← 普罗科皮乌斯

战史

§5.9.16-5.9.30

凿通引水渠与贝利萨留最后的劝降

依循一名伊苏利亚兵士的发现,引水渠内的巨石被秘密凿宽,开辟出一条潜入通道。贝利萨留通过斯特凡努斯劝谕内阿波利斯市民归顺以避免屠城惨祸,却遭到了市民的拒绝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9.16

ταῦτα τῷ Ἰσαύρῳ κατανοήσαντι οὐκ ἀμήχανα ἔδοξεν εἶναι τῷ στρατῷ ἐς τὴν πόλιν ἰέναι, ἢν ὀλίγῳ μέτρῳ τὴν ἐκείνῃ διώρυχα εὐρυτέραν ποιήσωνται.

该伊苏利亚人察明此事后,以为若将彼处的涵道略微拓宽些许,军队进城并非绝无可能。

§5.9.17

ἅτε δὲ αὐτὸς ἀφανής τε ὢν καὶ τῶν ἡγεμόνων οὐδενὶ πώποτε ἐς λόγους ἥκων τὸ πρᾶγμα ἐς Παύκαριν ἤνεγκεν, ἄνδρα Ἴσαυρον, ἐν τοῖς Βελισαρίου ὑπασπισταῖς εὐδοκιμοῦντα. ὁ μὲν οὖν Παύκαρις τὸν πάντα λόγον αὐτίκα τῷ στρατηγῷ ἤγγειλε.

但他自身地位卑微,未尝与任何将领交谈,遂将此事告知帕乌卡里斯——一名在贝利萨留的侍从卫士中素享盛誉的伊苏利亚人。帕乌卡里斯随即将全盘实情禀报主帅。

§5.9.18

Βελισάριος δὲ τῇ τοῦ λόγου ἡδονῇ ἀναπνεύσας καὶ χρήμασι μεγάλοις τὸν ἄνθρωπον δωρήσεσθαι ὑποσχόμενος ἐς τὴν πρᾶξιν ἦγε, καὶ αὐτὸν ἐκέλευεν Ἰσαύρων τινὰς ἑταιρισάμενον ἐκτομὴν ὡς τάχιστα τῆς πέτρας ποιεῖσθαι, φυλασσόμενον ὅπως τοῦ ἔργου μηδενὶ αἴσθησιν δώσουσι.

贝利萨留因听闻此等喜讯而松了一口气,并许诺以重金犒赏此人,催其付诸实行,且命其纠合数名伊苏利亚人,速速开凿那块巨石,同时务须警惕,切勿让任何人察觉此项举动。

§5.9.19

Παύκαρις δέ, Ἰσαύρους ἀπολεξάμενος πρὸς τὸ ἔργον ἐπιτηδείως πάντη ἔχοντας, ἐντὸς τοῦ ὀχετοῦ σὺν αὐτοῖς λάθρα ἐγένετο.

帕乌卡里斯遂挑选了在各方面均极适宜此项劳役的伊苏利亚人,携他们悄然潜入引水渠内。

§5.9.20

ἔς τε τὸν χῶρον ἐλθόντες ἵνα δὴ τὴν στενοχωρίαν ἡ πέτρα ἐποίει, ἔργου εἴχοντο, οὐκ ἀξίναις τὴν πέτραν οὐδὲ πελέκεσι τέμνοντες, ὅπως μὴ ἔνδηλα τῷ κτύπῳ τοῖς πολεμίοις ποιήσωσι τὰ πρασσόμενα, ἀλλὰ σιδηρίοις τισὶν ὀξέσιν αὐτὴν ἐνδελεχέστατα ξέοντες.

