- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.8.15-5.8.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留向内阿波利斯民众与哥特守军提出归降条件;在市民接纳条件准备开门之际,亲哥特的演说家帕斯托尔与阿斯克勒庇奥多托斯出面召集集会予以阻拦。
οἷς δὲ1 παρὸν ἀμαχητὶ ἐλευθέροις εἶναι, οἱ δὲ ὅπως τὴν δουλείαν βέβαιον ἕξουσιν ἐς ἀγῶνα καθιστῶνται, οὗτοι δὴ καὶ νενικηκότες, ἂν οὕτω τύχοι, ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν, καὶ κατὰ τὴν μάχην ἐλασσόνως ἢ ἐβούλοντο ἀπαλλάξαντες ξὺν τῇ ἄλλῃ κακοδαιμονίᾳ καὶ τὴν ἀπὸ τῆς ἥσσης ξυμφορὰν ἕξουσι. πρὸς μὲν οὖν Νεαπολίτας ἡμῖν τοσαῦτα εἰρήσθω.
然而,那些本可在毋须战斗的情况下获得自由,却为了使自身的奴役变得稳固而投入交锋之人,即便有幸获胜,亦已在最紧要的根本上铸成大错;而若是在战斗中不如所愿地败下阵来,则在其余的厄运之外,还将承受因战败而招致的灾难。关于内阿波利斯人,我等就此告一段落。
Γότθοις δὲ τοῖσδε τοῖς παροῦσιν αἵρεσιν δίδομεν, ἢ ξὺν ἡμῖν τοῦ λοιποῦ ὑπὸ βασιλεῖ τῷ μεγάλῳ τετάχθαι, ἢ κακῶν ἀπαθέσιν τὸ παράπαν οἴκαδε ἰέναι.
至于在此处的这些哥特人,我们给予其抉择之权:要么今后与我们一同归于大帝治下,要么完全免受侵害地返回故里。
ὡς, ἢν τούτων ἁπάντων αὐτοί τε καὶ ὑμεῖς ἀμελήσαντες ὅπλα ἡμῖν ἀνταίρειν τολμήσητε, ἀνάγκη καὶ ἡμᾶς, ἢν θεὸς θέλῃ, τῷ προστυχόντι ὡς πολεμίῳ χρῆσθαι.
应当知晓,倘若他们与诸位对这一切置若罔闻,胆敢对我们拔刀相向,则若蒙神意,我们亦势必将所遭遇的一切之人皆视作仇敌处置。
εἰ μέντοι βουλομένοις ᾖ Νεαπολίταις τά τε βασιλέως ἑλέσθαι καὶ δουλείας οὕτω χαλεπῆς ἀπηλλάχθαι, ἐκεῖνα ὑμῖν ἀναδέχομαι τὰ πιστὰ διδοὺς ἔσεσθαι πρὸς ἡμῶν ἃ Σικελιῶται πρώην ἐλπίσαντες ψευδορκίους ἡμᾶς οὐκ ἔσχον εἰπεῖν.”
然而,内阿波利斯人若愿抉择皇帝的一方并脱离如此严酷的奴役,我立下信约向诸位保证,西西里人不久前所期盼的那一切定将由我等实现,他们未曾有由指斥我等背信弃誓。”
Ταῦτα μὲν Στέφανον Βελισάριος ἐς τὸν δῆμον ἀπαγγέλλειν ἐκέλευεν. ἰδίᾳ δέ οἱ μεγάλα ὑπέσχετο ἀγαθὰ ἔσεσθαι, Νεαπολίτας ἐς εὔνοιαν τὴν βασιλέως ὁρμήσοντι.2
贝利萨留敕令斯特凡诺斯向民众传达这些话语;私下里,他更向其许诺,若能促成内阿波利斯人归顺皇帝,必将获得丰厚的回报。
Στέφανος δὲ ἐς τὴν πόλιν ἥκων τούς τε Βελισαρίου λόγους ἀπήγγελλε καὶ γνώμην αὐτὸς ἀπεφαίνετο βασιλεῖ μάχεσθαι ἀξύμφορον εἶναι.
