- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.12.1-6.12.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
维蒂吉斯率哥特大军携巨型攻城木塔围攻阿里米努姆,但约翰乘夜率伊苏利亚士兵暗掘深壕并筑起土垒阻其前行,并在蛮族企图撤回木塔之际激励部下准备出击。
Καὶ Οὐίττιγις οὐκ ἐς μακρὰν παντὶ τῷ στρατῷ ἐς Ἀρίμινον ἦλθεν, οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν. αὐτίκα τε πύργον ξύλινον τοῦ τῆς πόλεως περιβόλου καθυπέρτερον τεκτηνάμενοι τροχοῖς τέσσαρσιν ἀνεχόμενον ἐπὶ τὸ τεῖχος ἦγον, ᾗ μάλιστα ἐπιμαχώτατον αὐτοῖς ἔδοξεν εἶναι.
随后不久,维蒂吉斯率全军来到阿里米努姆,就在那里安营扎寨,展开围攻。他们随即建造了一座高于城池围墙的木塔,由四个轮子支撑,推向他们认为最易受攻击的城墙地段。
ὅπως δὲ μὴ πάθωσιν ὅπερ αὐτοῖς πρὸ τοῦ Ῥώμης περιβόλου ξυνηνέχθη παθεῖν, οὐ διὰ τῶν βοῶν τὸν πύργον ἦγον, ἀλλ’ αὐτοὶ ἔνδον κρυπτόμενοι ἐφεῖλκον.
为了不再重蹈在罗马围墙前遭遇的覆辙,他们不再用牛拉动木塔,而是自己藏在内部向前牵引。
κλῖμαξ δὲ ἦν τις τοῦ πύργου ἐντὸς εὐρεῖα ἐς ἄγαν, δι’ ἧς τὸ τῶν βαρβάρων πλῆθος ἀναβήσεσθαι εὐπετῶς ἔμελλον, ἐλπίδα ἔχοντες ὡς, ἐπειδὰν τάχιστα τὸν πύργον τῷ περιβόλῳ ἐρείσωσιν, ἐνθένδε πόνῳ οὐδενὶ ἐπιβήσονται κατὰ τὰς τοῦ τείχους ἐπάλξεις· οὕτω γὰρ αὐτοῖς ἡ τοῦ πύργου ὑπερβολὴ εἴργαστο.
木塔内部有一座极宽的阶梯,蛮族的大队人马可以轻易沿之登攀;他们满怀期望,只要一将木塔靠上围墙,便能毫不费力地由此登上城墙的垛口——因为木塔的高出部分正是为此目的而修造的。
ἐπειδὴ τοίνυν τοῦ περιβόλου ἄγχιστά πη ξὺν τῇ μηχανῇ ταύτῃ ἐγένοντο, τότε μὲν ἡσυχῆ ἔμενον, ἐπεὶ καὶ ξυνεσκόταζεν ἤδη, φύλακας δὲ ἀμφὶ τὸν πύργον καταστησάμενοι ηὐλίσαντο ἅπαντες, ἐναντίωμα οὐδ’ ὁτιοῦν ἔσεσθαι σφίσιν ἐν νῷ ἔχοντες.
于是,当他们带着这具器械极其接近围墙时,由于天色已然昏暗,当时便按兵不动,在木塔周围布设守卫后,全军就地露宿,以为自身绝不会遇到任何阻碍。
οὐδὲ γὰρ οὐδέ τι ἄλλο ἐμπόδιον, οὐδὲ τάφρος ἐν μέσῳ ὅτι μὴ βραχεῖα παντάπασιν ἐτύγχανεν οὖσα. Οἵ τε Ῥωμαῖοι ξὺν δέει πολλῷ ὡς ἡμέρᾳ τῇ ἐπιούσῃ ἀπολούμενοι ἐνυκτέρευσαν.
因为中间确实没有任何其他障碍,也没有沟壕,除了一条碰巧浅窄至极的小沟而已。而罗马人则满怀恐惧地度过了长夜,自以为次日便会灭亡。
Ἰωάννης δὲ οὔτε ἀπογνοὺς πρὸς τὸν κίνδυνον οὔτε τῷ δέει ξυνταραχθεὶς ἐπενόει τάδε. τοὺς μὲν ἄλλους ἐν τοῖς φυλακτηρίοις ἀπολιπών, αὐτὸς δὲ ξὺν τοῖς Ἰσαύροις δικέλλας τε καὶ ἄλλα ἄττα τοιαῦτα ὄργανα φέρουσιν, ἀωρὶ τῶν νυκτῶν, οὐδενὶ τῶν πάντων προειρημένον,1 ἔξω τοῦ περιβόλου γενόμενος ἐκέλευσε σιωπῇ τὴν τάφρον ὀρύσσειν.
