάρδαι ἀκοῇ ἔλαβον, πέμψαντες παρὰ τὸν Ῥοδοῦλφον ἀνεπυνθάνοντο καὶ τὴν αἰτίαν ἠξίουν εἰπεῖν ἧς δὴ ἕνεκα Ἔρουλοι ἐν ὅπλοις ἐπ’ αὐτοὺς ἴοιεν, ὁμολογοῦντες, εἰ μέν τι ἀπεστερήκασι τοῦ φόρου, ἀλλ’ αὐτίκα μάλα ξὺν μεγάλῳ αὐτὸ ἀποτίσειν· εἰ δὲ μέμφονται μέτριον σφίσι τετάχθαι τὸν φόρον, ἀλλὰ μείζω ποιήσειν αὐτὸν οὐ μήποτε Λαγγοβάρδαι ὀκνηροὶ ἔσονται.3

罗杜尔弗斯极难忍受这番羞辱,遂向未有任何过错的伦巴底人出兵;他既未归咎于对方有任何过失,也未借口对方破坏了任何协定,而是挑起了一场师出无名的战争。 伦巴底人风闻此事后,派人前往罗杜尔弗斯处打探,要求他说出赫鲁利人武装前来进犯的原因;他们声称,假若在朝贡上有所亏欠,他们定会立即附上重额予以补足;如果对方抱怨既定的贡赋太少,伦巴底人也绝不会推诿将其增加。

§6.14.14

ταῦτα μὲν τοὺς πρέσβεις προτεινομένους ξὺν ἀπειλῇ ὁ Ῥοδοῦλφος ἀποπεμψάμενος πρόσω ἤλαυνεν. οἱ δὲ καὶ αὖθις πρέσβεις ἑτέρους πρὸς αὐτὸν στείλαντες περὶ τῶν αὐτῶν πολλὰ λιπαροῦντες ἱκέτευον.

对于使节们提出的这些条件,罗杜尔弗斯伴以威胁将他们驱逐,继续向前推进。伦巴底人又一次派去另外的使节,就同样的事情反复恳切地哀求。

§6.14.15

οὕτω δὲ καὶ τῶν δευτέρων ἀπαλλαγέντων τρίτοι πρέσβεις παρ’ αὐτὸν ἥκοντες ἀπεῖπον Ἐρούλους πόλεμον ἀπροφάσιστον μηδαμῶς σφίσιν ἐπενεγκεῖν.

在第二批使节也同样被遣退之后,第三批使节来到他面前,宣告赫鲁利人绝不可对他们发起无端之战。

§6.14.16

ἢν γὰρ ἐκεῖνοι γνώμῃ τοιαύτῃ ἐπ’ αὐτοὺς ἴωσι, καὶ αὐτοὶ οὐχ ἑκούσιοι, ἀλλ’ ὡς μάλιστα ἠναγκασμένοι, ἀντιτάξονται τοῖς ἐπιοῦσι, μαρτυράμενοι τὸν θεόν, οὗπερ τῆς ῥοπῆς καὶ βραχεῖά τις τὸ παράπαν ἰκμὰς πάσῃ τῇ ἀνθρώπων δυνάμει ἀντίξους ἔσται·4 αὐτόν τε εἰκὸς ταῖς τοῦ πολέμου αἰτίαις ἠγμένον ἀμφοτέροις πρυτανεῦσαι τῆς μάχης τὸ πέρας.

因为如果赫鲁利人执意抱持此种意图前来进犯,他们自己也将非出于自愿、而是万不得已地迎战来犯之敌,并呼求上帝作证;那上帝哪怕只有极微小的一点倾斜裁决,也将抵御人类的一切力量;而上帝势必会根据战争的起因,为双方裁定这场战斗的结局。

§6.14.17

οἱ μὲν ταῦτα εἶπον, δεδίσσεσθαι ταύτῃ τοὺς ἐπιόντας οἰόμενοι, Ἔρουλοι δέ, ὑποστειλάμενοι τῶν πάντων οὐδέν, Λαγγοβάρδαις ἔγνωσαν ἐς χεῖρας ἰέναι.

他们说了这些话,以为以此能威慑来犯之敌,但赫鲁利人却毫无退缩之意,决意同伦巴底人交手。

§6.14.18

ἡνίκα δὲ ἀμφότεροι ἄγχιστά πη ἀλλήλων ἐγένοντο, τὸν μὲν ὕπερθεν Λαγγοβαρδῶν ἀέρα ξυνέβαινε μελαίνῃ τινὶ νεφέλῃ καὶ ἐς ἄγαν παχείᾳ καλύπτεσθαι, ὑπὲρ δὲ τοὺς Ἐρούλους αἰθρίαν ὑπερφυῶς εἶναι.

当双方彼此极其接近之时,伦巴底人头顶的天空恰巧被一团漆黑且极浓密的乌云所笼罩,而在赫鲁利人上方则是异常晴朗的天空。

§6.14.19

οἷς δὴ τεκμηριούμενος εἴκασεν ἄν τις ἐπὶ τῷ σφῶν πονηρῷ ἐς τὴν ξυμβολὴν Ἐρούλους ἰέναι· οὐ γάρ τι τούτου πικρότερον βαρβάροις τέρας εἰς μάχην καθισταμένοις οἷόν τε εἶναι.

以此为兆,任何人都会推测赫鲁利人走向这场交锋乃是自取灭亡;因为对于列阵作战的蛮族而言,绝不可能有比这更严峻凶险的征兆了。

语法注4 条
  1. 6.14.1ἐρῶν ἔρχομαι

    由运动动词 ἔρχομαι 与将来时分词 ἐρῶν 构成的迂回将来表达,表示即将展开的意图(“我正要/打算叙述”)。

  2. 6.14.6ἐπάναγκες τῇ γυναικὶ ἀρετῆς τε μεταποιουμένῃ καὶ κλέος αὑτῇ ἐθελούσῃ λείπεσθαι βρόχον ἀναψαμένῃ παρὰ τὸν τοῦ ἀνδρὸς τάφον οὐκ εἰς μακρὰν θνήσκειν

    非人称结构,省略了 ἐστί 的形容词 ἐπάναγκες 支配与格 τῇ γυναικὶ 及不定词 θνήσκειν。修饰与格的三个分词(μεταποιουμένῃ、ἐθελούσῃ、ἀναψαμένῃ)构成条件及手段限定(“若妻子追求美德并渴望留名,在系上套索后”)。

  3. 6.14.13οὐ μήποτε Λαγγοβάρδαι ὀκνηροὶ ἔσονται

    双重否定 οὐ μή 与将来时直陈式 ἔσονται 结合构成的强调性否定将来表达(“伦巴底人决不会退缩迟疑”),出现在间接引语的从句中。

  4. 6.14.16οὗπερ τῆς ῥοπῆς καὶ βραχεῖά τις τὸ παράπαν ἰκμὰς πάσῃ τῇ ἀνθρώπων δυνάμει ἀντίξους ἔσται

    指代上帝的关系代词属格 οὗπερ 修饰 τῆς ῥοπῆς(天平的倾斜/决断),该词组进一步作 ἰκμάς(微量/一滴,引申为极微小之力量)的部分属格。整句为隐喻表达,意即“祂那倾斜之天平哪怕只有丝毫的影响,也足以与凡人所有的力量抗衡”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.14.1-6.14.19