斯特凡诺斯回到城中,转述了贝利萨留的说辞,且自身亦表明见解,认为与皇帝为敌实为不利。
καί οἱ ξυνέπρασσεν Ἀντίοχος, Σύρος μὲν ἀνήρ, ἐκ παλαιοῦ δὲ ᾠκημένος ἐν Νεαπόλει ἐπὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ καὶ δόξαν πολλὴν ἐπί τε ξυνέσει καὶ δικαιοσύνῃ ἐνταῦθα ἔχων.
安条克亦与之一道奔走,此人系叙利亚人,因经营海上商贸而久居内阿波利斯,在当地因明达与公正而深享盛誉。
Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος ῥήτορε μὲν ἤστην καὶ λίαν ἔν γε Νεαπολίταις λογίμω, Γότθοις δὲ φίλω ἐς τὰ μάλιστα, καὶ τὰ παρόντα ὡς ἥκιστα βουλομένω μεταβάλλεσθαι.
然而,帕斯托尔与阿斯克勒庇奥多托斯身为演说家,在内阿波利斯人中极富声望,但他们最为交好于哥特人,极不愿现状有所更易。
τούτω τὼ ἄνδρε βουλευσαμένω ὅπως τὰ πρασσόμενα ἐν κωλύμῃ ἔσται, πολλά τε καὶ μεγάλα τὸ πλῆθος ἐνηγέτην3 προΐσχεσθαι καὶ Βελισάριον ὅρκοις καταλαμβάνειν ὅτι δὴ τούτων αὐτίκα μάλα πρὸς αὐτοῦ τεύξονται.
这二人商议如何阻挠正在推行之事,极力怂恿大众提出诸多重大要求,并以誓言约束贝利萨留,保证他们必能立即从其手中获得这些条件。
ἐν βιβλιδίῳ δὲ ἅπαντα γράψαντε ὅσα Βελισάριον οὐκ ἄν τις ἐνδέξασθαι ὑπετόπησε Στεφάνῳ ἔδοσαν.
他们将人们料想贝利萨留绝不可能接纳的所有条件尽数录于文册之中,交予斯特凡诺斯。
ὅς, ἐπεὶ ἐς τὸ βασιλέως στρατόπεδον αὖθις ἀφίκετο, τῷ στρατηγῷ ἐπιδείξας τὸ γραμματεῖον ἐπυνθάνετο εἴ οἱ πάντα τε ἐπιτελέσαι ὅσα Νεαπολῖται προτείνονται καὶ περὶ τούτων ὀμεῖσθαι βουλομένῳ εἴη. ὁ δὲ αὐτόν, ἅπαντα σφίσιν ἐπιτελῆ ἔσεσθαι ὑποσχόμενος, ἀπεπέμψατο.
后者再度抵达皇帝营地,向将军出示文册,探询其是否愿意履行内阿波利斯人所提的一切条件并为此立誓。将军承诺将悉数予以成全,遂将其遣返。
ταῦτα Νεαπολῖται ἀκούσαντες τούς τε λόγους ἐνεδέχοντο ἤδη καὶ κατὰ τάχος ἐκέλευον τῇ πόλει τὸ βασιλέως στράτευμα δέχεσθαι.
内阿波利斯人闻讯,当即便接纳了各项和约,并下令从速迎纳皇帝军队入城。
ἀπαντήσειν γὰρ σφίσιν αὐτοῖς ἰσχυρίζετο οὐδὲν ἄχαρι, εἴ τῳ ἱκανοὶ Σικελιῶται τεκμηριῶσαι,4 οἷς δὴ τετύχηκεν ἔναγχος βαρβάρων τυράννων τὴν Ἰουστινιανοῦ βασιλείαν ἀλλαξαμένοις, ἐλευθέροις τε εἶναι καὶ ἀπαθέσι δυσκόλων ἁπάντων.