然而,约翰既未因危险而绝望,亦未因恐惧而慌乱,而是作了如下谋划:他将其他人留守在各哨所,自己则带着手持十字镐及其他类似工具的伊苏利亚人,在夜深人静之时,未向任何人预先宣告,便走出围墙之外,命令他们悄然掘壕。
οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ τὸν χοῦν ὅνπερ ἐνθένδε ἀνῃροῦντο ἐπὶ θάτερα τῆς τάφρου ἐς τὰ πρὸς τῷ τείχει ἐς ἀεὶ ἐτίθεσαν, ὃς δὴ ἐνταῦθα αὐτοῖς ἀντὶ τοίχου ἐγίνετο.
众人依计而行,并将从中挖出的泥土始终堆放在沟壕靠墙的一侧,这便在那里充当了他们的矮墙。
λαθόντες τε ἐπὶ πλεῖστον τοὺς πολεμίους καθεύδοντας βαθεῖάν τε καὶ εὔρους ἱκανῶς ἔχουσαν τὴν τάφρον δι’ ὀλίγου πεποίηνται, οὗ δὴ μάλιστα ἐπιμαχώτατός τε ὁ περίβολος ἦν καὶ προσβάλλειν ξὺν τῇ μηχανῇ οἱ βάρβαροι ἔμελλον.
他们乘着熟睡的敌人大多未察觉之际,在极短时间内掘成了一条既深且宽的壕沟,位置恰好在围墙最易受攻、蛮族正准备以器械进攻之处。
οἱ δὲ πολέμιοι πόρρω που τῶν νυκτῶν αἰσθόμενοι τοῦ ποιουμένου ἐπὶ τοὺς ὀρύσσοντας ἐβοήθουν δρόμῳ, καὶ Ἰωάννης ξὺν τοῖς Ἰσαύροις, ἐπεί οἱ τὰ ἀμφὶ τῇ τάφρῳ ὡς ἄριστα εἶχεν, ἐντὸς τοῦ περιβόλου ἐγένετο.
敌人到了深夜时分才发觉正在进行的动向,连忙疾奔前去攻打挖掘者;但约翰与伊苏利亚人在壕沟工程已尽善尽美之际,便退回了围墙之内。
Οὐίττιγις δὲ ἅμα ἡμέρᾳ τά τε πεπραγμένα κατανοήσας καὶ περιαλγήσας τοῖς ξυμπεσοῦσι διεχρήσατο μὲν τῶν φυλάκων τινάς, οὐδὲν δὲ ἧσσον ἐπάγειν τὴν μηχανὴν ἐν σπουδῇ ἔχων ἐκέλευε φακέλλων πλῆθος τοὺς Γότθους ἐν τῇ τάφρῳ κατὰ τάχος ῥίπτειν, οὕτω τε τὸν πύργον ἐνταῦθα ἐφέλκοντας ἄγειν.
拂晓时分,维蒂吉斯察觉了所发生之事,对这一变故痛心疾首,处决了数名守卫;但他依旧急于推进器械,遂命令哥特人速将大量柴捆投入壕中,借此将木塔牵引前移。
καὶ οἱ μὲν ταῦτα, ὥσπερ Οὐίττιγις ἐπέτελλεν, ἔπρασσον προθυμίᾳ τῇ πάσῃ, καίπερ τῶν ἐναντίων καρτερώτατα ἐκ τοῦ τείχους ἀμυνομένων. οἱ δὲ φάκελλοι, ἐμπεσόντος σφίσι τοῦ πύργου, βαρυνόμενοι, ὡς τὸ εἰκός, ὑπεχώρουν κάτω.
