← 普罗科皮乌斯

战史

§5.6.13-5.6.27

狄乌达哈德的让位密信与查士丁尼的接纳

狄乌达哈德的使者在首份和谈条件于拜占庭遭拒后,出示了以赐予岁入庄园换取彻底让出王位的密信,查士丁尼欣然接纳并遣使着手接管意大利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6.13

καὶ Ῥουστικὸν τῶν τινα ἱερέων καὶ αὐτῷ μάλιστα ἐπιτήδειον, ἄνδρα Ῥωμαῖον, ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ ξὺν αὐτῷ ἔπεμψεν. οἷς δὴ καὶ γράμματα ἐνεχείρισε.

狄乌达哈德派教士之一、亦是其极为亲信之人的罗马人鲁斯提库斯随同他前去落实这一协定;他还将信函交到了他们手中。

§5.6.14

Πέτρος μὲν οὖν καὶ Ῥουστικὸς ἐν Βυζαντίῳ γενόμενοι τὰ πρότερον δόξαντα βασιλεῖ ἤγγειλαν, καθάπερ Θευδάτος σφίσιν ἐπέστελλεν. ἐπεὶ δὲ τοὺς λόγους ἐνδέχεσθαι βασιλεὺς ἥκιστα ἤθελε, τὰ ἐν ὑστέρῳ γεγραμμένα ἐπέδειξαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Οὐ γέγονα μὲν βασιλικῆς αὐλῆς ἐπηλύτης, τετύχηκε γάρ μοι τετέχθαι τε ἐν βασιλέως θείου καὶ τεθράφθαι τοῦ γένους ἀξίως, πολέμων δὲ καὶ τῶν ἐν τούτοις θορύβων εἰμὶ οὐ παντελῶς ἔμπειρος.

彼得与鲁斯提库斯抵达拜占庭后,依狄乌达哈德所嘱,先向皇帝呈报了先前议定的条件。然而,当皇帝绝不愿接受那些提议时,他们便出示了随后写就的密信。信中陈述如下:“我绝非王室宫廷的局外过客,因我有幸降生于身为君王的叔父之家,并受到了与家族门第相称的抚育,但我对战事及其纷扰却全无阅历。

§5.6.16

περὶ λόγων γὰρ ἀκοὴν ἄνωθεν ἐρωτικῶς ἐσχηκότι μοι καὶ διατριβὴν ἐς τοῦτο ἀεὶ πεποιημένῳ ξυμβαίνει τῆς ἐν ταῖς μάχαις ταραχῆς ἑκαστάτω ἐς τόδε εἶναι.

因为我自幼便对求学论道怀有热切向往,并始终以此为业,故而至今一直得以远离战阵之骚乱。

§5.6.17

ὥστε ἥκιστά με εἰκὸς τὰς ἐκ τῆς βασιλείας ζηλοῦντα τιμὰς τὸν μετὰ κινδύνων διώκειν βίον, ἐξὸν ἀμφοῖν ἐκποδὼν ἵστασθαι.1

因此,当本可将二者皆置之度外之时,我若因贪恋王权之尊荣而去追逐充满凶险的生涯,乃是最不合情理之举。

§5.6.18

τούτοιν γάρ μοι οὐδέτερον ἐν ἡδονῇ ἐστι· τὸ μέν, ὅτι κόρῳ τετίμηται, πλησμονὴ γὰρ ἡδέων ἁπάντων, τὸ δέ, ὅτι τὸ μὴ ἐθισθῆναι ἐς ταραχὴν φέρει.

因为二者于我皆无乐趣可言:前者令人餍足而失趣,盖一切赏心乐事皆有其过饱之时;而后者则因疏离陌生而徒致纷扰恐慌。

§5.6.19

ἐγὼ δέ, εἴ μοι χωρία γένηται οὐχ ἧσσον ἢ δώδεκα κεντηναρίων ἐπέτειον φέροντα πρόσοδον, περὶ ἐλάσσονος ἂν αὐτῶν τὴν βασιλείαν ποιήσαιμι, καί σοι τὸ Γότθων τε καὶ Ἰταλιωτῶν αὐτίκα μάλα ἐγχειριῶ κράτος.

至于我,若能赐我每年岁入不少于十二生底那尔的庄园田产,我愿将王位视若敝屣,并立刻将哥特人与意大利人的统治大权拱手奉交于陛下。

§5.6.20

ὡς ἔγωγε ἥδιον ἂν ξὺν τῇ ἀπραγμοσύνῃ γεωργὸς εἴην ἢ ἐν μερίμναις βασιλικαῖς βιῴην, κινδύνους ἐκ κινδύνων παραπεμπούσαις.

