- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.29.35-5.29.50
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马主力部队全面溃退,但普林奇皮乌斯与塔尔穆图斯的浴血奋战掩护了多数友军脱险;逃回的溃兵被关在城外险遭围歼,最终城垛上的守军迫使哥特军退却,战斗结束。
Ἐν ᾧ δὲ ταῦτα ἐν Νέρωνος πεδίῳ ἐγίνετο, ἐν τούτῳ ὁ ἄλλος τῶν βαρβάρων στρατὸς ἄγχιστα τῶν σφετέρων στρατοπέδων ταῖς ἀσπίσι φραξάμενοι τοὺς ἐναντίους καρτερῶς ἠμύναντο, καὶ πολλοὺς μὲν ἄνδρας, ἵππους δὲ πολλῷ πλείους διέφθειρον.
正当这些事在尼禄平原发生之际,蛮族的其余军队在极其靠近己方营寨之处结成盾阵,坚决击退对手,斩杀了许多人,杀死的战马则多得多。
ἐπεὶ δὲ Ῥωμαίων οἱ μὲν τραυματίαι γεγενημένοι, οἱ δὲ τῶν ἵππων σφίσι διαφθαρέντων1 ἐξέλιπον τὴν παράταξιν, ἐν ὀλίγῃ καὶ πρότερον τῇ στρατιᾷ οὔσῃ ἔτι μᾶλλον ἡ ὀλιγανθρωπία διαφανὴς ἦν, πολύ τε τὸ διαλλάσσον τοῦ τῶν Γότθων ὁμίλου ἐφάνη.
然而当罗马人中有的负伤,有的因战马被杀而脱离战线时,本就人数不多的军队其人丁单薄更形显著,与哥特人大军之间的巨大差距亦昭然若揭。
ἅπερ ἐν νῷ λαβόντες οἱ τῶν βαρβάρων ἱππεῖς ἐκ τοῦ δεξιοῦ κέρως ἐπὶ τοὺς κατ’ αὐτοὺς πολεμίους ἐχώρησαν δρόμῳ. ὧν δὴ τὰ δόρατα οὐκ ἐνεγκόντες οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ὥρμηντο καὶ ἐς τῶν πεζῶν τὴν φάλαγγα ἧκον.
蛮族骑兵察觉到这一点,便从右翼全速向对面的敌人冲杀过来。此处的罗马人无法抵挡长矛的冲击,拔步溃逃,退至步兵方阵之中。
οὐ μὴν οὐδὲ οἱ πεζοὶ τοὺς ἐπιόντας ὑφίσταντο, ἀλλὰ ξὺν τοῖς ἱππεῦσιν οἱ πολλοὶ ἔφευγον. αὐτίκα δὲ καὶ τὸ ἄλλο Ῥωμαίων στράτευμα ὑπεχώρει, ἐγκειμένων σφίσι τῶν πολεμίων, καὶ ἡ τροπὴ κατὰ κράτος ἐγίνετο.
步兵亦未能力抗来犯之敌,大多数人反与骑兵一同奔逃。紧接着,罗马其余军队在敌人的猛攻下亦开始后撤,溃败遂全面发生。
Πριγκίπιος δὲ καὶ Ταρμοῦτος ξὺν ὀλίγοις τισὶ τῶν ἀμφ’ αὑτοὺς πεζῶν ἔργα ἐπεδείξαντο ἀρετῆς ἄξια ἐς αὐτούς.
在此危局中,普林奇皮乌斯与塔尔穆图斯率领身边的少数步兵,对敌展现了无愧于勇名的壮举。
μαχομένους τε γὰρ καὶ τρέπεσθαι ξὺν τοῖς ἄλλοις ἥκιστα ἀξιοῦντας τῶν Γότθων οἱ πλεῖστοι ἐν θαύματι τοῦτο μεγάλῳ ποιούμενοι ἔστησαν.2 καὶ ἀπ’ αὐτοῦ οἵ τε ἄλλοι πεζοὶ καὶ τῶν ἱππέων οἱ πλεῖστοι ἀδεέστερον διεσώθησαν.
