- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.8.31-5.8.45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕斯托尔与阿斯克勒庇奥多托斯陈说叛变的凶险以及城防的完备,成功劝阻市民降城,内阿波利斯遂要求贝利萨留退兵。贝利萨留遂发起围攻并切断引水渠,但城池依托天险与城内水井顽强据守。
ὁρῶμεν τοίνυν ὑμᾶς, ἄνδρες πολῖται, καταπροδιδόναι Βελισαρίῳ ὑμᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ἐπειγομένους, πολλά τε ὑμᾶς ἀγαθὰ ἐπαγγελλομένῳ ἐργάζεσθαι καὶ ὅρκους δεινοτάτους ὑπὲρ τούτων ὀμεῖσθαι.
诸位同胞,我们看到,诸位正急于将自身与城池出卖给贝利萨留,而他则向诸位许诺施予诸多恩惠,并允诺就此立下最严厉的誓言。
εἰ μὲν οὖν καὶ τοῦτο ὑμῖν ἀναδέχεσθαι οἷός τέ ἐστιν ὡς ἐς αὐτὸν ἥξει τὸ τοῦ πολέμου κράτος, οὐδεὶς ἂν ἀντείποι μὴ οὐχὶ ταῦτα ὑμῖν ξύμφορα εἶναι.1
倘若他亦能向诸位担保战事的胜势必将归于他一人,便断无人会否认这些条件对诸位大有裨益。
τῷ γὰρ κυρίῳ γενησομένῳ μὴ οὐχὶ πάντα χαρίζεσθαι πολλὴ ἄνοια. εἰ δὲ τοῦτο μὲν ἐν ἀδήλῳ κεῖται, ἀνθρώπων δὲ οὐδεὶς ἀξιόχρεώς ἐστι τὴν τῆς τύχης ἀναδέχεσθαι γνώμην, σκέψασθε ὑπὲρ οἵων ὑμῖν συμφορῶν ἡ σπουδὴ γίγνεται.
盖因不向行将成为主人之人顺从一切,实乃绝顶之愚蠢。然而,倘若此事尚在未定之天,且世人无一人足以担保命运之决断,诸位便当审视,诸位的这番急切所招致的究竟是何等灾难。
ἢν γὰρ τῷ πολέμῳ Γότθοι τῶν δυσμενῶν περιέσονται, ὡς πολεμίους ὑμᾶς καὶ τὰ δεινότατα σφᾶς αὐτοὺς εἰργασμένους κολάσουσιν.
盖因哥特人若在战事中克敌制胜,必将诸位视作仇敌,严惩诸位对他们所施加的最为可怖之暴行。
οὐ γὰρ ἀνάγκῃ βιαζόμενοι, ἀλλὰ γνώμῃ ἐθελοκακοῦντες ἐς τὴν προδοσίαν καθίστασθε. ὥστε καὶ Βελισαρίῳ κρατήσαντι τῶν πολεμίων ἴσως ἄπιστοί τε φανούμεθα καὶ τῶν ἡγουμένων προδόται, καὶ ἅτε δραπέται γεγενημένοι, ἐς πάντα τὸν αἰῶνα φρουρὰν πρὸς βασιλέως κατὰ τὸ εἰκὸς ἕξομεν.
诸位并非为势所逼,而是出于己意蓄意为恶以致通敌。是以,纵使贝利萨留克敌制胜,我等于其眼中恐亦难逃背信弃义及背叛旧主之名,且既如逃奴一般,依常理势必永世承受皇帝驻军的看守。
ὁ γάρ του προδότου τετυχηκὼς τῇ μὲν χάριτι ἐς τὸ παραυτίκα νικήσας ἥσθη, ὑποψίᾳ δὲ ὕστερον τῇ ἐκ τῶν πεπραγμένων μισεῖ καὶ φοβεῖται τὸν εὐεργέτην, αὐτὸς ἐφ’ ἑαυτῷ τὰ τῆς ἀπιστίας γνωρίσματα ἔχων.
盖凡得利于背叛者之人,在克敌制胜之初固然因其效力而欣喜,但此后因其行径而生的猜疑,反会对施恩者怀恨且生畏,因他自己手头便有背信的凭据。
ἢν μέντοι πιστοὶ Γότθοις ἐν τῷ παρόντι γενώμεθα, γενναίως ὑποστάντες τὸν κίνδυνον, αὐτοί τε τῶν πολεμίων κρατήσαντες μεγάλα ἡμᾶς ἀγαθὰ δράσουσι καὶ Βελισάριος ἡμῖν νενικηκώς, ἂν οὕτω τύχῃ, συγγνώμων ἔσται. εὔνοια γὰρ ἀποτυχοῦσα πρὸς οὐδενὸς ἀνθρώπων ὅτι μὴ ἀξυνέτου κολάζεται.
然而,倘若我等此刻对哥特人恪守忠诚,英勇抗御危险,则彼等若克敌制胜,必将厚加赏赐于我等;而贝利萨留即便有幸获胜,亦必对我等予以宽恕。盖因未竟全功之忠诚,除却昏聩之辈,世间无人会加以惩处。
τί δὲ καὶ παθόντες κατωρρωδήκατε2 τῶν πολεμίων τὴν προσεδρείαν, οἳ οὔτε τῶν ἐπιτηδείων σπανίζοντες οὔτε του ἀποκεκλεισμένοι τῶν ἀναγκαίων κάθησθε οἴκοι, τῷ τε περιβόλῳ καὶ φρουροῖς τοῖσδε τὸ θαρρεῖν ἔχοντες; οἰόμεθα δὲ οὐδ’ ἂν Βελισάριον ἐς τήνδε ξυμβῆναι τὴν ὁμολογίαν ἡμῖν, εἴ τινα βίᾳ τὴν πόλιν αἱρήσειν ἐλπίδα εἶχε.