哥特人便依维蒂吉斯的吩咐全力以赴地行事,尽管对手在城墙上极其坚决地防守。然而柴捆在木塔压上之后,承受重压,自然向下凹陷。
διὸ δὴ οἱ βάρβαροι πρόσω ἰέναι ξὺν τῇ μηχανῇ οὐδαμῆ εἶχον, ἐπεὶ ἄναντες σφίσι πολλῷ ἔτι μᾶλλον ἐγίνετο, οὗ δὴ ξυννήσαντες τὸν χοῦν ἔτυχον, ὥσπερ μοι ἐρρήθη, Ῥωμαῖοι. δείσαντες οὖν μὴ νυκτὸς ἐπιγινομένης ἐπεξελθόντες οἱ πολέμιοι τὴν μηχανὴν καύσωσιν, ὀπίσω αὐτὴν αὖθις ἐφεῖλκον. ὅπερ Ἰωάννης κωλύειν δυνάμει τῇ πάσῃ ἐν σπουδῇ ἔχων τούς τε στρατιώτας ἐξώπλισε καὶ ξυγκαλέσας ἅπαντας τοιάδε παρεκελεύσατο· “Ἄνδρες, οἷς τοῦδε τοῦ κινδύνου ξὺν ἡμῖν μέτεστιν, εἴ τῳ ὑμῶν πρὸς ἡδονήν ἐστι βιῶναί τε καὶ τοὺς οἴκοι ἀπολελειμμένους ἰδεῖν, μὴ ἐπ’ ἄλλῳ τῳ κεκτημένος τὴν τούτων ἐλπίδα ἢ ἐν ταῖς χερσὶ ταῖς αὐτοῦ γνώτω.2
因此,蛮族无论如何也无法推着器械继续前进,因为在正如我所说罗马人堆积泥土之处,对他们而言坡度变得更加陡峭。他们唯恐夜幕降临时敌人出击焚毁器械,便又将其向后拉回。约翰一心想倾全力阻止此事,便武装了士兵,召集全员,如此激励道: “与我们同担此难的将士们,若你们当中有人渴望活下去并见到留在家中的亲人,就请明了:除了在自身双手之中,自己在任何其他事物上都不拥有对这些事情的希望。
ἡνίκα μὲν γὰρ Βελισάριος ἡμᾶς τὸ ἐξ ἀρχῆς ἔστελλε, πολλῶν ἡμᾶς ἐλπίς τε καὶ ἔρως ἐς τὴν τοῦ ἔργου προθυμίαν ἐνῆγον.
因为当初贝利撒留派我们出发之时,对诸多事物的期望与渴望曾驱使我们热切投身于此役。
οὔτε γὰρ ἐν γῇ τῇ παραλίᾳ πολιορκηθήσεσθαι ὑπωπτεύομεν, οὕτω δὴ θαλασσοκρατούντων Ῥωμαίων, οὔτε τοσοῦτον ἡμῶν περιόψεσθαι τὸν βασιλέως στρατὸν ὑπετόπησεν ἄν τις.3
彼时我们既未料到在罗马人如此掌握制海权的情况下竟会在沿海之地被围,亦无人能料想皇帝的军队会如此对我们视若无睹。
χωρὶς δὲ τούτων τότε μὲν ἡμᾶς ἐς εὐτολμίαν ὥρμα ἐπίδειξίς τε τῆς ἐς τὴν πολιτείαν εὐνοίας καὶ τὸ ἐκ τῶν ἀγώνων ἐσόμενον κλέος ἐς πάντας ἀνθρώπους.
除这些之外,当时向国家效忠的展示以及从战斗中将传遍全人类的威名,亦曾激励我们奋勇向前。
νῦν δὲ οὔτε περιεῖναι ἡμᾶς, ὅτι μὴ διὰ τῆς εὐψυχίας, οἷόν τέ ἐστιν, ἐπάναγκές τε οὐκ ἄλλου του ἢ τοῦ βιώσεσθαι ἡμᾶς αὐτοὺς ἕνεκα τοῦτον ὑποστῆναι τὸν κίνδυνον.
然而此刻,除了凭借勇气之外,我们已无生存之可能;我们挺身承受这般危险,亦非为了任何其他缘由,纯粹是为了我们自身的生存。”
- 6.12.6οὐδενὶ τῶν πάντων προειρημένον
προειρημένον 为中性单数宾格分词构成的宾格绝对结构(accusative absolute),作非人称使用,意为“(此事务)未曾向任何人预先告知”。οὐδενὶ τῶν πάντων 为表动作指向或施事的与格。
- 6.12.15μὴ ἐπ’ ἄλλῳ τῳ κεκτημένος τὴν τούτων ἐλπίδα ἢ ἐν ταῖς χερσὶ ταῖς αὐτοῦ γνώτω
主要谓语为第三人称单数命令语气动词 γνώτω(“让他知晓/铭记”),支配与主语一致的主格完成时补充性分词 κεκτημένος(表“知晓自己拥有……”)。由于主句动词为命令语气,分词结构采用否定词 μή(而非 οὐ)加以否定。介词短语 ἐπ’ ἄλλῳ τῳ(“寄托于其他事物之上”)与 ἢ 之后的 ἐν ταῖς χερσὶ ταῖς αὐτοῦ(“在自己的双手之中”)构成对比。
- 6.12.17οὔτε τοσοῦτον ἡμῶν περιόψεσθαι τὸν βασιλέως στρατὸν ὑπετόπησεν ἄν τις
直陈式过去时 ὑπετόπησεν 与助词 ἄν 连用,表示过去可能的推测或与过去事实相反的推断(“亦无人会料想……”)。动词 ὑπετόπησεν 支配宾格加不定式结构(主语为 τὸν βασιλέως στρατόν,动词为将来时不定式 περιόψεσθαι),而 περιόψεσθαι 支配属格宾语 ἡμῶν(“漠视/忽视我们”)。
