- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.7.1-5.7.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在达尔马提亚,毛里基乌斯与蒙杜斯相继阵亡,两军皆撤。狄乌达哈德获悉此讯后转为蛮横,以威胁之语凌辱帝国使节,使节则引外交豁免权严词驳斥其托辞。
Ἐν ᾧ δὲ ταῦτά τε βασιλεὺς ἔπρασσε καὶ οἱ πρέσβεις οὗτοι ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ Γότθοι, ἄλλων τε καὶ Ἀσιναρίου καὶ Γρίπα σφίσιν ἡγουμένων, στρατῷ πολλῷ ἐς Δαλματίαν ἧκον.
当皇帝经办这些事务且这些使者正被派往意大利之时,哥特人由阿西纳里乌斯和格里帕斯等人率领,率大军来到了达尔马提亚。
ἐπειδή τε Σαλώνων ἄγχιστα ἵκοντο, Μαυρίκιος σφίσιν, ὁ Μούνδου υἱός, οὐκ ἐς παράταξιν, ἀλλ’ ἐπὶ κατασκοπῇ ἥκων ξὺν ὀλίγοις τισὶν ὑπηντίαζε.
当他们行抵萨罗纳极近之处时,蒙杜斯之子毛里基乌斯并非前来布阵交战,而是率领少数随从前来侦察,与他们遭遇。
καρτερᾶς δὲ γενομένης τῆς ξυμβολῆς Γότθων μὲν οἱ πρῶτοι καὶ ἄριστοι ἔπεσον, Ῥωμαῖοι δὲ σχεδὸν ἅπαντες καὶ Μαυρίκιος ὁ στρατηγός.
双方展开了殊死搏斗,哥特军的前列精锐尽皆阵亡,但罗马军几乎全军覆没,统帅毛里基乌斯亦战死沙场。
ἅπερ ἐπεὶ ἤκουσε Μοῦνδος περιώδυνός τε γενόμενος τῇ ξυμφορᾷ καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος, αὐτίκα μάλα ἐπὶ τοὺς πολεμίους οὐδενὶ κόσμῳ ᾔει.
蒙杜斯获悉此事后,既因丧子巨痛而悲不自胜,复被滔天怒火所驱使,立即毫无章法地直扑敌阵。
τῆς τε μάχης κρατερᾶς γεγενημένης τὴν Καδμείαν νίκην Ῥωμαίοις νικῆσαι ξυνέπεσε.1 τῶν μὲν γὰρ πολεμίων ἐνταῦθα οἱ πλεῖστοι ἔπεσον καὶ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει, Μοῦνδος δὲ κτείνων τε καὶ ὅπῃ παρατύχοι ἑπόμενος καὶ κατέχειν τὴν διάνοιαν τῇ τοῦ παιδὸς ξυμφορᾷ ὡς ἥκιστα ἔχων ὑφ’ ὅτου δὴ τῶν φευγόντων πληγεὶς ἔπεσε, καὶ ἥ τε δίωξις ἐς τοῦτο ἐτελεύτα καὶ τὰ στρατόπεδα ἑκάτερα διελέλυτο.
恶战爆发,罗马人最终落得惨胜。盖大部分敌军在此役中丧命,溃败十分彻底;但蒙杜斯因沉浸于儿子的惨死而全然无法抑制心智,沿途逢敌必杀、随遇追逐,竟被一名逃奔的败兵所伤而倒毙,追击遂告终止,两支军队皆告瓦解。
τότε Ῥωμαῖοι ἀνεμνήσθησαν τοῦ Σιβύλλης ἔπους, ὅπερ ᾀδόμενον ἐν τῷ πρὶν χρόνῳ τέρας αὐτοῖς ἔδοξεν εἶναι. ἔλεγε γὰρ τὸ λόγιον ἐκεῖνο ὡς, ἡνίκα ἂν Ἀφρικὴ ἔχηται, ὁ κόσμος ξὺν τῷ γόνῳ ὀλεῖται.
此时罗马人回想起了西比拉的神谕,这篇神谕在此前被传唱之时,曾被他们视为不可思议的奇谈。因那神谶曾言:非洲被克之日,世界与其子嗣必同归于尽。
τὸ μέντοι χρηστήριον οὐ τοῦτο ἐδήλου, ἀλλ’ ὑπειπὸν ὅτι δὴ αὖθις ὑπὸ Ῥωμαίοις Λιβύη ἔσται καὶ τοῦτο ἐπεῖπεν, ὅτι τότε ξὺν τῷ παιδὶ ἀπολεῖται Μοῦνδος. λέγει γὰρ ὧδε· Africa capta mundus cum nato peribit.
