← 普罗科皮乌斯

战史

§5.10.1-5.10.17

经引水渠夜袭与潜入城下

贝利萨留夜间命四百名士兵借引水渠潜入内阿波利斯城内,并派人向哥特守军喊话以掩盖动静;潜入部队沿渠进入城下,受阻于高耸拱顶,直至抵达一处废宅下方的敞口处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.10.1

Τότε δὴ καὶ αὐτὸς τὰ ἐς τὴν εἴσοδον κατεστήσατο ὧδε. ἄνδρας ἀμφὶ τετρακοσίους ἀπολεξάμενος περὶ λύχνων ἁφὰς καὶ ἄρχοντε αὐτοῖς ἐπιστήσας Μάγνον τε, ὃς ἱππικοῦ καταλόγου ἡγεῖτο, καὶ τὸν τῶν Ἰσαύρων ἀρχηγὸν Ἔννης,1 θωρακίσασθαί τε ἅπαντας καὶ τάς τε ἀσπίδας τά τε ξίφη ἀνελομένους ἡσυχάζειν, ἄχρι αὐτὸς σημήνῃ, ἐκέλευε.

彼时贝利萨留本人亦就入城之事作了如下部署。他在点灯时分挑选了约四百人,并委派两名将领统领他们——即指挥一支骑兵队的马格努斯,以及伊苏利亚人的首脑恩内斯;他命众人皆披挂胸甲,执盾提剑,静候自身发令。

§5.10.2

καὶ Βέσσαν μεταπεμψάμενος αὐτοῦ μένειν ἐπήγγειλε· βούλεσθαι γὰρ ξὺν αὐτῷ βουλήν τινα περὶ τοῦ στρατοπέδου ποιήσασθαι·

他又召来贝萨斯,命其留于彼处;因他声称欲与他商讨有关军营之事。

§5.10.3

καὶ ἐπειδὴ πόρρω ἦν τῶν νυκτῶν, Μάγνῳ τε καὶ Ἔννῃ τὰ σφίσι παρόντα εἰπὼν καὶ τὸ χωρίον ἐπιδείξας οὗ πρότερον διελὼν τὸν ὀχετὸν ἔτυχε, τοῖς τετρακοσίοις ἐς τὴν πόλιν ἐξηγήσασθαι, λύχνα ἀνελομένους, ἐκέλευε. καὶ ἄνδρας δύο ταῖς σάλπιγξε χρῆσθαι ἐπισταμένους ξὺν αὐτοῖς ἔπεμψεν, ὅπως, ἐπειδὰν τοῦ περιβόλου ἐντὸς γένωνται, τήν τε πόλιν ξυνταράξαι καὶ τὰ πρασσόμενα σημῆναι σφίσιν οἷοί τε ὦσιν.

待至深夜,他向马格努斯与恩内斯说明了当下的情势,并指明了自己此前凿通引水渠之处,命他们执持火把,率领这四百人入城。他又派遣了两名通晓号角吹奏之人与他们同行,以便他们一旦进至城垣之内,便能扰乱全城,并向己方发出信号以示行动进展。

§5.10.5

αὐτὸς δὲ κλίμακας ὅτι πλείστας πρότερον πεποιημένας ἐν παρασκευῇ εἶχεν. Οἱ μὲν οὖν ἐς τὸν ὀχετὸν ὑποδύντες ἐπὶ τὴν πόλιν ἐβάδιζον, αὐτὸς δὲ ξὺν τῷ Βέσσᾳ καὶ Φωτίῳ αὐτοῦ ἔμενε καὶ ξὺν αὐτοῖς ἅπαντα ἔπρασσε.

他本人则备妥了此前尽多制备的云梯。于是众人潜入引水渠向城池行进,而他本人则与贝萨斯及福提乌斯留于原地,与他们协同调度全盘事务。

§5.10.6

πέμψας δὲ καὶ ἐς τὸ στρατόπεδον, ἐγρηγορέναι τε καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχειν ἐπέταττε. καὶ πολλοὺς μέντοι ἀμφ’ αὑτὸν εἶχεν οὓς δὴ εὐτολμοτάτους ᾤετο εἶναι. τῶν δὲ ἐπὶ τὴν πόλιν ἰόντων οἱ ὑπὲρ ἥμισυ κατωρρωδηκότες τὸν κίνδυνον ὀπίσω ἀπεκομίζοντο.

