← 普罗科皮乌斯

战史

§6.12.20-6.12.41

阿里米努姆围困与梅迪奥拉努姆被围

约翰率军突击迫使哥特人撤回攻城器械,敌军遂放弃强攻改以围困饥饿阿里米努姆。与此同时,蒙迪拉斯率罗马援军在提基努姆击溃敌军并占领梅迪奥拉努姆,但旋即遭到哥特与勃艮第联军的严密包围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.12.20

ὥστε εἰ μέν τισιν ὑμῶν ἀρετῆς τι μεταποιεῖσθαι ξυμβαίνει, πάρεστιν αὐτοῖς ἀνδραγαθιζομένοις, εἴπερ τισὶ καὶ ἄλλοις, ἐνδόξοις γενέσθαι.

因此,如果你们当中有人想要追求一份德行与勇敢,那么比起任何其他人,他们更可以通过奋勇作战而赢得显赫的名声。

§6.12.21

κτῶνται γὰρ εὔκλειαν οὐχ οἱ τῶν καταδεεστέρων κρατήσαντες, ἀλλ’ οἳ ἂν τῇ παρασκευῇ ἐλασσούμενοι τῷ τῆς ψυχῆς μεγέθει νικῷεν.

因为赢得美名的,并不是那些战胜了比自己弱小之敌的人,而是那些在备战上处于劣势、却凭借心灵的崇高而克敌制胜的人。

§6.12.22

οἷς δὲ τὸ φιλόψυχον ἐμπέφυκε μᾶλλον, τούτοις δὴ μάλιστα τὸ εὐτόλμοις εἶναι ξυνοίσει,1 ἐπεὶ ἅπαντες ἐκ τοῦ ἐπὶ πλεῖστον, οἷς τὰ πράγματα ἐπὶ ξυροῦ ἀκμῆς,2 ὥσπερ ἡμῖν τανῦν, ἵσταται, μόνῳ ἂν τῷ τῶν κινδύνων ὑπερφρονεῖν διασώζοιντο.”

至于那些更执着于偷生的人,勇敢将正是对他们最有利的;因为在绝大多数情况下,所有像我们如今这般局势悬于剃刀之刃上的人,唯有通过蔑视危险才能保全性命。”

§6.12.23

Τοσαῦτα μὲν Ἰωάννης εἰπὼν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους τὸ στράτευμα, ὀλίγους τινὰς ἐς τὰς ἐπάλξεις ἀπολιπών.

约翰说了这番话,便率军出击敌军,仅留少数人把守垛口。

§6.12.24

ἀνδρείως δὲ αὐτοὺς ὑφισταμένων τῶν πολεμίων γέγονε καρτερὰ ἐς ἄγαν ἡ μάχη. καὶ τὸν μὲν πύργον μόλις τε καὶ ὀψὲ τῆς ἡμέρας ἐς τὸ σφέτερον οἱ βάρβαροι στρατόπεδον ἐνεγκεῖν ἴσχυσαν.

由于敌军英勇抵抗,战斗变得异常激烈。直到天色已晚,蛮族才好不容易得以将攻城木塔拖回自己的营地。

§6.12.25

τοσούτους μέντοι τὸ πλῆθος ἀπέβαλον τῶν ἐν σφίσι μαχίμων, ὥστε οὐκέτι τειχομαχεῖν τὸ λοιπὸν ἔγνωσαν, ἀλλ’ ἀπογνόντες ἡσυχῆ ἔμενον, λιμῷ πιεζομένους προσχωρήσειν αὐτοῖς τοὺς πολεμίους καραδοκοῦντες. λίαν γὰρ αὐτοὺς ἅπαντα ἤδη τὰ ἐπιτήδεια ἐπελελοίπει, ἐπεὶ οὐχ εὗρον ὅθεν αὐτὰ διαρκῶς ἐσκομίσονται.

