- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.8.1-5.8.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留自西西里渡海抵达意大利南端的雷吉翁,在当地民众归附下进兵坎帕尼亚包围内阿波利斯,并与该城使节斯特凡诺斯就降服一事展开辩驳。
Βελισάριος δὲ φύλακας ἔν τε Συρακούσῃ καὶ Πανόρμῳ ἀπολιπὼν τῷ ἄλλῳ στρατῷ ἐκ Μεσήνης διέβη ἐς Ῥήγιον ʽἔνθα δὴ οἱ ποιηταὶ τήν τε Σκύλλαν γεγονέναι μυθοποιοῦσι καὶ Χάρυβδιν̓, καὶ αὐτῷ προσεχώρουν ὁσημέραι οἱ ταύτῃ ἄνθρωποι.
贝利萨留将守军留驻于叙拉古和帕诺尔穆斯,率领余部军队自墨塞涅渡海至雷吉翁(诗人以此处神话为斯库拉与卡律布狄斯之所在),当地的居民每日皆归附于他。
τῶν τε γὰρ χωρίων ἀτειχίστων σφίσιν ἐκ παλαιοῦ ὄντων, φυλακὴν αὐτῶν οὐδαμῆ εἶχον καὶ κατὰ ἔχθος τὸ Γότθων μάλιστα τῇ παρούσῃ ἀρχῇ, ὡς τὸ εἰκός, ἤχθοντο.
盖其聚落地带自古即无城垣,各处亦全无守备,且因对哥特人的仇怨,理所当然地深恶当下的统治。
ἐκ δὲ Γότθων αὐτόμολος παρὰ Βελισάριον Ἐβρίμους ξὺν πᾶσι τοῖς ἑπομένοις ἦλθεν, ὁ Θευδάτου γαμβρός, ὃς τῇ ἐκείνου θυγατρὶ Θευδενάνθῃ ξυνῴκει. αὐτίκα τε παρὰ βασιλέα σταλείς, γερῶν τε ἄλλων ἔτυχε καὶ ἐς τὸ πατρικίων ἀξίωμα ἦλθε.
更有哥特人埃布里穆斯——狄乌达哈德之婿、其女狄乌德南特之夫——率全部随从背叛哥特人而投奔贝利萨留。他随即被遣送至皇帝驾前,不仅荣膺诸多赏赐,更跻身贵族品阶。
τὸ δὲ στράτευμα ἐκ Ῥηγίου πεζῇ διὰ Βριττίων τε καὶ Λευκανῶν ᾔει, παρηκολούθει τε ἄγχιστα τῆς ἠπείρου ὁ τῶν νηῶν στόλος.
大军自雷吉翁循陆路穿行布鲁提伊与卢卡尼亚之地,舰队则紧傍大陆伴随前行。
ἐπεὶ δὲ ἐς Καμπανίαν ἀφίκοντο, πόλει ἐνέτυχον ἐπιθαλασσίᾳ, Νεαπόλει ὄνομα, χωρίου τε φύσει ἐχυρᾷ καὶ Γότθων πολλῶν φρουρὰν ἐχούσῃ.
及至坎帕尼亚,他们遭遇了一座临海城池,名唤内阿波利斯,此地地势险要,且有众多哥特守军驻屯。
καὶ τὰς μὲν ναῦς Βελισάριος ἐκέλευεν ἐν τῷ λιμένι ἔξω βελῶν ὄντι ὁρμίζεσθαι, αὐτὸς δὲ τῆς πόλεως ἐγγὺς στρατόπεδον ποιησάμενος πρῶτον μὲν τὸ φρούριον ὃ ἐν τῷ προαστείῳ ἐστὶν ὁμολογίᾳ εἷλεν, ἔπειτα δὲ καὶ τοῖς ἐν τῇ πόλει δεομένοις ἐπέτρεπε τῶν τινας λογίμων ἐς τὸ στρατόπεδον πέμψαι, ἐφ’ ᾦ ἐπείπωσί τε1 ὅσα αὐτοῖς βουλομένοις ἐστὶ καὶ τοὺς λόγους ἀκούσαντες τοὺς αὐτοῦ ἐς τὸ πᾶν ἀγγείλωσιν.
贝利萨留敕令战船泊于港内矢石射程之外,自身在靠近城垣处立营,首先以受降方式攻取了郊外的堡垒,随后应城中百姓之请,准许其派遣若干知名望族进入营地,条件是由其述明己方意愿,并在听取其训谕后向大众尽数回报。
αὐτίκα οὖν οἱ Νεαπολῖται Στέφανον πέμπουσιν. ὃς ἐπεὶ παρὰ Βελισάριον ἧκεν, ἔλεξε τοιάδε· “Οὐ δίκαια ποιεῖς, ὦ στρατηγέ, ἐπ’ ἄνδρας Ῥωμαίους τε καὶ οὐδὲν ἀδικοῦντας στρατεύων, οἳ πόλιν τε μικρὰν οἰκοῦμεν καὶ βαρβάρων δεσποτῶν φρουρὰν ἔχομεν, ὥστε οὐδ’ ἀντιπρᾶξαι, ἢν ἐθέλωμεν, ἐφ’ ἡμῖν εἶναι. ἀλλὰ καὶ φρουροῖς τοῖσδε ξυμβαίνει παῖδάς τε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς Θευδάτου χερσὶν ἀπολιποῦσιν ἐπὶ τῇ ἡμετέρᾳ φυλακῇ ἥκειν.