他又派人前往军营,命全军保持警惕、手持兵刃。此外,他身边还留有许多自认为最英勇胆大之人。然而在向城内行进的部队中,大半之人因畏惧险境而退缩返还。

§5.10.7

οὓς ἐπεὶ Μάγνος ἕπεσθαί οἱ, καίπερ πολλὰ παραινέσας, οὐκ ἔπειθε, παρὰ τὸν στρατηγὸν ξὺν αὐτοῖς ἐπανῆκε.

马格努斯虽百般劝谕,终无法说服他们相随,遂携他们返回主帅之处。

§5.10.8

τούτους δὲ Βελισάριος κακίσας καὶ τῶν ἀμφ’ αὑτὸν ἀπολέξας διακοσίους σὺν Μάγνῳ ἰέναι ἐκέλευεν. ὧν δὴ καὶ Φώτιος ἡγεῖσθαι θέλων, ἐς τὴν διώρυχα ἐσεπήδησεν· ἀλλὰ Βελισάριος αὐτὸν διεκώλυσεν.

贝利萨留斥责了他们,并从自己身边挑选出二百人,命其随马格努斯前去。福提乌斯亦欲统领他们,甚至跃入了涵道;但贝利萨留制止了他。

§5.10.9

αἰσχυνθέντες δὲ τοῦ τε στρατηγοῦ καὶ Φωτίου τὴν λοιδορίαν καὶ ὅσοι τὸν κίνδυνον ἔφευγον, αὖθις αὐτὸν ὑποστῆναι τολμήσαντες ξὺν αὐτοῖς εἵποντο.

而那些此前逃避险境之人,因受到主帅与福提乌斯的斥责而深感羞愧,遂重鼓勇气再度直面危险,随众人一同前往。

§5.10.10

Βελισάριος δὲ δείσας μὴ τῶν πολεμίων τισὶ τῶν πρασσομένων αἴσθησις γένηται, οἳ δὴ ἐς τὸν πύργον φυλακὴν εἶχον ὃς τοῦ ὀχετοῦ ἄγχιστα ἐτύγχανεν ὤν, ἐνταῦθά τε ἦλθε καὶ Βέσσαν ἐκέλευε τῇ Γότθων φωνῇ διαλέγεσθαι τοῖς ταύτῃ βαρβάροις, ὅπως δὴ μή τις αὐτοῖς ἐκ τῶν ὅπλων πάταγος ἔναυλος εἴη.2

贝利萨留因唯恐被驻守在距引水渠最近的敌楼中的守敌察觉其行动,便亲赴彼处,命贝萨斯用哥特语与该处的蛮族交谈,务使他们听不到任何兵器碰撞的声响。

§5.10.11

καὶ Βέσσας μὲν αὐτοῖς ἀναβοήσας μέγα προσχωρεῖν Βελισαρίῳ παρῄνει, πολλὰ σφίσιν ἐπαγγελλόμενος ἀγαθὰ ἔσεσθαι.

贝萨斯遂向他们高声呼喊,劝他们归顺贝利萨留,并许诺他们必将获得诸多恩惠。

§5.10.12

οἱ δὲ ἐτώθαζον, πολλὰ ἐς Βελισάριόν τε καὶ βασιλέα ὑβρίζοντες. ταῦτα μὲν οὖν Βελισαρίῳ καὶ Βέσσᾳ ἐπράσσετο τῇδε.

然而他们百般嘲弄,对贝利萨留与皇帝极尽侮辱之能事。贝利萨留与贝萨斯便以此计行事。

§5.10.13

Ὁ δὲ Νεαπόλεως ὀχετὸς οὐκ ἄχρι ἐς τὸ τεῖχος καλύπτεται μόνον, ἀλλ’ οὕτω τῆς πόλεως ἐπὶ πλεῖστον διήκει, κύρτωμα ἐκ πλίνθου ὠπτημένης ὑψηλὸν ἔχων, ὥστε γενόμενοι ἐντὸς τοῦ περιβόλου οἱ ἀμφὶ Μάγνον τε καὶ Ἔννην ἅπαντες οὐδὲ ὅπου ποτὲ γῆς εἰσι ξυμβάλλεσθαι ἐδύναντο.3

