- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.13.1-6.13.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留迫降图德拉与克卢西乌姆并继续北进;而在安孔,因科农轻率出击致使要塞险遭陷落,幸得两名勇士力战守住,随后纳尔塞斯率领的庞大援军自拜占庭抵达。
Βελισάριος δὲ ἀμφὶ θερινὰς τροπὰς ἐπί τε Οὐίττιγιν καὶ τὸ Γότθων στρατόπεδον ᾔει, ὀλίγους μέν τινας φρουρᾶς ἕνεκα ἐν Ῥώμῃ ἀπολιπών, τοὺς δὲ ἄλλους ξὺν αὑτῷ ἅπαντας ἐπαγόμενος.
夏至时分,贝利撒留率全军主力向维蒂吉斯及哥特营地进发,仅在罗马留下少数人驻守。
πέμψας τέ τινας ἐς Τουδέραν τε καὶ Κλούσιον χαρακώματα ἐπήγγειλε ποιεῖσθαι, οἷς δὴ ἕψεσθαί τε ἔμελλε καὶ ξυμπολιορκήσειν τοὺς τῇδε βαρβάρους.
他派人前往图德拉与克卢西乌姆,下令构筑工事,打算随后亲自率军前往,协同围攻当地的蛮族。
οἱ δέ, ἐπεὶ προσιόντα τὸν στρατὸν ἔμαθον, οὐχ ὑποστάντες τὸν κίνδυνον πρέσβεις τε παρὰ Βελισάριον ἔπεμψαν καὶ παραδώσειν ὁμολογίᾳ σφᾶς τε αὐτοὺς καὶ πόλιν ἑκατέραν ὑπέσχοντο, ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσι.1 παραγενομένῳ τέ οἱ ἐπιτελῆ τὴν ὑπόσχεσιν ἐποιήσαντο.
但他们得知大军逼近,畏惧眼前的危险,遂向贝利撒留派去使节,承诺依协议交出自身与这两座城镇,条件是不受任何伤害。及至他到来,他们便履行了这一诺言。
ὁ δὲ Γότθους μὲν ἅπαντας ἐνθένδε ἀναστήσας ἐπὶ Σικελίας τε καὶ Νεαπόλεως ἔπεμψεν, ἐν δὲ Κλουσίῳ καὶ Τουδέρᾳ φρουρὰν καταστησάμενος πρόσω ἦγε τὸ στράτευμα.
贝利撒留将当地所有的哥特人迁走,遣往西西里与内阿波利斯;在克卢西乌姆和图德拉布设守备队后,便率军继续前行。
Ἐν τούτῳ δὲ Οὐίττιγις στρατιὰν ἄλλην καὶ ἄρχοντα Οὐάκιμον ἐς Αὔξιμον πέμψας τοῖς ἐκείνῃ Γότθοις ἐκέλευεν ἀναμίγνυσθαι, καὶ ξὺν αὐτοῖς ἐπὶ τοὺς ἐν Ἀγκῶνι πολεμίους ἰόντας ἀποπειράσασθαι τοῦ ταύτῃ φρουρίου.
与此同时,维蒂吉斯派另一支部队和将领瓦基穆斯前往奥克西穆姆,命其与当地的哥特人汇合,携手进击安孔的敌军,尝试攻克当地的要塞。
ὁ δὲ Ἀγκὼν οὗτος πέτρα τίς ἐστιν ἐγγώνιος, ἀφ’ οὗ καὶ τὴν προσηγορίαν εἴληφε ταύτην· ἀγκῶνι γὰρ ἐπὶ πλεῖστον ἐμφερής ἐστιν.
此安孔乃是一处棱角突出的岩石,其名称亦由此而来;因为其形态极似臂弯肘部。
ἀπέχει δὲ σταδίους ὀγδοήκοντα πόλεως μάλιστα Αὐξίμου, ἧς δή ἐστιν ἐπίνειον. καὶ τὸ μὲν τοῦ φρουρίου ὀχύρωμα ἐπὶ πέτρας τῆς ἐγγωνίου ἐν ἀσφαλεῖ κεῖται, τὰ δὲ ἐκτὸς ἅπαντα οἰκοδομήματα, καίπερ ὄντα πολλά, ἐκ παλαιοῦ ἀτείχιστα ἦν. Κόνων δέ, ὃς τῇ τοῦ χωρίου φυλακῇ ἐφειστήκει, ἐπειδὴ τάχιστα τοὺς ἀμφὶ τὸν Οὐάκιμον ἤκουσεν ἐπιέναι τε καὶ ἤδη που οὐκ ἄποθεν εἶναι, ἐπίδειξιν πεποίηται ἀλογίστου γνώμης.