盖因见他们死战不退、绝不肯随同他人溃逃,大多数哥特人对此大为惊奇而停下脚步。正因如此,其余步兵与大多数骑兵才得以较为安全地脱险。
Πριγκίπιος μὲν οὖν, κρεουργηθεὶς τὸ σῶμα ὅλον, αὐτοῦ ἔπεσε, καὶ πεζοὶ ἀμφ’ αὐτὸν τεσσαράκοντα καὶ δύο.
普林奇皮乌斯全身被砍得血肉模糊,阵亡当场,身边的四十二名步兵亦同归于尽。
Ταρμοῦτος δὲ δύο ἀκόντια Ἰσαυρικὰ ἐν ἀμφοτέραις ταῖς χερσὶν ἔχων, νύττων τε ἀεὶ τοὺς ἐπιόντας ἐπιστροφάδην, ἐπειδὴ κοπτόμενος τὸ σῶμα ἀπεῖπεν, Ἔννου τἀδελφοῦ ξὺν ἱππεῦσί τισιν ἐπιβεβοηθηκότος, ἀνέπνευσέ τε καὶ δρόμῳ ὀξεῖ λύθρου τε καὶ πληγῶν ἔμπλεως ἐπὶ τὸν περίβολον οὐδέτερον τῶν ἀκοντίων ἀποβαλὼν ᾔει.
至于塔尔穆图斯,双手各执一柄伊苏里亚标枪,不断回身刺向扑上来的敌人;当他因身受创伤而力竭时,其弟恩内斯率若干骑兵驰援,他得以缓过气来,浑身血迹与伤口,却未丢弃两柄标枪中的任何一柄,全速向城墙奔去。
ποδώκης δὲ ὢν φύσει διαφυγεῖν ἴσχυσε, καίπερ οὕτω τοῦ σώματος ἔχων,3 παρ’ αὐτάς τε τὰς Πιγκιανὰς πύλας ἐλθὼν ἔπεσε. καὶ αὐτὸν τετελευτηκέναι δόξαντα ὑπὲρ ἀσπίδος ἄραντες τῶν τινες ἑταίρων ἐκόμισαν.
他生性健步如飞,虽身体已落入如此境地,仍得以脱逃,径直奔至平齐亚门前仆倒在地。同袍中有人以为他已阵亡,便将他抬在盾牌上抬了进去。
ὁ δὲ ἡμέρας δύο ἐπιβιοὺς ἐτελεύτησε, λόγον αὑτοῦ πολὺν ἔν τε Ἰσαύροις καὶ τῷ ἄλλῳ στρατοπέδῳ ἀπολιπών.
他又活了两天后去世,在伊苏里亚人与其余全军之中留下了极高的声誉。
Πεφοβημένοι τε ἤδη Ῥωμαῖοι φρουρᾶς τῆς ἐν τῷ τείχει ἐπεμελοῦντο καὶ τὰς πύλας ἐπιθέντες ξὺν θορύβῳ πολλῷ τῇ πόλει τοὺς φεύγοντας οὐκ ἐδέχοντο, δεδιότες μὴ ξυνεισβάλλωσιν αὐτοῖς οἱ πολέμιοι.
此时惊骇万分的罗马人忙于城墙守卫,在一片惊慌混乱中紧闭城门,不敢接纳溃逃回来的同袍,深恐敌人随之冲入城内。
καὶ αὐτῶν ὅσοι οὐκ ἔφθασαν τοῦ περιβόλου ἐντὸς γεγενημένοι,4 τὴν τάφρον διαβάντες καὶ τῷ τείχει τὰ νῶτα ἐρείσαντες, ἔτρεμόν τε καὶ πάσης ἀλκῆς ἐπιλελησμένοι εἱστήκεισαν, ἀμύνεσθαί τε τοὺς βαρβάρους ἥκιστα ἴσχυον, καίπερ ἐγκειμένους τε καὶ τὴν τάφρον ὑπερβῆναι ἐπ’ αὐτοὺς μέλλοντας.
