← 普罗科皮乌斯

战史

§6.1.1-6.1.16

罗马军的小规模交战与地穴中两军士兵的合作

罗马军在小规模冲突中保持对哥特军的优势,君士坦丁利用竞技场周围的狭窄巷道,指挥匈人弓箭手击溃敌军。随后,一名罗马步兵与一名哥特士兵相继跌入同一个储粮地穴,两人被迫结盟以求生脱困。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.1

Μετὰ δὲ Ῥωμαῖοι παντὶ τῷ στρατῷ διακινδυνεύειν οὐκέτι ἐτόλμων· ἱππομαχίας δὲ ποιούμενοι ἐξ ἐπιδρομῆς τρόπῳ τῷ προτέρῳ τὰ πολλὰ τοὺς βαρβάρους ἐνίκων.

此后,罗马人不再敢以全军冒险交锋;而是按先前的方式以突袭发起骑兵战,多半能击败蛮族。

§6.1.2

ᾔεσαν δὲ καὶ πεζοὶ ἑκατέρωθεν, οὐκ ἐς φάλαγγα ξυντεταγμένοι, ἀλλὰ τοῖς ἱππεῦσιν ἑπόμενοι. καί ποτε Βέσσας ἐν πρώτῃ ὁρμῇ ἐς τοὺς πολεμίους ξὺν τῷ δόρατι ἐσπηδήσας τρεῖς τε τῶν ἀρίστων ἱππέων ἔκτεινε καὶ τοὺς ἄλλους ἐς φυγὴν ἔτρεψεν.

双方的步兵也出动了,但并未排成方阵,而是跟在骑兵后面。有一次,贝萨斯在初次冲锋中手持长矛跃入敌阵,斩杀了三名最精锐的骑兵,并迫使其余的人溃逃。

§6.1.4

αὖθις δὲ Κωνσταντῖνος τοὺς Οὔννους ἐπαγόμενος ἐν Νέρωνος πεδίῳ ἀμφὶ δείλην ὀψίαν, ἐπειδὴ τῷ πλήθει ὑπερβιαζομένους τοὺς ἐναντίους εἶδεν, ἐποίει τοιάδε. στάδιον μέγα ἐνταῦθα ἐκ παλαιοῦ ἐστιν, οὗ δὴ οἱ τῆς πόλεως μονομάχοι τὰ πρότερα ἠγωνίζοντο, πολλά τε ἄλλα οἱ πάλαι ἄνθρωποι ἀμφὶ τὸ στάδιον τοῦτο ἐδείμαντο, καὶ ἀπ’ αὐτοῦ1 στενωπούς, ὡς τὸ εἰκός, πανταχόθι τοῦ χωρίου ξυμβαίνει εἶναι.

又有一次,君士坦丁在傍晚时分率领匈人来到尼禄原野,当他看到敌军凭借人数占据压倒性优势时,便采取了如下行动。那里自古建有一座巨大的竞技场,城中的角斗士从前曾在此竞技;古人在这座竞技场周围还建造了许多其他建筑物,因此,正如人们所料,那一带到处都是狭窄的巷道。

§6.1.6

τότε οὖν Κωνσταντῖνος, ἐπεὶ οὔτε περιέσεσθαι τοῦ τῶν Γότθων ὁμίλου εἶχεν οὔτε κινδύνου μεγάλου ἐκτὸς φεύγειν οἷός τε ἦν, ἀπὸ τῶν ἵππων ἅπαντας τοὺς Οὔννους ἀποβιβάσας πεζὸς ξὺν αὐτοῖς ἔς τινα τῶν ἐκείνῃ στενωπῶν ἔστη.

当时君士坦丁既无法压倒哥特人的大军,又不可能在没有巨大危险的情况下撤退,于是让所有匈人下马,自己也同他们一起步行站立在当地的一条狭窄巷道中。

§6.1.7

ὅθεν δὴ βάλλοντες ἐκ τοῦ ἀσφαλοῦς τοὺς πολεμίους συχνοὺς ἔκτεινον. καὶ χρόνον μέν τινα οἱ Γότθοι βαλλόμενοι ἀντεῖχον.

他们从那里居于安全之地射击,射杀了许多敌人。在一段时间内,哥特人虽遭到箭击仍勉力支撑。

§6.1.8

ἤλπιζον γάρ, ἐπειδὰν τάχιστα τῶν Οὔννων τὰς φαρέτρας ἐπιλείπῃ τὰ βέλη, κύκλωσίν τε αὐτῶν οὐδενὶ πόνῳ ποιήσασθαι καὶ δήσαντες ἐς στρατόπεδον αὐτοὺς τὸ σφέτερον ἄξειν.

因为他们希望,只要匈人的箭筒耗尽箭矢,他们就能毫不费力地将其包围,予以捆绑并押送到自己的营地。

§6.1.9

ἐπεὶ δὲ οἱ Μασσαγέται, τοξόται μὲν ἀγαθοὶ ὄντες, ἐς πολὺν δὲ ὅμιλον βάλλοντες, τοξεύματι σχεδόν τι ἑκάστῳ πολεμίου ἀνδρὸς ἐπετύγχανον, ᾔσθοντο μὲν ὑπὲρ ἥμισυ ἀπολωλότες, ἤδη δὲ καὶ ἐς δυσμὰς ἰόντος ἡλίου οὐκ ἔχοντες ὅ τι γένωνται2 ἐς φυγὴν ὥρμηντο.