待抵达巨石造成逼仄之处,他们便着手劳作,既不用斧凿亦不用斤斧劈砍巨石,以免因声响而使敌军察知其图谋,而是用数把锐利的铁器极其持久地刮削石壁。

§5.9.21

καὶ χρόνῳ ὀλίγῳ κατείργαστο, ὥστε ἀνθρώπῳ δυνατὰ εἶναι θώρακά τε ἀμπεχομένῳ καὶ ἀσπίδα φέροντι ταύτῃ ἰέναι.

不多时工役告成,以致披挂胸甲并手持盾牌之人亦能由此通行。

§5.9.22

Ἐπειδὴ δὲ ἅπαντα ἤδη ὡς ἄριστα εἶχεν, ἔννοια Βελισαρίῳ ἐγένετο ὡς, ἢν πολέμῳ ἐς Νεάπολιν τῷ στρατῷ ἐσιτητὰ εἴη,1 τοῖς τε ἀνθρώποις ἀπολωλέναι ξυμβήσεται καὶ τἄλλα ξυμπεσεῖν ἅπαντα, ὅσα πόλει πρὸς πολεμίων ἁλούσῃ γίνεσθαι εἴωθε.

待诸事皆已准备妥当,贝利萨留心生一念:倘若军队不得不强攻进入内阿波利斯,城中之人必遭诛灭,且凡为敌军攻克之城池常遭之一切灾祸,亦必尽数降临于此。

§5.9.23

Στέφανόν τε εὐθὺς μεταπεμψάμενος ἔλεξε τοιάδε· “Πολλάκις εἶδον πόλεις ἁλούσας καὶ τῶν τηνικαῦτα γινομένων εἰμὶ ἔμπειρος.

他遂即刻召来斯特凡努斯,言道:“我曾屡见城破之惨状,深知彼时所生之事。

§5.9.24

τοὺς μὲν γὰρ ἄνδρας ἀναιροῦσιν ἡβηδὸν ἅπαντας, γυναῖκας δὲ θνήσκειν αἰτουμένας οὐκ ἀξιοῦσι κτείνειν, ἀλλ’ ἐς ὕβριν ἀγόμεναι πάσχουσιν ἀνήκεστά τε καὶ ἐλέου πολλοῦ ἄξια.

盖男丁自成年以上悉数遭屠,女子虽乞求一死,敌亦不屑诛之,反掳之凌辱,令其蒙受无可挽回且极堪怜悯之奇耻大祸。

§5.9.25

παῖδας δὲ οὔτε τροφῆς οὔτε παιδείας οὕτω μεταλαχόντας δουλεύειν ἀνάγκη, καὶ ταῦτα τοῖς πάντων ἐχθίστοις, ὧν ἐν ταῖς χερσὶ τὸ τῶν πατέρων αἷμα τεθέανται.

孩童未及饱饫抚育教化,便不得不沦为奴隶,且偏偏侍奉最可恨之人,〔孩童〕曾亲见父辈之血溅于其手。

§5.9.26

ἐῶ γάρ, ὦ φίλε Στέφανε, λέγειν τὸ πῦρ, ᾧ τά τε ἄλλα χρήματα καὶ τὸ τῆς πόλεως ἀφανίζεται κάλλος. ταῦτα Νεάπολιν τήνδε ὥσπερ ἐν κατόπτρῳ ταῖς πρότερον ἁλούσαις πόλεσιν ὁρῶν πάσχουσαν, αὐτῆς τε καὶ ὑμῶν ἐς οἶκτον ἥκω.

