- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.9.1-5.9.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对被围困的内阿波利斯人的求援,狄奥达哈德因受占卜凶兆的惊吓而按兵不动。贝利萨留因地形险阻及冬期将至而决定解围撤军,此时一名伊苏利亚兵士探查了断水的引水道,发现了直通城垣下方的狭窄岩石通道。
Οἱ μὲν οὖν πολιορκούμενοι λανθάνοντες τοὺς πολεμίους ἔπεμπον ἐς Ῥώμην παρὰ Θευδάτον βοηθεῖν σφίσι κατὰ τάχος δεόμενοι. Θευδάτος δὲ πολέμου παρασκευήν τινα ἥκιστα ἐποιεῖτο, ὢν μὲν καὶ φύσει ἄνανδρος, ὥσπερ μοι ἔμπροσθεν εἴρηται.
因此,被围困之人避开敌军耳目,遣使前往罗马面见狄奥达哈德,乞求他速速发兵来援。然而狄奥达哈德对战事全无准备,盖因其生性懦弱,正如我先前所言。
λέγουσι δὲ αὐτῷ καὶ ἕτερόν τι ξυμβῆναι, ὃ μάλιστα αὐτὸν ἐξέπληξέ τε καὶ ἐς ὀρρωδίαν μείζω ἀπήνεγκεν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες· καὶ ὣς δὲ εἰρήσεται. Θευδάτος καὶ πρότερον μὲν οὐκ ἀμελέτητος ἦν τῶν τι προλέγειν ἐπαγγελλομένων τὰς πύστεις ποιεῖσθαι, τότε δὲ τοῖς παροῦσιν ἀπορούμενος, ὃ δὴ μάλιστα τοὺς ἀνθρώπους ἐς μαντείας ὁρμᾶν εἴωθε, τῶν τινος Ἑβραίων, δόξαν ἐπὶ τούτῳ πολλὴν ἔχοντος, ἐπυνθάνετο ὁποῖόν ποτε τῷ πολέμῳ τῷδε τὸ πέρας ἔσται.
人们还说,另有一事发生在他身上,尤令其惊骇万分,并陷入更甚的恐惧之中——尽管所言之事于我而言并不可信;即便如此,我仍当道明原委。狄奥达哈德早先便非不惯于向自称能预言未来之人问卜,此时因困顿于眼下境况——而这境况最易驱使人们乞灵于占卜——,便向一位在此道上素享盛誉的希伯来人询问,这场战事究竟将以何等结局收场。
ὁ δὲ αὐτῷ ἐπήγγελλε χοίρων δεκάδας τρεῖς καθείρξαντι ἐν οἰκίσκοις τρισὶ καὶ ὄνομα ποιησαμένῳ δεκάδι ἑκάστῃ, Γότθων τε καὶ Ῥωμαίων καὶ τῶν βασιλέως στρατιωτῶν, ἡμέρας ῥητὰς ἡσυχῆ μένειν.
那人遂吩咐他将三十头猪关进三间小舍,每间各关十头,并为每十头各冠以一名号,即哥特人、罗马人与皇帝的士卒,随后静待规定的日数。
Θευδάτος δὲ κατὰ ταῦτα ἐποίει. καὶ ἐπειδὴ παρῆν ἡ κυρία, ἐν τοῖς οἰκίσκοις ἄμφω γενόμενοι ἐθεῶντο τοὺς χοίρους, εὗρόν τε αὐτῶν οἷς μὲν τὸ Γότθων ἐπῆν ὄνομα δυοῖν ἀπολελειμμένοιν νεκροὺς ἅπαντας, ζῶντας δὲ ὀλίγων χωρὶς ἅπαντας ἐς οὓς τὸ τῶν βασιλέως στρατιωτῶν ὄνομα ἦλθεν· ὅσοι μέντοι Ῥωμαῖοι ἐκλήθησαν, τούτοις δὲ ξυνέβη1 ἀπορρυῆναι μὲν τὰς τρίχας ἅπασι, περιεῖναι δὲ ἐς ἥμισυ μάλιστα.