盖他力言他们绝不会遭遇任何不快之事,只要西西里人足以作为任何人的明证——彼等不久前以蛮族僭主的压迫换得查士丁尼之统治,得以保有自由且免受一切困苦。
καὶ πολλῷ θορύβῳ ἐχόμενοι ἐπὶ τὰς πύλας ὡς δὴ αὐτὰς ἀνακλινοῦντες ᾔεσαν. Γότθοις δὲ οὐκ ἦν ἐν ἡδονῇ τὰ πρασσόμενα, κωλύειν μέντοι οὐχ οἷοί τε ὄντες ἐκποδὼν ἵσταντο.
于是众人陷入喧腾纷乱之中,径直奔向城门,欲将之洞开。哥特人对眼前发生之事深感不满,然而既无力阻拦,便只得避立一旁。
Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος τόν τε δῆμον καὶ Γότθους ἅπαντας ἐς ἕνα συγκαλέσαντες χῶρον ἔλεξαν τοιάδε· “Πόλεως μὲν πλῆθος ἑαυτούς τε καὶ τὴν ἑαυτῶν σωτηρίαν προΐεσθαι οὐδὲν ἀπεικός, ἄλλως τε ἢν καὶ μηδενὶ τῶν δοκίμων κοινώσαντες εἶτα αὐτόνομον τὴν περὶ τῶν ὅλων ποιήσωνται γνῶσιν.
帕斯托尔与阿斯克勒庇奥多托斯遂召集群氓与全体哥特人于一处,陈词如下:“一城之黎庶弃绝自身与其自身的存续,本不足为奇,尤其是未曾与任何显贵商议,便径自对存亡大计独断专行之时。
ἡμᾶς δὲ ἀνάγκη ξὺν ὑμῖν ὅσον οὔπω ἀπολουμένους ὕστατον ἔρανον τῇ πατρίδι τήνδε παρέχεσθαι τὴν παραίνεσιν.
然而我等转瞬之间便将与诸位同归于尽,不得不将这一劝戒作为对祖国的最后赋税奉献出来。
- 5.8.15οἷς δὲ παρὸν ἀμαχητὶ ἐλευθέροις εἶναι, οἱ δὲ
παρὸν 为非人称动词 πάρεστι 的宾格绝对分词,表让步条件(“尽管他们本有可能……”)。开头的关系代词与格 οἷς 在语义上修饰 παρὸν εἶναι,而后文主句开头的 οἱ δὲ 则作为复指代词(resumptive pronoun)统领后文句意。
- 5.8.19ὁρμήσοντι
阳性与格单数未来时分词,与间接宾语代词 οἱ 一致。此处带有条件含义(“若他能促使内阿波利斯人归向对皇帝的好意”),标明主句动词 ὑπέσχετο 所许诺报酬的前提条件。
- 5.8.23τούτω τὼ ἄνδρε βουλευσαμένω ὅπως τὰ πρασσόμενα ἐν κωλύμῃ ἔσται, πολλά τε καὶ μεγάλα τὸ πλῆθος ἐνηγέτην
普罗科匹乌斯仿古雅典方言而使用的一连串双数构词。主语 τούτω τὼ ἄνδρε、分词 βουλευσαμένω 以及主动词 ἐνηγέτην(ἐνάγω 的未完成过去第三人称双数)均取双数形式(此前出现的 ἤστην, λογίμω, φίλω, βουλομένω 及后文的 γράψαντε 亦然)。
- 5.8.27εἴ τῳ ἱκανοὶ Σικελιῶται τεκμηριῶσαι
人称构文。主语 Σικελιῶται 搭配表语形容词 ἱκανοί 并支配不定式 τεκμηριῶσαι(“如果西西里人足以向任何人证明……”),其语义相当于非人称句式(“如果将西西里人作为证明已然足够”)。