然而,他们损失了如此大量的作战人员,以致决定今后不再攻城,而是绝望地按兵不动,期待着敌人在饥荒的逼迫下向他们投降。因为罗马人的所有给养已然极度匮乏,且找不到可以充分运入物资的途径。

§6.12.26

Ταῦτα μὲν οὖν ἐγίνετο τῇδε. Βελισάριος δὲ τοῖς ἐκ Μεδιολάνου ἥκουσι χιλίους ἔπεμψεν Ἰσαύρους τε καὶ Θρᾷκας.

这些事情便是如此发生的。与此同时,贝利撒留向那些来自梅迪奥拉努姆的人派去了一千名伊苏利亚人和色雷斯人。

§6.12.27

ἡγεῖτο δὲ τῶν Ἰσαύρων Ἔννης, τῶν δὲ Θρᾳκῶν Παῦλος, Μουνδίλας τε ἅπασιν ἐφειστήκει καὶ αὐτὸς ἦρχεν ὀλίγους τινὰς τῶν Βελισαρίου ὑπασπιστῶν ἔχων. ξυνῆν δὲ αὐτοῖς καὶ Φιδέλιος, ὃς ἐγεγόνει τῆς αὐλῆς ἔπαρχος. ἐκ Μεδιολάνου γὰρ ὁρμώμενος ἐπιτήδειος τούτῳ ἔδοξε τῷ στρατῷ ἕπεσθαι ἅτε δύναμίν τινα ἐν Λιγούροις ἔχων.

恩涅斯率领伊苏利亚人,保卢斯率领色雷斯人,蒙迪拉斯总领全军,亲自统率并带了数名贝利撒留的近卫侍从。曾任近卫长官的菲德利乌斯亦与他们同行;因为他本是梅迪奥拉努姆人,在利古里亚人中颇具势力,故被认为适合随此军同行。

§6.12.29

πλεύσαντες οὖν ἐκ τοῦ Ῥωμαίων λιμένος Γενούᾳ προσέσχον, ἣ Τουσκίας μέν ἐστιν ἐσχάτη, παράπλου δὲ καλῶς Γάλλων τε καὶ Ἱσπανῶν κεῖται.

他们自罗马的港口启航,抵达热那亚——此城乃图斯基亚的最边缘,正位于通往高卢人与西班牙人水路的便利之处。

§6.12.30

ἔνθα δὴ τάς τε ναῦς ἀπολιπόντες καὶ ὁδῷ πορευόμενοι πρόσω ἐχώρουν, τοὺς λέμβους τῶν νηῶν ἐν ταῖς ἁμάξαις ἐνθέμενοι, ὅπως ἂν Πάδον τὸν ποταμὸν διαβαίνουσι μηδὲν σφίσιν ἐμπόδιον εἴη.

他们在那里弃船登岸,循陆路前进,将船上的舢板装在货车上,以便在渡过帕度斯河时没有任何阻碍。

§6.12.31

οὕτω γοῦν τοῦ ποταμοῦ τὴν διάβασιν ἐποιήσαντο. ἐπεὶ δὲ τὸν Πάδον διαβάντες ἐς Τικηνὸν πόλιν ἀφίκοντο, Γότθοι αὐτοῖς ἀπαντήσαντες ἐς χεῖρας ἦλθον.

他们便是这样渡过了该河。然而渡过帕度斯河来到提基努姆城后,哥特人出城迎击,双方展开肉搏。

§6.12.32

ἦσαν δὲ πολλοί τε καὶ ἄριστοι, ἐπεὶ τῶν χρημάτων τὰ τιμιώτατα βάρβαροι ἅπαντες οἳ ταύτῃ ᾤκηντο ἐν Τικηνῷ καταθέμενοι ἅτε ἐν χωρίῳ ὀχύρωμα ἰσχυρὸν ἔχοντι, φρουρὰν ἐνταῦθα λόγου ἀξίαν ἐλίποντο.

