- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.11.1-6.11.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
维提吉斯在撤往拉文纳途中于各要塞重兵设防并进逼阿里米努姆,贝利撒留则派遣马提努斯与伊尔迪格尔前去将阿里米努姆的约翰骑兵替换为步兵守军。
Οὐίττιγις μὲν οὖν στρατῷ τῷ καταλοίπῳ ἐπὶ Ῥαβέννης ἰὼν τῶν χωρίων τὰ ὀχυρώματα πλήθει φρουρῶν ἐκρατύνατο, ἐν Κλουσίῳ μὲν τῇ Τούσκων πόλει χιλίους τε ἄνδρας καὶ ἄρχοντα Γιβίμερα ἀπολιπών, ἔν τε Οὐρβιβεντῷ τοσούτους, οἷς δὴ ἄρχοντα Ἀλβίλαν ἄνδρα Γότθον ἐπέστησε. καὶ Οὐλιγίσαλον ἐν τῇ Τουδέρᾳ ξὺν τετρακοσίοις κατέλιπεν.
于是,维提吉斯率领残部向拉文纳进发,沿途在各处要塞部署重兵进行加固:在图斯基亚的克鲁西乌姆城留下一千人及指挥官吉比默尔;在乌尔比温图姆亦留守同等兵力,并任命哥特人阿尔比拉斯为主将;此外还将乌利吉萨鲁斯及其所率四百人留守在图德拉。
ἐν δὲ δὴ Πικηνῶν τῇ χώρᾳ τετρακοσίους μὲν ἐς Πέτραν τὸ φρούριον εἴασεν, οἳ καὶ πρότερον ταύτῃ ᾤκηντο, ἐν Αὐξίμῳ δέ, ἣ πασῶν μεγίστη τῶν ἐκείνῃ πόλεών ἐστι, Γότθους τε ἀριστίνδην ξυνειλεγμένους τετρακισχιλίους κατέλιπε καὶ ἄρχοντα ἐς ἄγαν δραστήριον Οὐίσανδον ὄνομα, ξύν τε τῷ Μώρᾳ δισχιλίους ἐν Οὐρβίνῳ τῇ πόλει.
在皮凯努姆境内,他让原先居住在佩特拉要塞的四百人继续留守;而在当地最大的城市奥克西穆姆,他留下了精选出来的四千名哥特勇士,以及一位极其能干的名叫维桑杜斯的将领;在乌尔比努姆城则留下了莫拉斯及其率领的两千人。
ἔστι δὲ καὶ ἄλλα φρούρια δύο, Καισῆνά τε καὶ Μοντεφέρετρα, ὧν δὴ ἐν ἑκατέρῳ φρουρὰν οὐχ ἧσσον ἢ κατὰ πεντακοσίων ἀνδρῶν κατεστήσατο. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ εὐθὺ Ἀριμίνου ὡς πολιορκήσων ἐχώρει.
此外还有另外两处要塞,即凯塞纳和蒙特费莱特拉,他在每处要塞都派驻了不下约五百人的守军。维提吉斯本人则率领其余大军直扑阿里米努姆,意欲将其围攻。
Ἐτύγχανε δὲ Βελισάριος, ἐπειδὴ τάχιστα Γότθοι τὴν πολιορκίαν διέλυσαν, Ἰλδίγερά τε καὶ Μαρτῖνον ξὺν ἱππεῦσι χιλίοις πέμψας, ἐφ’ ᾧ δὴ ἑτέρας ὁδοῦ θᾶττον ἰόντες φθάσωσι τοὺς πολεμίους ἐς Ἀρίμινον ἀφικόμενοι,1 καὶ σφίσιν ἐπέστελλεν Ἰωάννην μὲν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας ἐνθένδε ἐξαναστῆσαι ὡς τάχιστα, πολλοὺς δὲ ἀντ’ αὐτῶν ἱκανοὺς μάλιστα ἐς τῆς πόλεως τὴν φυλακὴν καταστήσασθαι, ἐκ φρουρίου ἀφελομένους ὃ δὴ πρὸς κόλπῳ τῷ Ἰονίῳ ἐστίν, Ἀγκὼν ὄνομα, δυοῖν ἡμέραιν ὁδὸν Ἀριμίνου διέχον. ἤδη γὰρ αὐτὸ οὐ πολλῷ πρότερον κατειλήφει, Κόνωνα ξύν τε Ἰσαύρων καὶ Θρᾳκῶν στρατεύματι οὐκ ὀλίγῳ πέμψας.