然而神谕所示并非此意,而是在暗示利比亚将再度归于罗马人之后,复添言道:彼时蒙杜斯将与其子一同殒命。因其作如下言:非洲既克,蒙杜斯与其子俱亡。
ἐπεὶ δὲ κόσμον τῇ Λατίνων φωνῇ Μοῦνδος δύναται, ᾤοντο ἀμφὶ τῷ κόσμῳ τὸ λόγιον εἶναι. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν. ἐς δὲ Σάλωνας εἰσῆλθεν οὐδείς. οἵ τε γὰρ Ῥωμαῖοι ἐπ’ οἴκου ἀνεχώρησαν, ἐπεὶ ἄναρχοι τὸ παράπαν ἐλείποντο, καὶ οἱ Γότθοι τῶν ἀρίστων οὐδενὸς σφίσιν ἀπολελειμμένου ἐς δέος ἐλθόντες τὰ ἐκείνῃ φρούρια ἔσχον· οὐδὲ γὰρ Σαλώνων τῷ περιβόλῳ ἐπίστευον, ἄλλως τε καὶ οὐ λίαν αὐτοῖς εὐνοϊκῶς ἐχόντων Ῥωμαίων οἵ ταύτῃ ᾤκηντο.
盖在拉丁语中,“蒙杜斯”乃是世界之意,故他们曾以为神谕所指的是整个世界。此事经过大体如此。然而萨罗纳城却未被任何一方进驻;盖因罗马人完全失去了统帅,遂撤回本处,而哥特军因良将尽失,心生恐慌,退据该地的要塞;因为他们对萨罗纳的城堞全无信心,况且定居该处的罗马人对他们亦殊无好感。
Ταῦτα ἐπεὶ Θευδάτος ἤκουσε, τοὺς πρέσβεις ἤδη παρ’ αὐτὸν ἥκοντας ἐν οὐδενὶ ἐποιήσατο λόγῳ. ἐς γὰρ ἀπιστίαν ἱκανῶς ἐπεφύκει καὶ βέβαιον τὴν διάνοιαν οὐδαμῆ εἶχεν, ἀλλ’ ἀεὶ αὐτὸν ἡ παροῦσα τύχη ἀλόγως τε καὶ τῶν καθεστώτων οὐκ ἐπαξίως ἔς τε ὀρρωδίαν ἀπῆγε μέτρον οὐκ ἔχουσαν καὶ αὖθις ἐς ἄφατόν τι ἀντικαθίστη θράσος.
狄乌达哈德闻听这些消息后,对已抵其处的使节变得蔑视不顾。盖其本性极易背信弃义,心志全无定见,当下的境遇往往悖乎常理且不称事宜地将他推入漫无边际的恐惧之中,旋即又令他骤然转为不可名状的狂妄放肆。
καὶ τότε γοῦν τοῦ θανάτου πέρι Μούνδου τε ἀκούσας καὶ Μαυρικίου ἐπήρθη τε ὑπεράγαν καὶ οὐ κατὰ λόγον τῶν πεπραγμένων, καὶ τοὺς πρέσβεις ἤδη παρ’ αὐτὸν ἥκοντας ἐρεσχελεῖν ἠξίου.
当时,他一听说蒙杜斯与毛里基乌斯之死,便极度膨胀,其得意之态与战局情势全不相符,竟欲当面羞辱已抵其处的使节。
καὶ ἐπειδὴ αὐτῷ Πέτρος ποτὲ ἅτε ὑπερβάντι τὰ βασιλεῖ ὡμολογημένα ἐλοιδορεῖτο, ἄμφω Θευδάτος δημοσίᾳ καλέσας ἔλεξε τοιάδε· “Σεμνὸν μὲν τὸ χρῆμα τῶν πρέσβεων καὶ ἄλλως ἔντιμον καθέστηκεν ἐς πάντας ἀνθρώπους, τοῦτο δὲ τὸ γέρας ἐς τόδε οἱ πρέσβεις ἐν σφίσιν αὐτοῖς διασώζουσιν, ἐς ὃ τῇ σφετέρᾳ ἐπιεικείᾳ φυλάξωσι τὸ τῆς πρεσβείας ἀξίωμα.