哥特军人数众多且皆为精锐;因为居住在这一带的所有蛮族都将最珍贵的财物存放在提基努姆,视其为具备坚固要塞之地,故在当地留下了相当规模的守备队。

§6.12.33

μάχης οὖν καρτερᾶς γενομένης ἐνίκων Ῥωμαῖοι, καὶ τοὺς ἐναντίους τρεψάμενοι διέφθειράν τε συχνοὺς καὶ τὴν πόλιν ἐν τῇ διώξει ἑλεῖν παρ’ ὀλίγον ἦλθον. μόλις γὰρ ἐπιθεῖναι τὰς πύλας οἱ βάρβαροι ἴσχυσαν, ἐγκειμένων σφίσι τῶν πολεμίων.

在一场激战之后,罗马人获胜,击溃对手,斩杀甚众,并在追击中险些攻破该城;蛮族在敌人步步紧逼之下,勉强才得以关上城门。

§6.12.34

Ῥωμαίων δὲ ὀπίσω ἀπελαυνόντων Φιδέλιος εὐξόμενος ἔς τινα τῶν ἐκείνῃ νεῶν ὕστατος ἔμεινε. τύχῃ δέ τινι ὀκλάσαντός οἱ τοῦ ἵππου ἔπεσε.

当罗马人骑马折返时,菲德利乌斯落在最后,去当地的一座圣所祈祷。不幸的是,他的战马失足,他跌落马下。

§6.12.35

καὶ αὐτὸν κατιδόντες Γότθοι, ἐπεὶ τοῦ περιβόλου ἄγχιστα ἐπεπτώκει, ἐπεξελθόντες ἔκτεινάν τε καὶ ἔλαθον τοὺς πολεμίους. οὗ δὴ ὕστερον Μουνδίλας τε καὶ Ῥωμαῖοι αἰσθόμενοι ἤσχαλλον.

哥特人见他倒在紧邻围墙之处,便出城将他杀害,且未被敌人发觉。后来蒙迪拉斯与罗马人得知此事,无不痛心悲伤。

§6.12.36

Ἔνθεν τε ἐς Μεδιόλανον πόλιν ἀφίκοντο καὶ αὐτὴν ἀμαχητὶ ξὺν Λιγουρίᾳ τῇ ἄλλῃ ἔσχον.

他们从那里来到梅迪奥拉努姆城,未动干戈便占领了该城及利古里亚的其余地方。

§6.12.37

ἅπερ ἐπειδὴ Οὐίττιγις ἔμαθε, στράτευμά τε πολὺ κατὰ τάχος καὶ Οὐραΐαν ἄρχοντα, τὸν αὑτοῦ ἀδελφιδοῦν, ἔπεμψε.

维蒂吉斯得悉此事后,火速派遣大军,由其外甥乌赖阿斯统领。

§6.12.38

καὶ Θευδίβερτος δέ οἱ, ὁ Φράγγων ἀρχηγός, ἄνδρας μυρίους δεηθέντι ἐς ξυμμαχίαν ἀπέστειλεν, οὐ Φράγγων αὐτῶν, ἀλλὰ Βουργουζιώνων, τοῦ μὴ δοκεῖν τὰ βασιλέως ἀδικεῖν πράγματα.3

法兰克人的首领塞乌迪伯特应其请求,亦派出一万人作为援军,但并非法兰克人自身,而是勃艮第人,以免显得侵犯了皇帝的利益。

§6.12.39

οἱ γὰρ Βουργουζίωνες ἐθελούσιοί τε καὶ αὐτονόμῳ γνώμῃ, οὐ Θευδιβέρτῳ κελεύοντι ἐπακούοντες δῆθεν τῷ λόγῳ ἐστέλλοντο. οἷς δὴ οἱ Γότθοι ἀναμιχθέντες ἔς τε Μεδιόλανον Ῥωμαίων ἥκιστα προσδεχομένων ἀφίκοντο καὶ ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν. ταύτῃ γοῦν οὐδέ τι ἐσκομίσασθαι τῶν ἐπιτηδείων Ῥωμαῖοι ἔσχον, ἀλλ’ εὐθὺς ἤχθοντο τῶν ἀναγκαίων τῇ ἀπορίᾳ.