而那些未能及时进入城墙之内的人,越过壕沟,背靠城墙,战栗着呆立在那里,忘却了一切斗志;尽管敌人步步紧逼、即将越过壕沟扑向他们,他们却完全无力抵御蛮族。
αἴτιον δὲ ἦν ὅτι τοῖς μὲν πολλοῖς τὰ δόρατα ἔν τε τῇ ξυμβολῇ καὶ τῇ φυγῇ κατεαγότα ἐτύγχανε, τὰ δὲ τόξα ἐνεργεῖν στενοχωρίᾳ τῇ πρὸς ἀλλήλους οὐχ οἷοί τε ἦσαν.
究其缘由,乃是大多数人的长矛在交锋与溃逃中尽已折断,而因相互挤逼在狭窄之地,他们亦无法施展弓箭。
ἕως μὲν οὖν οὐ πολλοὶ ἐν ταῖς ἐπάλξεσι καθεωρῶντο, οἱ Γότθοι ἐνέκειντο, ἐλπίδα ἔχοντες τούς τε ἀποκεκλεισμένους ἅπαντας διαφθεῖραι καὶ τοὺς ἐν τῷ περιβόλῳ βιάσασθαι.
因此,只要城垛上望见的守军尚不很多,哥特人便持续猛攻,期望将关在城外的所有人尽数歼灭,并强行攻破城垣内的人。
ἐπεὶ δὲ στρατιωτῶν τε καὶ τοῦ Ῥωμαίων δήμου ἀμυνομένων πολύ τι χρῆμα ἐς τὰς ἐπάλξεις εἶδον, αὐτίκα δὴ ἀπογνόντες ἐνθένδε ὀπίσω ἀπήλαυνον, πολλὰ τοὺς ἐναντίους κακίσαντες.
然而,当他们望见大批士兵与罗马民众登上城垛进行防守时,便立时断绝了指望,在对对手痛加讥嘲后策马撤离。
ἥ τε μάχη ἐν τοῖς τῶν βαρβάρων χαρακώμασιν ἀρξαμένη ἔν τε τῇ τάφρῳ καὶ τῷ τῆς πόλεως ἐτελεύτησε τείχει.
这场始于蛮族营垒的战斗,遂在壕沟与城墙之前拉下了帷幕。
- 5.29.36τῶν ἵππων σφίσι διαφθαρέντων
属格独立结构(τῶν ἵππων... διαφθαρέντων)内含间接反身代词与格 σφίσι(利益/关系与格,“对他们而言战马被杀害”),指代失去坐骑的骑兵。
- 5.29.40μαχομένους τε γὰρ καὶ τρέπεσθαι ξὺν τοῖς ἄλλοις ἥκιστα ἀξιοῦντας τῶν Γότθων οἱ πλεῖστοι ἐν θαύματι τοῦτο μεγάλῳ ποιούμενοι ἔστησαν
主句主语为 τῶν Γότθων οἱ πλεῖστοι,谓语动词为 ἔστησαν。分词短语 ἐν θαύματι... ποιούμενοι(“深感惊异”)统领宾语 τοῦτο,而 τοῦτο 则回指并概括前置的宾格分词短语 μαχομένους... καὶ... ἀξιοῦντας(指普林奇皮乌斯等人浴血奋战且不肯随众溃逃的状态)。
- 5.29.43οὕτω τοῦ σώματος ἔχων
动词 ἔχω 搭配情态副词(οὕτω)及表关涉/限定的属格(τοῦ σώματος)构成的惯用句式,意为“身体处于如此状态”。
- 5.29.46οὐκ ἔφθασαν τοῦ περιβόλου ἐντὸς γεγενημένοι
动词 φθάνω 加补充分词(γεγενημένοι)的否定式(οὐκ ἔφθασαν...),表示“未能来得及/未能及时(进入城内)”,指未能及时躲入城墙内的溃兵。
