← 普罗科皮乌斯

战史

§5.7.20-5.7.37

使节被囚与康斯坦提亚努斯收复萨罗纳

使节彼得等人敦促狄乌达哈德践约并公开宣读帝国信函,反遭严密监禁;查士丁尼闻讯后令康斯坦提亚努斯经略达尔马提亚,命贝利萨留进军意大利。康斯坦提亚努斯趁敌将格里帕斯惊慌后撤之机无血占领萨罗纳并筑葺城池,收复达尔马提亚全境,战事第一年遂告结束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.7.20

ὥστε ἡμεῖς μὲν ἅπαντα ἐροῦμεν ὅσα ἀκούσαντες πρὸς βασιλέως ἐστάλημεν, σὺ δὲ ὅπως ἀκούσῃ πρᾴως·1 ταραττομένῳ γάρ σοι ἀδικεῖν ἀνθρώπους πρέσβεις λελείψεται.2

因此,我们将讲出奉受于皇帝而受遣传递的全部训谕,而你务须平心静气地倾听;盖你若心烦意乱,便唯有对身为使节之人施以不义一途了。

§5.7.21

οὐκοῦν ὥρα σοι ἑκόντι ἐπιτελεῖν ὅσα βασιλεῖ ὡμολόγησας. ἐπ’ αὐτὸ γὰρ τοῦτο ἡμεῖς ἥκομεν. καὶ τὴν μὲν ἐπιστολὴν ἥν σοι ἔγραψεν ἤδη λαβὼν ἔχεις, τὰ δὲ γράμματα ἃ τοῖς Γότθων πρώτοις ἔπεμψεν, οὐκ ἄλλοις τισὶν ἢ αὐτοῖς δώσομεν.” ταῦτα τῶν πρέσβεων εἰπόντων ἐπεὶ παρόντες οἱ τῶν βαρβάρων ἄρχοντες ἤκουσαν, Θευδάτῳ ἐγχειρίσαι τὰ γεγραμμένα σφίσιν ἐπέστελλον.

由此,正是你自愿履行向皇帝所作承诺之时。因为我们正是为此目的而来。至于皇帝致你的信函,你已受领在手;但其致哥特诸位首领的亲笔书信,我们绝不会转交给他们之外的任何人。”使节们说完这番话,在场的蛮族首领们听闻后,便催促将致他们的书信呈交给狄乌达哈德。

§5.7.23

εἶχε δὲ ὧδε· “Ἐπιμελὲς γέγονεν ἡμῖν ἐς πολιτείαν ὑμᾶς ἀνελέσθαι τὴν ἡμετέραν, ᾧπερ ὑμᾶς ἡσθῆναι εἰκός. οὐ γὰρ ἐπὶ τῷ ἐλασσοῦσθαι, ἀλλ’ ὅπως ἀξιώτεροι ἔσεσθε, ἐς ἡμᾶς ἥξετε.

信文内容如下:“将诸位纳归于我方国政体制之中,向为我等关切之事,对此诸位理当欣然乐从;因诸位归附于我等,非为遭受贬抑,实为得享更高尊崇。

§5.7.24

ἄλλως τε οὐκ ἐς ἤθη ξένα ἢ ἀλλόγνωτα Γότθους καλοῦμεν, ἀλλ’ ὧν ἠθάσι γενομένοις ὑμῖν εἶτα ἐπὶ καιροῦ διεστάναι τετύχηκε.3 διὰ ταῦτα νῦν Ἀθανάσιός τε καὶ Πέτρος ἐστάλησαν αὐτόσε, οἶς ὑμᾶς ἐς ἅπαντα ξυλλαβέσθαι χρεών.” τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Θευδάτος δὲ ἅπαντα ἀναλεξάμενος οὔτε τι ἔργῳ ἐπιτελεῖν ὧν βασιλεῖ ὑπέσχετο ἔγνω καὶ τοὺς πρέσβεις ἐν φυλακῇ οὐ μετρίᾳ εἶχε.

况且,我等并非号召哥特人涉足殊俗异习,而是招引诸位重归昔日熟稔、后因时变方告疏离之旧俗。为此之故,现特遣阿塔纳西乌斯与彼得前往彼处,诸位理当在诸般事宜中通力襄助之。”书简所示内容止于此。然而狄乌达哈德通读全部之后,不仅全无付诸实行以兑现对皇帝承诺之意,反而将使节们置于毫不温和的严密监禁之中。

§5.7.26

Βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπεὶ ταῦτά τε καὶ τὰ ἐν Δαλματίᾳ ξυνενεχθέντα ἠκηκόει, Κωνσταντιανὸν μέν, ὃς τῶν βασιλικῶν ἱπποκόμων ἦρχεν, εἰς Ἰλλυριοὺς ἔπεμψε, στρατιάν τε αὐτῷ ἐπιστείλας ἐνθένδε ἀγεῖραι καὶ Σαλώνων ἀποπειρᾶσθαι, ὅπη ἂν αὐτῷ δυνατὰ εἴη· Βελισάριον δὲ ἐς Ἰταλίαν τε κατὰ τάχος ἐκέλευσεν ἰέναι καὶ Γότθοις ὡς πολεμίοις χρῆσθαι.

