- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.11.10-6.11.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马提努斯与伊尔迪格尔在进军途中巧借滚石攻克险要天成之佩特拉并部署防务,随后经安孔抵达阿里米努姆,但约翰拒不执行撤退命令。
Ῥωμαίων δὲ τὸ στράτευμα, ἐπειδὴ τῇ Πέτρᾳ ἐνέτυχον, ὁδοῦ ποιούμενοι πάρεργον, ἀπεπειράσαντο τοῦ ταύτῃ φρουρίου. τοῦτο δὲ τὸ ὀχύρωμα οὐκ ἄνθρωποι ἐτεκτήναντο, ἀλλὰ τοῦ χωρίου ἡ φύσις ἐξεῦρεν· ὁδὸς γάρ ἐστιν ἐς ἄγαν κρημνώδης.
罗马军队在行军途中遇上佩特拉,便顺道试探性地攻打该处的要塞。这座要塞并非人力所建,而是该处的天然地势造就的;因为那条道路极其险峻。
ταύτης δὲ τῆς ὁδοῦ ἐν δεξιᾷ μὲν ποταμός τις οὐδενὶ ἐσβατὸς ὀξύτητι τοῦ ῥοῦ κάτεισιν, ἐν ἀριστερᾷ δὲ οὐ πολλῷ ἄποθεν πέτρα ἀνέχει ἀπότομός τε καὶ ὕψους ἐς τόσον διήκουσα, ὥστε τοῖς κάτω οὖσι φαινόμενοι ἄνθρωποι, οἳ ἐν τῇ ἄκρᾳ, ἂν οὕτω τύχοι, ἑστήκασιν, ὄρνισι τοῖς μικροτάτοις μεγέθους πέρι εἰκάζονται.
道路的右侧有一条因水流湍急而无人能渡的河流奔腾而下,左侧不远处则矗立着峭壁险峰,其高耸入云,以至于若有人立于峰顶,在下方的人看来其大小犹如最微小的飞鸟一般。
προϊόντι1 τε διέξοδος οὐδεμία τὸ παλαιὸν ἦν. λήγουσα γὰρ ἡ πέτρα ἐς αὐτόν που μάλιστα τοῦ ποταμοῦ τὸν ῥοῦν διήκει, διάβασιν τοῖς ταύτῃ ἰοῦσιν οὐδεμίαν παρεχομένη.
在古代,前行者根本无路可通过;因为岩壁在尽头处几乎一直延伸到河水的水流本身,未给通行者留出丝毫通道。
διώρυχα τοίνυν ἐνταῦθα οἱ πάλαι ἄνθρωποι ἐργασάμενοι, πυλίδα τῷ χωρίῳ ταύτῃ πεποίηνται.
于是古人在此凿穿岩石开辟出一条隧道,从而在该处为这个地方修筑了一道小门。
φράξαντες δὲ καὶ τῆς ἑτέρας εἰσόδου τὸ πλεῖστον, πλήν γε δὴ ὅσον πυλίδα κἀνταῦθα λελεῖφθαι, φρούριόν τε αὐτοφυὲς ἀπειργάσαντο καὶ Πέτραν αὐτὸ λόγῳ τῷ εἰκότι ἐκάλεσαν.
他们又将另一侧入口的大部分堵死,仅留下一道小门,从而造成了一座天然城堡,并顺理成章地将其命名为“佩特拉”。
οἱ οὖν ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰλδίγερα πρῶτον μὲν ἐς τῶν πυλίδων τὴν ἑτέραν μαχόμενοί τε καὶ πολλὰ βάλλοντες οὐδὲν ἤνυτον, καίπερ ἥκιστα σφᾶς ἀμυνομένων τῶν ταύτῃ βαρβάρων, ἔπειτα δὲ διὰ τοῦ κρημνώδους κατόπισθεν τὴν ἄνοδον βιασάμενοι κατὰ κορυφὴν2 λίθοις ἔβαλον ἐνθένδε τοὺς Γότθους.
马提努斯和伊尔迪格尔及其部下起初攻打其中一道小门,射击投掷良久却毫无进展,尽管驻守该处的蛮族几乎并未还手抗击;但随后他们从后方沿险峻的山径强行攀登上去,从峰顶自上而下向哥特人投掷石块。
οἱ δὲ ἐς τὰς οἰκίας δρόμῳ τε καὶ θορύβῳ πολλῷ ἐσελθόντες ἡσύχαζον. καὶ τότε Ῥωμαῖοι, ἐπεὶ τῶν πολεμίων οὐδενὸς ἐπιτυγχάνειν οἷοί τε ἦσαν ταῖς τῶν λίθων βολαῖς, ἐπενόουν τάδε.