由于彼得先前曾因他背弃对皇帝的承诺而对其加以斥责,狄乌达哈德便公开传召二人,说了这番话: “使节的职分在全人类眼中皆为神圣庄严且备受尊荣之物;但使节唯有以自身之温厚节制恪守使职的尊严,方可在其身上保有此等特权。
κτεῖναι γὰρ ἄνδρα πρεσβευτὴν ἐνδίκως νενομίκασιν ἄνθρωποι, ὅταν ἢ ἐς βασιλέα ὑβρίσας φαίνηται, ἢ γυναικὸς ἄλλῳ ξυνοικούσης ἐς εὐνὴν ἔλθοι.”2 Θευδάτος μὲν ταῦτα ἐς Πέτρον ἀπέρριψεν, οὐχ ὅτι γυναικὶ ἐπλησίασεν, ἀλλ’ ὅπως ἰσχυρίσηται ἐγκλήματα, ὡς τὸ εἰκός, γίνεσθαι ἐς πρεσβευτοῦ θάνατον ἄγοντα. οἱ δὲ πρέσβεις ἀμείβονται τοῖσδε·
因为世人皆视使节为合法可诛之人,只要其被发现冒犯君王,或与他人之妻通奸。” 狄乌达哈德将此语掷向彼得,并非因其近过妇人,而是企图申明:理所当然存在可致使节于死地的罪状。然而使者们回答如下:
“Οὔτε ταῦτα, ὦ Γότθων ἀρχηγέ, ταύτῃ ᾗπερ εἴρηκας ἔχει, οὔτ’ ἂν σὺ παραπετάσμασιν οὐχ ὑγιέσιν ἀνόσια ἔργα ἐς ἀνθρώπους πρέσβεις ἐνδείξαιο.
“哥特人的统领啊,事态绝非如你所言,你亦不可借助不攻自破的伪托遮掩,对身为使节之人施展不义之暴行。
μοιχῷ μὲν γὰρ οὐδὲ βουλομένῳ πρεσβευτῇ πάρεστι γίνεσθαι, ᾧ γε οὐδὲ ὕδατος μεταλαγχάνειν ὅτι μὴ γνώμῃ τῶν φυλασσόντων ῥᾴδιόν ἐστι.3
盖使节纵欲行淫,亦无可能,此等人若无看守之许可,连分得清水饮用亦非易事。
λόγους δέ, ὅσους ἂν ἐκ τοῦ πέμψαντος ἀκηκοὼς εἴπῃ, οὐκ αὐτὸς τὴν ἐντεῦθεν αἰτίαν, ἤν γε οὐκ ἀγαθοὶ τύχωσιν ὄντες, εἰκότως ἂν λάβοι, ἀλλ’ ὁ μὲν κελεύσας φέροιτο ἂν δικαίως τὸ ἔγκλημα τοῦτο, τῷ δὲ πρεσβευτῇ τὸ τὴν ὑπουργίαν ἐκτελέσαι περίεστι μόνον.
至于使节转述奉命自派遣者口中听闻之言,即便言辞不甚中听,承担由此而生之罪责者理当绝非使节本人;相反,下达训令者理当领受此项指控,而使节所当为者,唯有忠实履行使命而已。”
- 5.7.5τὴν Καδμείαν νίκην Ῥωμαίοις νικῆσαι ξυνέπεσε
此处 τὴν Καδμείαν νίκην 为不定式 νικῆσαι 的同族宾格(内容宾格),与与格 Ῥωμαίοις 连用,字面意为“罗马人最终赢得了卡德摩斯式的胜利”(即虽胜尤败、伤亡惨重的惨胜)。
- 5.7.15ὅταν ἢ ἐς βασιλέα ὑβρίσας φαίνηται, ἢ γυναικὸς ἄλλῳ ξυνοικούσης ἐς εὐνὴν ἔλθοι
在由 ὅταν 引导的时间/条件从句中,出现了语气的混用交替:前一并列分句使用虚拟式(φαίνηται),而后一分句则转向希求式(ἔλθοι)。二者均表示丧失豁免权的假设情形,语气的变化体现出从具体的眼前过犯向更泛化之假设的过渡。
- 5.7.18ᾧ γε οὐδὲ ὕδατος μεταλαγχάνειν ὅτι μὴ γνώμῃ τῶν φυλασσόντων ῥᾴδιόν ἐστι
关系代词与格 ᾧ 指代前句中的使节(πρεσβευτῇ),作无人称结构 ῥᾴδιόν ἐστι 的关涉与格。短语 ὅτι μή 是表示排除的惯用句式,相当于“除……之外(except)”,修饰后面的名词短语 γνώμῃ τῶν φυλασσόντων。