它距奥克西穆姆城约八十斯塔迪翁,正是该城的海港。要塞的堡垒安固地坐落于棱角岩石之上,但外部的所有建筑虽数量颇多,自古以来却皆无城墙护卫。当时负责驻守该地的科农,一听说瓦基穆斯一行正在进逼且已距此不远,便做出了极不明智的举动。
παρὰ φαῦλον γὰρ ἡγησάμενος τό τε φρούριον καὶ τοὺς τοῦ φρουρίου οἰκήτορας ξὺν τοῖς στρατιώταις κακῶν ἀπαθεῖς διασώσασθαι,2 τὸ μὲν ὀχύρωμα εἴασε παντάπασι στρατιωτῶν ἔρημον, ἅπαντας δὲ ἀπαγαγὼν ὅσον ἀπὸ σταδίων πέντε ὡς ἐς παράταξιν διεκόσμησεν, οὐ βαθεῖάν τινα τὴν φάλαγγα ποιησάμενος, ἀλλ’ ὥστε τὴν ὑπώρειαν ὅλην ὥσπερ ἐς κυνηγέσιον περιβάλλεσθαι.
因为他将保全要塞与要塞居民及将士不受伤害视为不足挂齿之事,竟让城堡彻底没有士兵,把全军带到约五斯塔迪翁外排开阵势准备野战;他并未构筑深厚紧凑的方阵,而是仿佛围猎一般将整座山脚包围起来。
οἵπερ ἐπειδὴ τοὺς πολεμίους πλήθει πολλῷ ὑπεραίροντας εἶδον, στρέψαντες τὰ νῶτα ἐπὶ τὸ φρούριον εὐθὺς ἔφυγον.
这些士兵一见敌军数量远胜己方,便立即转身向要塞溃逃。
ἐπιδιώξαντές τε οἱ βάρβαροι πλείστους μὲν αὐτῶν, ὅσοι οὐκ ἔφθασαν ἐντὸς τοῦ περιβόλου εἰσιέναι, αὐτοῦ ἔκτειναν, κλίμακας δὲ τῷ τείχει ἐρείσαντες, τῆς ἀνόδου ἀπεπειράσαντο. τινὲς δὲ τὰ ἐκτὸς τοῦ φρουρίου οἰκία ἔκαιον.
蛮族穷追不舍,在当场斩杀了未能及时退入围墙内的绝大多数人,并将云梯搭在城墙上试图登城;还有一些蛮族则焚烧了要塞外部的房屋。
Ῥωμαῖοι δὲ οἳ καὶ πρότερον τὸ φρούριον ᾤκουν, τοῖς παροῦσιν ἐκπεπληγμένοι, προανακλίναντες τὴν πυλίδα, κόσμῳ οὐδενὶ φεύγοντας τοὺς στρατιώτας ἐδέχοντο.
原先居住在要塞里的罗马人惊惶于眼前的变故,预先开启了小门,接纳狼狈溃逃而入的士兵。
ἐπεὶ δὲ τοὺς βαρβάρους ἄγχιστα ἐγκειμένους τοῖς φεύγουσιν εἶδον, ὅπως μὴ συνεισβάλλωσι δείσαντες, τὰς μὲν πύλας κατὰ τάχος ἐπέθεντο, ἐκ δὲ τῶν ἐπάλξεων βρόχους καθέντες, ἄλλους τέ τινας καὶ Κόνωνα αὐτὸν ἀνέλκοντες διεσώσαντο.
然而见蛮族紧逼逃兵身后,因担心敌军一同闯入,他们急忙闭上城门,从垛口垂下套索,将其他人与科农本人拽了上去,得以保全。
ταῖς μέντοι κλίμαξιν ἀνιόντες οἱ βάρβαροι παρ’ ὀλίγον ἦλθον τὸ φρούριον κατὰ κράτος ἑλεῖν, εἰ μὴ ἄνδρες δύο, ἔργα θαυμάσια ἐνδεικνύμενοι, ἤδη αὐτοὺς τοὺς ἐν ταῖς ἐπάλξεσι γενομένους ἀρετῇ ὤσαντο,3 ὧν ὁ μὲν Βελισαρίου δορυφόρος ἦν ἐκ Θρᾴκης, Οὐλιμοὺθ ὄνομα, ὁ δὲ Βαλεριανοῦ, Γουβουλγουδοῦ, Μασσαγέτης γένος. τούτω γὰρ τὼ ἄνδρε τύχῃ μέν τινι καταπεπλευκότε ὀλίγῳ πρότερον ἐς τὸν Ἀγκῶνα ἐτυχέτην· ἐν δὲ τῷ πόνῳ τούτῳ τοὺς ἀνιόντας τοῖς ξίφεσιν ἀμυνόμενοι τὸ μὲν φρούριον παρὰ δόξαν ἔσωσαν, αὐτοὶ δὲ ἡμιθνῆτες καὶ τὸ σῶμα κρεουργηθέντες ὅλον ἐνθένδε ἀπεκομίσθησαν.