因为勃艮第人表面上据称是自愿且出于自主意愿被派出的,并非服从塞乌迪伯特的号令。哥特人与这些人汇合后,在罗马人最未料及之时进抵梅迪奥拉努姆,安营扎寨,展开围攻。因此,罗马人根本无法运入任何给养,随即因必需品的匮乏而苦不堪言。

§6.12.40

οὐ μὴν οὐδὲ τοῦ περιβόλου τὴν φυλακὴν οἱ στρατιῶται εἶχον, ἐπεὶ ὁ Μουνδίλας πόλεις τε καταλαβὼν ἔτυχεν ὅσαι Μεδιολάνου ἄγχιστα οὖσαι ὀχυρώματα εἶχον, Βέργομόν τε καὶ Κῶμον καὶ Νοβαρίας καὶ ἄλλα ἄττα πολίσματα, καὶ φρουρὰς πανταχόθι λόγου ἀξίας καταστησάμενος, αὐτὸς δὲ τριακοσίους μάλιστα ἔχων ἐν Μεδιολάνῳ ἔμεινε, καὶ ξὺν αὐτῷ Ἔννης τε καὶ Παῦλος.

事实上,士兵们甚至没有担负围墙的守卫,因为蒙迪拉斯碰巧占领了所有紧邻梅迪奥拉努姆且有要塞的城镇——贝加莫、科莫、诺瓦拉及其他一些小城——并在各处布设了相当规模的守卫,自己仅率约三百人留守梅迪奥拉努姆,恩涅斯与保卢斯亦同他在一起。

§6.12.41

ὥστε ἀνάγκῃ οἱ τῆς πόλεως οἰκήτορες ἐκ περιτροπῆς ἀεὶ τὴν φυλακὴν εἶχον. τὰ μὲν οὖν ἐν Λιγούροις ἐφέρετο τῇδε καὶ ὁ χειμὼν ἔληγε, καὶ τρίτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος ξυνέγραψε.4

因此,城里的居民不得不轮流值守。利古里亚的战况便是这样发展的;冬季即将结束,普罗科匹厄斯所记述的这场战争的第三个年头也走到了尽头。

语法注4 条
  1. 6.12.22τὸ εὐτόλμοις εἶναι ξυνοίσει

    带冠词的不定式 τὸ εἶναι 充当主语,配合表示“有益”的动词 ξυνοίσει。表语形容词 εὐτόλμοις 采用与格,与其逻辑主语——即先行词 τούτοις(以及关系代词 οἷς)的与格保持一致。

  2. 6.12.22ἐπὶ ξυροῦ ἀκμῆς

    著名谚语习语(源自荷马《伊利亚特》第10卷173行等),字面意为“在剃刀的刃上”,引申为“千钧一发之境”或“生死存亡的危急关头”。介词短语 ἐπὶ ξυροῦ ἀκμῆς 与动词 ἵσταται 结合构成固定搭配。

  3. 6.12.38τοῦ μὴ δοκεῖν τὰ βασιλέως ἀδικεῖν πράγματα

    表示目的的带属格冠词的不定式否定结构(τοῦ μή + 不定式),意为“为了不显得损害了皇帝的利益/大业”。其后的 οἱ γὰρ Βουργουζίωνες ... δῆθεν τῷ λόγῳ ἐστέλλοντο 进一步解释了这一外交托词的实质内容。

  4. 6.12.41τρίτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος ξυνέγραψε

    普罗科匹厄斯在每年叙事结尾使用的典型编年史结语。主语是 τρίτον ἔτος,动词为未完成过去时 ἐτελεύτα(正在结束/告终),τῷ πολέμῳ τῷδε 为表示关涉的与格(“对这场战争而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.12.20-6.12.41