内阿波利斯的引水渠不仅在抵达城垣之前覆有顶盖,而且以这种方式贯穿了全城的大部,具有用烧结砖砌成的高耸拱顶,以致马格努斯与恩内斯麾下的所有人在进入城垣范围之内后,竟完全无法推测自己究竟身在何处。

§5.10.14

οὐ μὴν οὐδέ πη ἀποβαίνειν ἐνθένδε εἶχον, ἕως οἱ πρῶτοι ἐς χῶρον ἵκοντο οὗ τὸν ὀχετὸν ἀνώροφον ξυνέπεσεν εἶναι καὶ οἴκημα ἦν κομιδῆ ἀπημελημένον.

他们亦无处得以由此步出,直至前队抵达一处恰逢引水渠没有盖顶且有一座完全荒废的屋舍的地方。

§5.10.15

ἐνταῦθα ἔσω γυνή τις ᾤκει, μόνη τε οὖσα καὶ πενίᾳ πολλῇ ξυνοικοῦσα, καὶ δένδρον ἐλαίας καθύπερθεν τοῦ ὀχετοῦ ἐπεφύκει.

屋内住着一名独居且穷困潦倒的妇人,而在引水渠上方长着一株橄榄树。

§5.10.16

οὗτοι ἐπειδὴ τόν τε οὐρανὸν εἶδον καὶ ἐν μέσῃ πόλει ᾔσθοντο εἶναι, ἐκβαίνειν μὲν διενοοῦντο, μηχανὴν μέντοι οὐδεμίαν εἶχον, ἄλλως τε καὶ ξὺν τοῖς ὅπλοις, τοῦ ὀχετοῦ ἀπαλλάσσεσθαι. ὑψηλὴ γάρ τις ἐνταῦθα ἡ οἰκοδομία ἔτυχεν οὖσα καὶ οὐδὲ ἀνάβασίν τινα ἔχουσα.

这些人望见了天空,意识到自身已处于城市正中,遂意欲出渠,然而全无脱离引水渠的办法,携带着兵刃时尤甚。盖该处砌筑极高,亦无攀登之处。

§5.10.17

τῶν δὲ στρατιωτῶν ἐπὶ πλεῖστον ἀπορουμένων καὶ ἐς στενοχωρίαν πολλὴν ξυνιόντων ʽἤδη γὰρ καὶ τῶν ὄπισθεν ἰόντων πολύς τις ξυνέρρει ὅμιλοσ̓, ἐγένετο αὐτῶν τινι ἔννοια τῆς ἀνόδου ἀποπειράσασθαι.

在将士们陷入极大困境并在逼仄之处拥挤不堪之际(因后方行进的大批队伍亦已汇集而至),其中一人心生一念,欲尝试攀援而上。

语法注3 条
  1. 5.10.1Ἔννης

    尽管此处与前面的宾格宾语(ἄρχοντε αὐτοῖς ἐπιστήσας Μάγνον τε ... καὶ τὸν τῶν Ἰσαύρων ἀρχηγόν)处于同格地位,却出现了主格形式 Ἔννης。这属于外来固有名词在松散同格中保持主格的格破格(anacoluthon)用法。

  2. 5.10.10ὅπως δὴ μή τις αὐτοῖς ἐκ τῶν ὅπλων πάταγος ἔναυλος εἴη

    形容词 ἔναυλος 在此作表语,意为“在耳边回响”或“清晰听闻”,αὐτοῖς 则是感知/关系与格(“对他们[哥特守军]而言”)。该从句说明了命贝萨斯喊话的目的,即防止行进部队武器发出的碰撞声(ἐκ τῶν ὅπλων πάταγος)被敌军察觉并听清。

  3. 5.10.13οὐδὲ ὅπου ποτὲ γῆς εἰσι ξυμβάλλεσθαι ἐδύναντο

    属格 γῆς 修饰疑问副词 ὅπου,构成部分属格,意为“究竟在地上何处”。整个间接疑问从句(ὅπου ποτὲ γῆς εἰσι)作为不定式 ξυμβάλλεσθαι(“推测”、“断定”)的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.10.1-5.10.17