内阿波利斯人遂立即派来斯特凡诺斯。其来到贝利萨留跟前,陈辞如下:“将军,您起兵进讨身为罗马人且未犯任何过失之民,实为不义之举;我们居住于小城,受制于蛮族主人之驻军,致使即使我们有心抗拒,亦决非力所能及。况且这些守军亦适值将子女、妻子与至爱财产留于狄乌达哈德手中,方受遣前来驻守我们。
οὐκοῦν, ἤν τι ἐς ὑμᾶς πράξωσιν, οὐ τὴν πόλιν, ἀλλὰ σφᾶς αὐτοὺς καταπροδιδόντες φανήσονται.
由此,若他们做出任何顺从您方之事,显见出卖者并非此城,而是其自身。
εἰ δὲ δεῖ τἀληθὲς οὐδὲν ὑποστειλάμενον εἰπεῖν, οὐδὲ τὰ ξύμφορα ὑμῖν αὐτοῖς βουλευσάμενοι ἐφ’ ἡμᾶς ἥκετε. Ῥώμην μὲν γὰρ ἑλοῦσιν ὑμῖν καὶ Νεάπολις οὐδενὶ πόνῳ ὑποχειρία ἔσται, ἐκείνης δέ, ὡς τὸ εἰκός, ἀποκρουσθέντες οὐδὲ ταύτην ἀσφαλῶς ἕξετε.2
再者,若须毫无隐饰地道出实情,则您等兵临此间,亦绝未替自身权衡利益。盖若您等攻克罗马,内阿波利斯无须费力便会归降;但若自彼处败退,正如势所必然,则连本城亦断无安稳保有之理。
ὥστε τηνάλλως ὁ χρόνος ὑμῖν ἐν τῇ προσεδρείᾳ τετρίψεται ταύτῃ.” Τοσαῦτα μὲν Στέφανος εἶπε. Βελισάριος δὲ ἀμείβεται ὧδε·
因此,您等在这场围城之中所耗时光势必徒劳无益。”斯特凡诺斯所言止于此。贝利萨留则回应如下:
“Τὸ μὲν εὖ ἢ ἄλλως ἡμᾶς βουλευσαμένους ἐνθάδε ἥκειν οὐ Νεαπολίταις σκοπεῖν δώσομεν. ἃ δέ ἐστι τῆς ὑμετέρας βουλῆς ἄξια, βουλόμεθα σκοπουμένους ὑμᾶς οὕτω δὴ πράσσειν ὅσα ἂν ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλῃ.
“我们进军至此究竟深思熟虑抑或别有失算,我等决不交由内阿波利斯人来评判。然而关乎值得诸位自身考量之事,我等愿诸位在审慎思度之后,务须采取最利于诸位自身的行动。
δέξασθε τοίνυν τῇ πόλει τὸν βασιλέως στρατὸν ἐπὶ τῇ ἐλευθερίᾳ ὑμῶν τε καὶ τῶν ἄλλων Ἰταλιωτῶν ἥκοντα, καὶ μὴ τὰ πάντων ἀνιαρότατα ἐφ’ ὑμῖν ἕλησθε.
诸位当迎纳为诸位及其他全体意大利人之自由而来的皇帝大军入城,切莫替自身抉择最为凄惨的下场。
ὅσοι μὲν γὰρ δουλείαν ἢ ἄλλο τι ἀναδυόμενοι τῶν αἰσχρῶν ἐς πόλεμον χωροῦσιν, οὗτοι δὴ ἔν γε τῷ ἀγῶνι εὐημεροῦντες εὐτυχήματα διπλᾶ ἔχουσι, ξὺν τῇ νίκῃ καὶ τὴν τῶν κακῶν ἐλευθερίαν κτησάμενοι, καὶ ἡσσώμενοι φέρονταί τι αὑτοῖς παραμύθιον, τὸ μὴ ἑκόντες τῇ χείρονι ἕπεσθαι τύχῃ.
盖凡为摆脱奴役或其他耻辱而诉诸战端之人,若在交锋中告捷,便得享双重福祉,盖其随胜利一同赢得了免于祸患的自由;纵或落败,亦能为自身求得某种慰藉,即未曾自愿顺从于更恶劣的厄运。
- 5.8.6ἐφ’ ᾦ ἐπείπωσί τε
连词 ἐφ’ ᾧ 引导虚拟式动词(ἐπείπωσι 与 ἀγγείλωσιν),构成表示“以……为条件”的约定或条件从句。古典希腊语中该结构通常接不定式,而在晚期希腊语中接虚拟式以表达条件或目的属于常见用法。
- 5.8.10Ῥώμην μὲν γὰρ ἑλοῦσιν ὑμῖν καὶ Νεάπολις οὐδενὶ πόνῳ ὑποχειρία ἔσται, ἐκείνης δέ, ὡς τὸ εἰκός, ἀποκρουσθέντες οὐδὲ ταύτην ἀσφαλῶς ἕξετε.
在前一分句中,与格分词短语 ἑλοῦσιν ὑμῖν 作为利害与格配合以 Νεάπολις 为主语的谓语结构(ὑποχειρία ἔσται);但在后一分句中,句式发生了破格转换(anacoluthon),主格分词 ἀποκρουσθέντες 直接同随后限定动词 ἕξετε 的主语(第二人称复数“诸位”)取得语法一致。这一在 μέν...δέ 对比中出现的格位转换使句式从被动客体自然过渡为主动行动者。