亲爱的斯特凡努斯啊,我且按下烈火不表,此火将尽毁其余财产与全城之秀美。我见此内阿波利斯蒙受此难,宛如在往昔陷落诸城之镜中得见一般,遂对本城及尔等深起哀矜之念。

§5.9.27

μηχαναὶ γάρ μοι πεποίηνται νῦν ἐς αὐτήν, ἣν μὴ οὐχὶ ἁλῶναι ἀδύνατον.2 πόλιν δὲ ἀρχαίαν καὶ οἰκήτορας Χριστιανούς τε καὶ Ῥωμαίους ἄνωθεν ἔχουσαν ἐς τοῦτο τύχης οὐκ ἂν εὐξαίμην, ἄλλως τε καὶ ὑπ’ ἐμοῦ Ῥωμαίων στρατηγοῦντος, ἐλθεῖν, μάλιστα ἐπεὶ βάρβαροι πολλοί μοι τὸ πλῆθος ἐν τῷ στρατοπέδῳ εἰσίν, ἀδελφοὺς ἢ ξυγγενεῖς πρὸ τοῦδε ἀπολωλεκότες τοῦ τείχους· ὧν δὴ κατέχειν τὸν θυμόν, ἢν πολέμῳ τὴν πόλιν ἕλωσιν, οὐκ ἂν δυναίμην.

盖我今已设下攻城之策,令此城断无不克之理。然而使一座自古便聚居基督徒与罗马人的古城沦落至此等运命,尤借我这罗马主帅之手,实非我所愿;况且我军营中塞满大量蛮族,彼等曾在此城垣前痛失兄弟亲属;若彼等强攻破城,其怒火恐非我所能抑制。

§5.9.28

οὐκοῦν ἕως ἔτι τὸ τὰ ξυνοίσοντα ἑλέσθαι τε καὶ πράσσειν ἐφ’ ὑμῖν ἐστι, βουλεύσασθε μὲν τὰ βελτίω, φύγετε δὲ ξυμφοράν· ἧς, ὡς τὸ εἰκός, ξυμπιπτούσης ὑμῖν οὐ τὴν τύχην δικαίως, ἀλλὰ τὴν ὑμετέραν αἰτιάσεσθε γνώμην.”

是故,趁尔等尚能抉择并施行于己有利之策时,务当筹谋良策,以避此浩劫;若此祸诚如意料降临于尔等之身,尔等理当归咎于自身之决意,而非天命之不公。”

§5.9.29

τοσαῦτα εἰπὼν Βελισάριος Στέφανον ἀπεπέμψατο. ὃς ἐς Νεαπολιτῶν τὸν δῆμον παρῆλθε δεδακρυμένος τε καὶ πάντα ξὺν οἰμωγῇ ἀγγέλλων ὅσα Βελισαρίου λέγοντος ἤκουσεν.

贝利萨留言毕,便遣退斯特凡努斯。后者来到内阿波利斯民众面前,涕泪俱下,哀号着转述了他听闻贝利萨留所言之一切。

§5.9.30

οἱ δὲ (οὐδὲ γὰρ χρῆν Νεαπολίτας ἀθῴους βασιλεῖ κατηκόους γενέσθαι) οὔτε ἔδεισάν τι οὔτε Βελισαρίῳ προσχωρεῖν ἔγνωσαν.

然而民众——盖内阿波利斯人似乎注定无法丝毫无损地臣服于皇帝——既无半分惧色,亦未打算归顺贝利萨留。

语法注2 条
  1. 5.9.22ἐς Νεάπολιν τῷ στρατῷ ἐσιτητὰ εἴη

    动词性形容词 ἐσιτητά 采用中性复数作非人称用法(意为“进入是可能的/应当进入”),并带动作主体与格 τῷ στρατῷ。条件从句 ἢν ... εἴη 在间接引语(表贝利萨留的想法)中依附于历史时态主句(ἔννοια ... ἐγένετο),原本的虚拟式(ἢν ... ᾖ)因而转为祈愿式。

  2. 5.9.27ἣν μὴ οὐχὶ ἁλῶναι ἀδύνατον

    在含有否定涵义的谓词 ἀδύνατον [ἐστι] 之后,加重语气的双重否定 μὴ οὐχὶ 引出被动不定式 ἁλῶναι。关系代词 ἣν 作为不定式的逻辑主语(宾格),指代前文的城市(αὐτήν)。该结构整体表达强烈的肯定:“此城不可能不被攻克(即必定陷落)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.9.16-5.9.30