查士丁尼皇帝闻听此事以及达尔马提亚所发生之变故,便派遣统领皇家马厩的康斯坦提亚努斯前往伊利里亚,敕令其在当地招募军队,并尽其所能谋取萨罗纳;同时命令贝利萨留火速进军意大利,将哥特人视作敌寇以相待。

§5.7.27

Κωνσταντιανὸς μὲν οὖν ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ χρόνον τινὰ διατρίψας ἐνταῦθα στρατιὰν ἤγειρεν. ἐν τούτῳ δὲ Γότθοι, Γρίπα σφίσιν ἡγουμένου, στρατῷ ἑτέρῳ ἐς Δαλματίαν ἀφικόμενοι Σάλωνας ἔσχον·

康斯坦提亚努斯遂抵达埃皮达姆努斯,在彼处盘桓一段时间招募军队。在此期间,哥特人在格里帕斯的统领下,率另一支军队开进达尔马提亚并占领了萨罗纳。

§5.7.28

Κωνσταντιανός τε, ἐπεί οἱ τὰ τῆς παρασκευῆς ὡς ἄριστα εἶχεν, ἄρας ἐξ Ἐπιδάμνου τῷ παντὶ στόλῳ ὁρμίζεται ἐς Ἐπίδαυρον, ἥ ἐστιν ἐν δεξιᾷ ἐσπλέοντι τὸν Ἰόνιον κόλπον·4 ἔνθα δὴ ἄνδρας οὓς ἐπὶ κατασκοπῇ Γρίπας ἔπεμψε τετύχηκεν εἶναι.

康斯坦提亚努斯待战备诸事臻于至善,遂率全支舰队自埃皮达姆努斯启航,泊于驶入爱奥尼亚湾时位于右侧的埃皮达夫罗斯;格里帕斯派遣进行侦察之人当时恰好在彼处。

§5.7.29

καὶ αὐτοῖς τάς τε ναῦς ἐπισκοποῦσι καὶ τὸ Κωνσταντιανοῦ στρατόπεδον ἔδοξε θάλασσά τε καὶ ἡ γῆ ξύμπασα στρατιωτῶν ἔμπλεως εἶναι, παρά τε τὸν Γρίπαν ἐπανήκοντες μυριάδας ἀνδρῶν οὐκ ὀλίγας Κωνσταντιανὸν ἐπάγεσθαι ἰσχυρίζοντο.

这批斥候观察战船与康斯坦提亚努斯的阵营时,觉得海面与陆地尽皆挤满了军兵,及至返回格里帕斯处,便坚称康斯坦提亚努斯带来了数万之众。

§5.7.30

ὁ δὲ ἐς δέος μέγα τι ἐμπεσὼν ὑπαντιάζειν τε τοῖς ἐπιοῦσιν ἀξύμφορον ᾤετο εἶναι καὶ πολιορκεῖσθαι πρὸς τοῦ βασιλέως στρατοῦ, οὕτω δὴ θαλασσοκρατοῦντος, ἥκιστα ἤθελε· μάλιστα δὲ αὐτὸν ξυνετάρασσεν ὅ τε Σαλώνων περίβολος, ἐπεὶ αὐτοῦ τὰ πολλὰ ἤδη καταπεπτώκει, καὶ τῶν ταύτῃ ᾠκημένων τὸ ἐς Γότθους κομιδῆ ὕποπτον.

格里帕斯陷入极大惶恐之中,认为迎击进犯之敌殊无裨益,尤不愿被如此牢掌制海权的皇帝大军所围困;而令他最感惊惶不安者,乃萨罗纳的城堞大部早已倾圮,兼之当地居民对哥特人极怀戒心。

§5.7.32

καὶ διὰ τοῦτο ἐνθένδε παντὶ τῷ στρατῷ ἀπαλλαγεὶς ὅτι τάχιστα ἐν τῷ πεδίῳ στρατοπεδεύεται ὃ μεταξὺ Σαλώνων τε καὶ Σκάρδωνος πόλεώς ἐστι. Κωνσταντιανὸς δὲ ταῖς ναυσὶν ἁπάσαις πλέων ἐξ Ἐπιδαύρου, Λυσίνῃ προσέσχεν, ἣ ἐν τῷ κόλπῳ κεῖται.

因是之故,他尽快率全军自该处撤离,驻扎于萨罗纳与斯卡尔敦城之间的平原之上。康斯坦提亚努斯率全部船只自埃皮达夫罗斯扬帆,抵泊于湾内的吕西纳。

§5.7.33

ἐνθένδε τε τῶν ἑπομένων τινὰς ἔπεμψεν, ἐφ’ ᾦ τὰ ἀμφὶ τῷ Γρίπᾳ διερευνώμενοι ὁποῖά ποτε ᾖ ἐσαγγείλωσιν. ἀφ’ ὧν δὴ τὸν πάντα λόγον πυθόμενος εὐθὺ Σαλώνων κατὰ τάχος ἔπλει.