然而,由于马萨革泰人(匈人)是优秀的弓箭手,且射向密集的人群,几乎每发一箭都能命中一名敌兵,哥特人察觉到已有超过半数的人丧命,加之太阳西沉,他们不知所措,便仓皇逃跑。

§6.1.10

ἔνθα δὴ αὐτῶν πολλοὶ ἔπεσον· ἐπισπόμενοι γὰρ οἱ Μασσαγέται, ἐπεὶ τοξεύειν ὡς ἄριστα καὶ πολλῷ χρώμενοι δρόμῳ ἐπίστανται, οὐδέν τι ἧσσον ἐς νῶτα βάλλοντες ἔκτεινον. οὕτω τε ἐς Ῥώμην Κωνσταντῖνος ξὺν τοῖς Οὔννοις ἐς νύκτα ἧκε.

在那里确实有许多人倒下;因为追击的马萨革泰人即使在全速奔跑时也深知如何最精准地放箭,同样射中他们的后背予以击杀。就这样,君士坦丁与匈人一同于入夜时分返回罗马。

§6.1.11

Περανίου δὲ ἡμέραις οὐ πολλαῖς ὕστερον Ῥωμαίων τισὶ διὰ πύλης Σαλαρίας ἐπὶ τοὺς πολεμίους ἡγησαμένου ἔφευγον μὲν κατὰ κράτος οἱ Γότθοι, παλινδιώξεως δὲ περὶ ἡλίου δυσμὰς ἐκ τοῦ αἰφνιδίου γεγενημένης, τῶν τις Ῥωμαίων πεζὸς ἐς μέγαν καταστὰς θόρυβον ἐς βαθεῖάν τινα κατώρυχα ἐμπίπτει, οἷαι πολλαὶ τοῖς πάλαι ἀνθρώποις πρὸς σίτου παρακαταθήκην ἐνταῦθα, οἶμαι, πεποίηνται. οὔτε δὲ κραυγῇ χρῆσθαι τολμήσας, ἅτε που ἐγγὺς στρατοπεδευομένων τῶν πολεμίων, οὔτε τοῦ βόθρου τρόπῳ ὁτῳοῦν ἀπαλλάσσεσθαι οἷός τε ὤν, ἐπεὶ ἀνάβασιν οὐδαμῆ εἶχεν, αὐτοῦ διανυκτερεύειν ἠνάγκαστο.

过了没几天,当佩拉尼乌斯率领一部分罗马士兵穿过萨拉里亚门迎击敌人时,哥特人拼命溃逃;但日落时分敌军突然发起反追击,一名罗马步兵陷入极度慌乱,坠入了一个很深的坑穴,我想那是古人为了储藏粮食在当地挖掘的众多地穴之一。 由于敌人就在近旁扎营,他不敢出声呼喊,而且四周完全没有向上的攀爬通道,他也无法以任何方式脱离坑穴,只得被迫在原地过夜。

§6.1.13

τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ, τροπῆς αὖθις τῶν βαρβάρων γεγενημένης, τῶν τις Γότθων ἐς τὴν αὐτὴν κατώρυχα ἐμπίπτει.

次日,蛮族再次遭遇溃败,一名哥特人也掉进了同一个坑穴中。

§6.1.14

ἔνθα δὴ ἄμφω ἔς τε φιλοφροσύνην καὶ εὔνοιαν ξυνηλθέτην ἀλλήλοιν, ξυναγούσης αὐτοὺς τῆς ἀνάγκης, τά τε πιστὰ ἔδοσαν, ἦ μὴν κατεσπουδασμένην ἑκατέρῳ τὴν θατέρου σωτηρίαν εἶναι, καὶ τότε δὴ μέγα καὶ ἐξαίσιον ἄμφω ἐβόων.

在困境的促使下,两人确实彼此萌生了亲善与善意,并立下誓言,双方必将竭力确保对方的安全;随后两人便发出极其巨大的喊声。

§6.1.15

Γότθοι μὲν οὖν τῇ τε φωνῇ ἐπισπόμενοι καὶ ὑπὲρ τῆς κατώρυχος διακύψαντες ἐπυνθάνοντο ὅστις ποτὲ ὁ βοῶν εἴη.

哥特人循声赶来,俯身查看坑穴,询问究竟是谁在呼喊。

§6.1.16

οὕτω δὲ τοῖν ἀνδροῖν δεδογμένον,3 σιωπὴν μὲν ὁ Ῥωμαῖος εἶχεν, ἅτερος δὲ τῇ πατρίῳ γλώσσῃ ἔναγχος ἔφασκεν ἐν τῇ γενομένῃ τροπῇ ἐμπεπτωκέναι, βρόχον τε αὐτούς, ὅπως ἀναβαίνοι, ἠξίου καθεῖναι.

鉴于两人已达成此项默契,罗马人保持沉默,而另一人则用母语声称自己是在刚才的溃败中刚掉下去的,并请求他们垂下一根绳索,以便自己能够爬上去。

语法注3 条
  1. 6.1.5ἀπ’ αὐτοῦ

    介词短语 ἀπʼ αὐτοῦ 中的 αὐτό 指代前文所述的整个事实(竞技场及其周围建筑的修建),用作表示因果或结果的副词性短语,意为“因此/由此导致”。

  2. 6.1.9οὐκ ἔχοντες ὅ τι γένωνται

    这里的 γένωνται 是 γίγνομαι 的不定过去时虚拟式,位于由 οὐκ ἔχω(“不知如何……”)引导的间接疑问句中,属于表示商讨决断的审议虚拟式(deliberative subjunctive),形成固定惯用表达“不知何去何从/不知所措”。

  3. 6.1.16οὕτω δὲ τοῖν ἀνδροῖν δεδογμένον

    这是由无人称动词 δοκεῖ 的完成时被动分词中性单数宾格 δεδογμένον 构成的宾格绝对结构(accusative absolute)。τοῖν ἀνδροῖν 为双数与格,作为与分词相联系的施事与格或利害与格,意为“鉴于这已由二人商定”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.1.1-6.1.16