狄奥达哈德照此办理。待至约定之日,二人同入舍内察看这批猪,发现那群冠以哥特人之名的猪,除两头外悉数毙命;而冠以皇帝士卒之名的一群,除少数几头外皆安然存活;至于那些被称作罗马人的,其鬃毛尽皆脱落,且仅存活约半数。
ταῦτα Θευδάτῳ θεασαμένῳ καὶ ξυμβαλλομένῳ τὴν τοῦ πολέμου ἀπόβασιν δέος φασὶν ἐπελθεῖν μέγα, εὖ εἰδότι ὡς Ῥωμαίοις μὲν ξυμπεσεῖται πάντως τεθνήξεσθαί τε κατὰ ἡμίσεας καὶ τῶν χρημάτων στερήσεσθαι, Γότθοις δὲ ἡσσωμένοις τὸ γένος ἐς ὀλίγους ἀποκεκρίσθαι, ἐς βασιλέα δέ, ὀλίγων οἱ στρατιωτῶν ἀπολουμένων, τὸ τοῦ πολέμου ἀφίξεσθαι κράτος. καὶ διὰ τοῦτο Θευδάτῳ λέγουσιν οὐδεμίαν ὁρμὴν ἐπιπεσεῖν ἐς ἀγῶνα Βελισαρίῳ καθίστασθαι. περὶ μὲν οὖν τούτων λεγέτω ἕκαστος ὥς πη ἐς αὐτὰ πίστεώς τε καὶ ἀπιστίας ἔχει.
狄奥达哈德见此情状,推测出战事的结果,据说大受震恐,深知罗马人势必折损半数并尽失家财,哥特人亦必战败且部族残存无几,而皇帝则只需折损极少数士卒,战争的胜势便将归于其手。据说正因如此,狄奥达哈德全无半分与贝利萨留交锋之念。关于此事,便听凭各人依其信与不信之意各抒己见罢。
Βελισάριος δὲ Νεαπολίτας κατὰ γῆν τε καὶ θάλατταν πολιορκῶν ἤσχαλλεν. οὐ γάρ οἱ οὐδὲ προσχωρήσειν ποτὲ αὐτοὺς ᾤετο, οὐ μὴν οὐδὲ ἁλώσεσθαι ἤλπιζεν, ἐπεὶ τοῦ χωρίου τὴν δυσκολίαν ἀντιστατοῦσαν ὡς μάλιστα εἶχε.
与此同时,贝利萨留从水陆两路围攻内阿波利斯人,焦躁不已。盖因他料想彼等绝无降顺之可能,亦不敢奢望攻克城池,盖因地势之险阻已极力与他作对。
καὶ ὁ χρόνος αὐτὸν τριβόμενος ἐνταῦθα ἠνία, λογιζόμενον ὅπως μὴ χειμῶνος ὥρᾳ ἐπὶ Θευδάτον τε ἀναγκάζηται καὶ Ῥώμην ἰέναι.2
且在此虚耗光阴亦令他苦恼,他深恐被迫在隆冬季节进军攻打狄奥达哈德与罗马。
ἤδη δὲ καὶ τῷ στρατῷ ἐπήγγειλε συσκευάζεσθαι, μέλλων ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσεσθαι. καί οἱ ἐπὶ πλεῖστον ἀπορουμένῳ εὐτυχίᾳ τοιᾷδε ξυνηνέχθη χρῆσθαι.
彼时他甚至已向全军下令打点行装,打算从速自此地撤军。正当他陷入绝顶困厄之际,恰逢遇上如下一桩幸事。
τῶν τινα Ἰσαύρων ἐπιθυμία ἔσχε τὴν τοῦ ὀχετοῦ οἰκοδομίαν θεάσασθαι, καὶ ὅντινα τρόπον τῇ πόλει τὴν τοῦ ὕδατος χρείαν παρείχετο.