而贝利撒留恰在哥特人刚一解围之时,便派遣了伊尔迪格尔和马提努斯率领一千名骑兵出发,以便他们改走他道能更快行军,赶在敌人之前抵达阿里米努姆;贝利撒留谕令他们尽快将约翰及其麾下全军从该城调出,并另外调集大批最适合防守该城的人手予以接替,这些人选则从伊奥尼亚湾畔一座名叫安孔的要塞中抽调,该要塞距阿里米努姆有两天的行程。因为贝利撒留不久前刚派遣科农率领相当数量的伊苏利亚与色雷斯军队占领了该地。
ἤλπιζε γάρ, ἢν πεζοί τε καὶ μόνοι ἀρχόντων οὐκ ἀξιολόγων σφίσι παρόντων Ἀρίμινον ἔχωσιν, οὔποτε αὐτῆς ἐς πολιορκίαν Γότθων τὴν δύναμιν καταστήσεσθαι, ἀλλ’ ὑπεριδόντας ἐπὶ Ῥαβέννης αὐτίκα ἰέναι, ἤν τε Ἀρίμινον πολιορκεῖν ἐθελήσωσι, τοῖς τε πεζοῖς τὰ ἐπιτήδεια ἐς πλείω τινὰ χρόνον ἀρκέσειν· καὶ ὡς ἱππεῖς δισχίλιοι ἔξωθεν ξὺν τῷ ἄλλῳ στρατῷ ἰόντες πολλά τε κακά, ὡς τὸ εἰκός, τοὺς πολεμίους ἐργάσονται καὶ ῥᾷον ἐς τῆς προσεδρείας αὐτοὺς τὴν διάλυσιν ξυνελάσουσι.2
他期望的是:如果仅由步兵在没有显赫将领坐镇的情况下驻守阿里米努姆,哥特人的大军绝不屑于对该城实施围攻,而是会蔑视它而径直开往拉文纳;即便他们决意围攻阿里米努姆,粮秣给养也能供步兵支撑更长的时间;同时,那两千名骑兵在城外与其他部队策应作战,自当会给敌军造成重创,并能更容易地逼迫他们解除包围。
τοιαύτῃ μὲν γνώμῃ Βελισάριος τοῖς ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰλδίγερα ταῦτα ἐπήγγελλεν. οἱ δὲ διὰ Φλαμινίας ὁδοῦ πορευόμενοι λίαν τε τοὺς βαρβάρους προτερήσαντες ᾔεσαν.
贝利撒留怀着这样的打算,向马提努斯和伊尔迪格尔下达了这些指令。他们取道弗拉米尼亚大道行进,远远走在了蛮族的前头。
ἅτε γὰρ ἐν πολλῷ ὁμίλῳ οἱ Γότθοι σχολαίτεροι ἐπορεύοντο, καὶ περιόδοις ἠναγκάζοντο μακραῖς τισι χρῆσθαι τῶν τε ἀναγκαίων τῇ ἀπορίᾳ καὶ τῶν ἐν Φλαμινίᾳ ὁδῷ ὀχυρωμάτων ἥκιστα ἐθέλοντες ἄγχιστά πη ἰέναι, ἐπεὶ αὐτὰ οἱ πολέμιοι, ὥσπερ μοι ἔμπροσθεν δεδήλωται, Ναρνίαν τε καὶ Σπολίτιον καὶ Περυσίαν εἶχον.
因为哥特人因队伍庞大而行进迟缓,加之缺乏必需的物资,且极不愿靠近弗拉米尼亚大道沿线的要塞——正如我之前所说明的那样,这些要塞即纳尔尼亚、斯波莱蒂乌姆和佩鲁西亚,当时皆在敌军(罗马军)控制之下——因而不得不绕走漫长的远路。
- 6.11.4ἐφ’ ᾧ δὴ ἑτέρας ὁδοῦ θᾶττον ἰόντες φθάσωσι τοὺς πολεμίους ἐς Ἀρίμινον ἀφικόμενοι
连词 ἐφ' ᾧ(表目的或条件,“以便……”、“在……条件下”)后接虚拟式 φθάσωσι,并与补充分词 ἀφικόμενοι 构成固定句型 φθάνω + 分词(“先于某人做某事”)。句中的 ἑτέρας ὁδοῦ 为表示路线的空间属格(“由另一条路”)。整句表达“以便他们经由另一条路以更快的速度在敌军之前赶到阿里米努姆”。
- 6.11.6ἤλπιζε γάρ, ἢν πεζοί τε καὶ μόνοι... καταστήσεσθαι, ἀλλ’... ἰέναι, ἤν τε... ἀρκέσειν· καὶ ὡς ἱππεῖς δισχίλιοι... ἐργάσονται καὶ... ξυνελάσουσι.
由主动词 ἤλπιζε(“期望”)统领的间接引语中,前半部分采用带条件从句(ἢν..., ἤν τε...)的“宾格加不定式”结构(καταστήσεσθαι, ἰέναι, ἀρκέσειν),而经过连词 καί 之后,句式转换为 ὡς 引导的将来时直陈式(ἐργάσονται, ξυνελάσουσι)。两者作为表达期待内容的并列成分共同依附于主动词。