然而攀梯而上的蛮族几乎就要以武力攻克要塞,若非两名展现出惊人勇武的男子以英勇击退了已经登上垛口的敌人。其中一人是来自色雷斯的贝利撒留的近卫矛手,名叫乌利穆斯;另一人则是瓦勒良的随从古布尔古杜,马萨革泰族人。这两人碰巧在不久前乘船抵达安孔;在这次搏杀中,他们用利剑击退了攀爬的敌军,出人意料地拯救了要塞,但自身也已气息奄奄、通体伤痕累累地被抬离了阵地。
Τότε Βελισαρίῳ Ναρσῆς ξὺν πολλῇ στρατιᾷ ἐκ Βυζαντίου ἥκειν καὶ ἐν Πικηνοῖς εἶναι ἠγγέλλετο. ὁ δὲ Ναρσῆς οὗτος εὐνοῦχος μὲν ἦν καὶ τῶν βασιλικῶν χρημάτων ταμίας, ἄλλως δὲ ὀξὺς καὶ μᾶλλον ἢ κατ’ εὐνοῦχον δραστήριος.4
此时贝利撒留获悉,纳尔塞斯率大军从拜占庭赶来,目前已抵达皮凯努姆。这位纳尔塞斯虽是宦官兼掌管皇家财政的司库,但在其他方面却敏锐精明,其干练远超常人对宦官的预期。
στρατιῶται δὲ αὐτῷ πεντακισχίλιοι εἵποντο, ὧν ἄλλοι τε κατὰ συμμορίας ἡγοῦντο καὶ Ἰουστῖνος ὁ τῶν Ἰλλυριῶν στρατηγὸς καὶ Ναρσῆς ἕτερος, ἐξ Ἀρμενίων τῶν Πέρσαις κατηκόων αὐτόμολος ἐς τὰ Ῥωμαίων ἤθη πρότερον ξὺν Ἀρατίῳ τἀδελφῷ ἥκων, ὃς ὀλίγῳ ἔμπροσθεν ξὺν ἑτέρῳ στρατῷ παρὰ Βελισάριον ἐλθὼν ἔτυχεν.
随他前来的有五千名士兵,由诸位军官分队统领,其中包括伊利里亚军队的将领查士丁,以及另一位纳尔塞斯——此人原是臣属于波斯的亚美尼亚叛投者,早先与其兄弟阿拉提乌斯一同归附罗马,阿拉提乌斯不久前已率另一支军队前来与贝利撒留汇合。
εἵποντο δέ οἱ καὶ τοῦ Ἐρούλων ἔθνους δισχίλιοι μάλιστα, ὧν Οὐίσανδός τε καὶ Ἀλουὶθ καὶ Φανίθεος ἦρχον.
随他同行的还有约两千名赫鲁利族人,由维桑杜斯、阿卢伊特和法尼特乌斯统帅。
- 6.13.3ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσι
连词 ἐφ’ ᾧ 后接虚拟式(亦可接将来直说法或不定式),引出表示协议与条件之从句,意为“在……条件下”。此处搭配不定过去时虚拟式 μείνωσι,明确投降协议中以不受伤害为前提的条件。
- 6.13.9παρὰ φαῦλον γὰρ ἡγησάμενος τό τε φρούριον καὶ τοὺς τοῦ φρουρίου οἰκήτορας ξὺν τοῖς στρατιώταις κακῶν ἀπαθεῖς διασώσασθαι
习语 παρὰ φαῦλον ἡγεῖσθαι(或 ποιεῖσθαι)意为“视作不足挂齿、等闲视之”。此处以不定式短语 διασώσασθαι 及其宾语作对象,说明科农轻举妄动的动机,即认为仅仅保全要塞与军民不受伤害是微不足道的小事,因而轻率出击以图炫耀武功。
- 6.13.14παρ’ ὀλίγον ἦλθον τὸ φρούριον κατὰ κράτος ἑλεῖν, εἰ μὴ ἄνδρες δύο, ἔργα θαυμάσια ἐνδεικνύμενοι, ἤδη αὐτοὺς τοὺς ἐν ταῖς ἐπάλξεσι γενομένους ἀρετῇ ὤσαντο
固定习语 παρ’ ὀλίγον ἦλθον 接不定过去时不定式(ἑλεῖν)表示“几乎……、险些达到……的地步”。它与过去反事实条件从句(εἰ μὴ ... ὤσαντο,“若非两名男子击退了他们”)结合,极具张力地刻画出要塞千钧一发、几近失陷的危急局势。
- 6.13.16μᾶλλον ἢ κατ’ εὐνοῦχον δραστήριος
比较级(μᾶλλον ... δραστήριος)后接介词短语 ἢ κατά 加宾格,用于表示比例悬殊或超出常规尺度,意为“超过……的标准、与……的身分不相称地”。此处形容纳尔塞斯的干练与活力远超世人对宦官通常持有的预期。