哥特人慌乱喧哗地奔入屋内藏匿不出。此时罗马人见投石已无法击中任何敌人,便心生一计:
τμήματα μεγάλα ἐκ τοῦ σκοπέλου ποιούμενοι πολλοί θ’ ἅμα ὠθοῦντες αὐτὰ ἐπὶ τὰς οἰκίας σταθμώμενοι ἐρρίπτουν.
他们从岩壁上凿下巨大的石块,众人齐力合推,瞄准那些房屋抛掷而下。
τὰ δὲ ὅπη ἂν τῆς οἰκοδομίας καὶ κατὰ βραχὺ προσπίπτοντα ψαύοι, κατέσειέ τε ἱκανῶς ἅπαντα καὶ τοὺς βαρβάρους ἐς μέγα τι δέος καθίστη.
巨石无论落在建筑物的何处,哪怕只是轻微触碰,也能将一切彻底震垮捣毁,令蛮族陷入极大的恐慌之中。
διὸ δὴ χεῖράς τε οἱ Γότθοι τοῖς ἔτι ἀμφὶ τὴν πυλίδα οὖσιν ὤρεγον καὶ ξὺν τῷ φρουρίῳ σφᾶς αὐτοὺς ὁμολογίᾳ παρέδοσαν, ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσι,3 βασιλέως τε δοῦλοι καὶ Βελισαρίου κατήκοοι ὄντες.
因此,哥特人向仍留在小门附近的罗马人举手投降,并通过协议将自身连同要塞一并移交,条件是他们不遭受任何伤害,成为皇帝的奴仆并听命于贝利撒留。
καὶ αὐτῶν Ἰλδίγερ τε καὶ Μαρτῖνος τοὺς μὲν πλείστους ἀναστήσαντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ4 ξὺν αὑτοῖς ἦγον, ὀλίγους δέ τινας ξὺν τοῖς παισί τε καὶ γυναιξὶν αὐτοῦ εἴασαν. ἐλίποντο δέ τινα καὶ Ῥωμαίων φρουράν.
伊尔迪格尔与马提努斯将他们的大多数人带离该地,以平等的地位随军同行,仅留下一小部分人同其妻儿留在此地。他们亦留下了一支罗马守军。
ἐνθένδε τε ἐς Ἀγκῶνα ἐλθόντες καὶ πολλοὺς ἀπαγαγόμενοι τῶν ἐκείνῃ πεζῶν ἐς Ἀρίμινον τριταῖοι ἀφίκοντο, τήν τε Βελισαρίου γνώμην ἀπήγγελλον.
他们从该处前往安孔,带走了当地的大批步兵,于第三日抵达阿里米努姆,传达了贝利撒留的意图。
Ἰωάννης δὲ οὔτε αὐτὸς ἕπεσθαι ἤθελε καὶ Δαμιανὸν ξὺν τοῖς τετρακοσίοις κατεῖχεν. οἱ δὲ τοὺς πεζοὺς αὐτοῦ ἀπολιπόντες κατὰ τάχος ἐνθένδε ξὺν τοῖς Βελισαρίου δορυφόροις τε καὶ ὑπασπισταῖς ἀνεχώρησαν.
然而约翰本人既不愿随同撤离,还将达米亚努斯及其四百人一并扣留。马提努斯一行只得将步兵留在该处,带着贝利撒留的近卫骑兵与护卫兵迅速撤离。
- 6.11.12προϊόντι
现在分词与格,用作基准与格或视角与格(dative of reference / person judging),意为“对于向前行进之人而言”。
- 6.11.15κατὰ κορυφὴν
κορυφὴν 意为峰顶、头顶。前置词 κατά 接宾格在空间上表示“自上而下、迎头直下”,指从后方制高点从敌军头顶上方投石。
- 6.11.19ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσι
前置词短语 ἐφ’ ᾧ 引导表示协议或投降前提的条件从句(“在……的条件下”),此处接虚拟式(μείνωσι)。古典希腊语中该句式通常接将来时直陈式或不定式,后古典期希腊语则常见接虚拟式。
- 6.11.20ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ
此为省略阴性与格名词(如 μοίρᾳ 或 συνθήκῃ)的习惯用法,意为“在同等条件下”或“享有对等地位”。表明投降的哥特士兵并未被当作普通俘虏虐待,而是作为盟军同伴以对等资格随同带走。