一名伊苏利亚兵士心生向往,意欲察看那水渠的构造,以及它究竟以何种方式维系全城用水。
ἐσβάς τε τῆς πόλεως ἄποθεν, ὅθεν αὐτὸν διέρρηξε Βελισάριος, ἐβάδιζε πόνῳ οὐδενί, ἐπεὶ τὸ ὕδωρ αὐτὸν ἅτε διερρωγότα ἐπελελοίπει.
他遂在远离城池、贝利萨留毁渠之处步入水渠,走来全无阻碍,盖因水渠既毁,渠水早已断绝。
ἐπεὶ δὲ ἄγχιστα τοῦ περιβόλου ἐγένετο, πέτρᾳ μεγάλῃ ἐνέτυχεν, οὐκ ἀνθρώπων χερσὶν ἐνταῦθα, ἀλλὰ πρὸς τῆς φύσεως τοῦ χωρίου ἀποτεθείσῃ.
及至极接近城垣之处,他遇到一块巨石,此石并非人力置于彼处,而是因该地自然天成。
ταύτῃ τῇ πέτρᾳ οἱ τὸν ὀχετὸν δειμάμενοι πάλαι τὴν οἰκοδομίαν ἐνάψαντες διώρυχα ἐνθένδε ἐποίουν,3 οὐκ ἐς δίοδον μέντοι ἀνθρώπου ἱκανῶς ἔχουσαν, ἀλλ’ ὅσον τῷ ὕδατι τὴν πορείαν παρέχεσθαι. καὶ διὰ τοῦτο ξυνέβαινεν οὐκ εὖρος τὸ αὐτὸ πανταχόσε τοῦ ὀχετοῦ εἶναι, ἀλλὰ στενοχωρία ἐν τῇ πέτρᾳ ἐκείνῃ ὑπηντίαζεν, ἀνθρώπῳ, ἄλλως τε καὶ τεθωρακισμένῳ ἢ ἀσπίδα φέροντι, ἀπόρευτος οὖσα.
往昔建造水渠之人,将石砌工事衔接于此石之上,自此凿出一条涵道,其大小却不足以容人穿行,而仅仅足以供渠水流过。因此,引水道的宽度并非通体一致,反倒在那块巨石处变得狭窄局促,对于常人而言已不可通行,尤对于披甲或携盾之人更是无法穿过。
- 5.9.5ὅσοι μέντοι Ῥωμαῖοι ἐκλήθησαν, τούτοις δὲ ξυνέβη
在关系代词从句 ὅσοι... ἐκλήθησαν 之后,主句开头的指示代词 τούτοις 后紧跟连接词 δέ(即所谓的归结句 δέ / apodotic δέ)。用于从属从句先行后,在主句开头呼应并起到恢复陈述与对比的作用。
- 5.9.9ὅπως μὴ χειμῶνος ὥρᾳ ἐπὶ Θευδάτον τε ἀναγκάζηται καὶ Ῥώμην ἰέναι
由 ὅπως μή 引导的从句依附于分词 λογιζόμενον(“考量”、“盘算”),构成表示忧虑与戒备的从句(“唯恐被逼……”、“担心不得不……”)。表示思虑的动词后接 ὅπως μή,表达防止或担忧不良后果发生之意。
- 5.9.14ταύτῃ τῇ πέτρᾳ οἱ τὸν ὀχετὸν δειμάμενοι πάλαι τὴν οἰκοδομίαν ἐνάψαντες διώρυχα ἐνθένδε ἐποίουν
与格 ταύτῃ τῇ πέτρᾳ 前置于主语短语 οἱ... δειμάμενοι 之前,并作为后随分词 ἐνάψαντες(“接合于”、“连接于”)的间接宾语。其基本句法骨架为:往昔筑渠之人将石砌建筑接合于此岩石,并自此凿出一条水渠。