诸位究竟是何缘由竟对敌人的围困惊骇万分?诸位端坐于家中,既不匮乏供给,亦未断绝任何必需之物,且倚仗这周遭城垣与眼前卫队而满怀信心。我等亦深信,贝利萨留若有半分凭武力破城的希望,断不至与我等达成这等协议。
καίτοι εἰ τὰ δίκαια καὶ ἡμῖν ξυνοίσοντα ποιεῖν ἤθελεν, οὐ Νεαπολίτας αὐτὸν δεδίσσεσθαι ἐχρῆν οὐδὲ τῇ παρ’ ἡμῶν ἐς Γότθους ἀδικίᾳ τὴν οἰκείαν βεβαιοῦν δύναμιν, ἀλλὰ Θευδάτῳ τε καὶ Γότθοις ἐς χεῖρας ἰέναι, ὅπως κινδύνου τε καὶ προδοσίας ἡμετέρας χωρὶς ἡ πόλις ἐς τὸ τῶν νικώντων χωρήσει κράτος.”
况且,他若有意践行正义并造福于我等,本不该恐吓内阿波利斯人,亦不该以我等背叛哥特人之不义来巩固自身权势,而理当与狄奥达哈德及哥特人兵刃相见,使城池在毋须我等涉险与背叛的情况下归于胜者之手。”
Τοσαῦτα Πάστωρ τε καὶ Ἀσκληπιόδοτος εἰπόντες τοὺς Ἰουδαίους παρῆγον ἰσχυριζομένους τὴν πόλιν τῶν ἀναγκαίων οὐδενὸς ἐνδεᾶ ἔσεσθαι, καὶ Γότθοι δὲ φυλάξειν ἀσφαλῶς τὸν περίβολον ἰσχυρίζοντο.
帕斯托尔与阿斯克勒庇奥多托斯陈词至此,便引犹太人上前,后者力证城中绝不至匮乏任何必需之物;哥特人亦坚称必当稳固防守城垣。
οἷς δὴ Νεαπολῖται ἠγμένοι ἐκέλευον Βελισάριον ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσεσθαι.
内阿波利斯人遂为此等言辞所动,命贝利萨留从速退兵离开此地。
ὁ δὲ ἐς τὴν πολιορκίαν καθίστατο. πολλάκις τε τοῦ περιβόλου ἀποπειρασάμενος ἀπεκρούσθη, τῶν στρατιωτῶν ἀπολέσας πολλούς, καὶ μάλιστα οἷς δὴ ἀρετῆς τι μεταποιεῖσθαι ξυνέβαινε.
贝利萨留遂转入围攻。他屡次尝试攻打城垣皆被击退,折损了诸多兵卒,尤其是那些素有勇名之人。
τὸ γὰρ Νεαπόλεως τεῖχος τὰ μὲν θαλάσσῃ, τὰ δὲ δυσχωρίαις τισὶν3 ἀπρόσοδόν τε ἦν καὶ τοῖς ἐπιβουλεύουσι τά τε ἄλλα καὶ διὰ τὸ ἄναντες εἶναι οὐδαμῆ ἐσβατόν.
盖内阿波利斯之城墙,一面滨海,一面因险隘地形而不可接近,对于攻城者而言,更因地势陡峭而处处不可逾越。
καὶ τὸν ὀχετὸν μέντοι, ὃς ἐς τὴν πόλιν ἐσῆγε τὸ ὕδωρ, διελὼν Βελισάριος, οὐ σφόδρα Νεαπολίτας ἐτάραξεν, ἐπεὶ φρέατα ἐντός τε ὄντα τοῦ περιβόλου καὶ τὴν χρείαν παρεχόμενα αἴσθησιν τούτου σφίσιν οὐ λίαν ἐδίδου.
贝利萨留虽截断了通往城内的引水道,却并未使内阿波利斯人深感恐慌,盖因城垣之内本有水井足以维系需求,并未令其切身体会到失水之困苦。
- 5.8.32οὐδεὶς ἂν ἀντείποι μὴ οὐχὶ ταῦτα ὑμῖν ξύμφορα εἶναι
含有否定词的反驳/否认动词(οὐδεὶς ἂν ἀντείποι)之后接双重否定词 μὴ οὐ 及不定式,为古典希腊语标准惯用句式。表意上否定相互抵消,意为“断无人会否认这些条件对诸位有益(即人人都承认其有利)”。
- 5.8.39τί δὲ καὶ παθόντες κατωρρωδήκατε
短语 τί παθών 属于表达“发生了何事以致……”或“出于何等冲动……”的惯用分词句式。此处与完成时陈述语气动词 κατωρρωδήκατε 结合,带有强烈的质问语气:“诸位究竟因何变故以致如此惊骇?”
- 5.8.44τὰ μὲν θαλάσσῃ, τὰ δὲ δυσχωρίαις τισὶν
副词性宾格 τὰ μέν ... τὰ δέ(“一方面……另一方面……”)并列引导两个表示原因或手段的与格(θαλάσσῃ 与 δυσχωρίαις),从两个方面说明了城垣难以接近的客观条件。