自该处,他派出若干随从探查格里帕斯方面的情状究竟如何并向其回报。自斥候口中探悉全盘详情后,他立即全速直扑萨罗纳。

§5.7.34

καὶ ἐπειδὴ αὐτῆς ἄγχιστα ἐγεγόνει, ἀποβιβάσας τὸ στράτευμα ἐς τὴν ἤπειρον αὐτὸς μὲν ἐνταῦθα ἡσύχαζε, πεντακοσίους δὲ τοῦ στρατοῦ ἀπολέξας Σιφίλαν τε αὐτοῖς ἄρχοντα ἐπιστήσας, τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, ἐκέλευε τὴν στενοχωρίαν καταλαβεῖν ἣν δὴ ἐν τῷ τῆς πόλεως προαστείῳ ἐπύθετο εἶναι. καὶ Σιφίλας μὲν κατὰ ταῦτα ἐποίει.

当他行抵萨罗纳极近之处,便将军队运上大陆,自身在彼处按兵不动,但自军中挑选五百人,委派其近卫武士之一西菲拉斯为将,命令其夺占获悉位于该城郊外的险隘要道。西菲拉斯依计而行。

§5.7.35

Κωνσταντιανὸς δὲ καὶ ἡ στρατιὰ πᾶσα ἐς Σάλωνας τῇ ὑστεραίᾳ ἐσελάσαντες τῷ πεζῷ καὶ ταῖς ναυσὶ προσωρμίσαντο.

次日,康斯坦提亚努斯与全军由陆路开进萨罗纳,战船亦泊入港湾。

§5.7.36

Κωνσταντιανὸς μὲν οὖν Σαλώνων τοῦ περιβόλου ἐπεμελεῖτο, ἀνοικοδομούμενος σπουδῇ ἅπαντα ὅσα αὐτοῦ κατεπεπτώκει· Γρίπας δὲ καὶ ὁ τῶν Γότθων στρατός, ἐπειδὴ Ῥωμαῖοι Σάλωνας ἔσχον, ἑβδόμῃ ἡμέρᾳ ἐνθένδε ἀναστάντες ἐπὶ Ῥαβέννης ἀπεκομίσθησαν, οὕτω τε Κωνσταντιανὸς Δαλματίαν τε καὶ Λιβουρνίαν ξύμπασαν ἔσχε, Γότθους προσαγαγόμενος ἅπαντας οἳ ταύτῃ ἵδρυντο.

于是康斯坦提亚努斯经管萨罗纳城垣之修复,迅速重建了倾圮的所有段落;至于格里帕斯与哥特军队,在罗马人占领萨罗纳之后,于第七日拔营自该处撤离,退往拉文纳。康斯坦提亚努斯遂由此兼并达尔马提亚与利布尔尼亚全境,招抚了定居该处的所有哥特人。

§5.7.37

τὰ μὲν οὖν ἀμφὶ Δαλματίαν ταύτῃ πη ἔσχε. καὶ ὁ χειμὼν ἔληγε, καὶ πρῶτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος συνέγραψε.

达尔马提亚一带的事态经过大体如此。冬季宣告结束,普罗柯比所撰写的这场战争的第一年亦告终结。

语法注4 条
  1. 5.7.20σὺ δὲ ὅπως ἀκούσῃ πρᾴως

    独立从句中“ὅπως + 虚拟式(ἀκούσῃ)”结构,充当命令句或敦促语气的表达式(“你务须平心静气地倾听”)。

  2. 5.7.20ταραττομένῳ γάρ σοι ἀδικεῖν ἀνθρώπους πρέσβεις λελείψεται

    完成被动将来时 λελείψεται 与不定式 ἀδικεῖν 相结合,与格代词 σοι 配以表条件的情状分词 ταραττομένῳ(“对心烦意乱的你而言,留下的将唯有对使节施加不义一途”)。

  3. 5.7.24ὧν ἠθάσι γενομένοις ὑμῖν εἶτα ἐπὶ καιροῦ διεστάναι τετύχηκε

    关系代词 ὧν 指代前文的 ἤθη,受形容词 ἠθάσι 支配作属格补足语;无人称动词 τετύχηκε 支配与格 ὑμῖν 及不定式 διεστάναι(“诸位昔日虽曾谙熟,后因时势机运而致疏离之旧俗”)。

  4. 5.7.28ἐσπλέοντι τὸν Ἰόνιον κόλπον

    现在分词与格 ἐσπλέοντι 属于“视点与格”(dative of perspective),意为“自驶入爱奥尼亚湾者之视角(位于右侧)”,为希腊语地理描述中的程式化用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.7.20-5.7.37