盖我宁愿在安闲无事中做一介耕夫,亦不愿生活在引来层出不穷之凶险的王室忧患之中。

§5.6.21

ἀλλὰ πέμπε ἄνδρα ὡς τάχιστα, ὅτῳ με Ἰταλίαν τε καὶ τὰ τῆς βασιλείας πράγματα παραδοῦναι προσήκει.”

故请尽快派遣我宜向其交接意大利及王权之政务之人前来。”

§5.6.22

Θευδάτου μὲν ἡ γραφὴ τοσαῦτα ἐδήλου. βασιλεὺς δὲ ὑπεράγαν ἡσθεὶς ἀμείβεται ὧδε· “Πάλαι μέν σε ξυνετὸν εἶναι ἀκοῇ εἶχον, νῦν δὲ καὶ τῇ πείρᾳ μεμαθηκὼς οἶδα οἷς οὐκ ἔγνωκας τὸ τοῦ πολέμου καραδοκεῖν πέρας.2 ὅπερ ἤδη πεπονθότες τινὲς ἐν τοῖς μεγίστοις ἐσφάλησαν. καί σοι οὔ ποτε μεταμελήσει φίλους ἡμᾶς ἀντὶ πολεμίων ποιησαμένῳ.

狄乌达哈德的密信所陈述者即为此类内容。皇帝闻之大喜过望,答复如下:“我素闻阁下明达睿智,如今更由经验得知确凿无疑,盖因阁下未曾决意坐等战争之最终结局; 昔日有一些经历此举之人,便蒙受了灭顶之灾。阁下弃敌从友而与我们结交,必永无悔恨之虞。

§5.6.24

ἀλλὰ καὶ ταῦτα ἅπερ αἰτεῖς παρ’ ἡμῶν ἕξεις, καὶ προσέσται σοι ἐν ταῖς πρώταις Ῥωμαίων τιμαῖς ἀναγράπτῳ εἶναι.

阁下不仅必能从我们这里如愿获得所求之物,此外更将名列罗马人最尊贵之显荣爵位。

§5.6.25

νῦν μὲν οὖν Ἀθανάσιόν τε καὶ Πέτρον ἀπέσταλκα, ὅπως ὁμολογίᾳ τινὶ ἑκατέρῳ τὸ βέβαιον ἔσται. ἥξει δὲ ὅσον οὔπω καὶ Βελισάριος παρὰ σέ, πέρας ἅπασιν ἐπιθήσων ὅσα ἂν ἐν ἡμῖν ξυγκείμενα ᾖ.” ταῦτα βασιλεὺς γράψας Ἀθανάσιόν τε τὸν Ἀλεξάνδρου ἀδελφόν, ὃς πρώην ἐς Ἀταλάριχον, ὥσπερ ἐρρήθη, ἐπρέσβευσε, καὶ Πέτρον αὖθις τὸν ῥήτορα ἔπεμψεν, οὗ πρόσθεν ἐμνήσθην, ἐντειλάμενος τὰ μὲν χωρία τῆς βασιλέως οἰκίας, ἣν πατριμώνιον καλοῦσι, Θευδάτῳ νεῖμαι, γράμματα δὲ καὶ ὅρκους ὀχύρωμα ταῖς ξυνθήκαις ποιησαμένους οὕτω δὴ ἐκ Σικελίας Βελισάριον μεταπέμψασθαι, ἐφ’ ᾧ τά τε βασίλεια καὶ Ἰταλίαν παραλαβὼν ξύμπασαν ἐν φυλακῇ ἔχοι.3

今我特遣阿塔纳西乌斯与彼得前往,以便通过正式盟约使双方确立稳固保障;不久贝利萨留亦将亲抵阁下之处,为我们之间所达成的一切协定画上圆满句号。”皇帝写就此信后,便遣发了曾如前文所述出使过阿塔拉里克的亚历山大之弟阿塔纳西乌斯,并再度遣发前文提及的修辞学家彼得,训令他们将属于皇室家产(即被称为祖产领地者)的庄园划拨给狄乌达哈德,并以文书与誓约使盟约确立稳固之后,方从西西里召回贝利萨留,以便其接管王宫及整个意大利并严加守御。

§5.6.27

καὶ Βελισαρίῳ ἐπέστειλεν ὥστε αὐτοῖς, ἐπειδὰν μεταπέμψωνται, κατὰ τάχος ἥκειν.

皇帝亦给贝利萨留发去指令,命其一旦接到召请便务必火速赶赴。

语法注3 条
  1. 5.6.17ἐξὸν ἀμφοῖν ἐκποδὼν ἵστασθαι

    此处 ἐξόν 为非人称动词 ἔξεστι 的中性单数宾格分词,构成具有让步意味的独立宾格结构(“尽管本可远离二者”),修饰不定式短语 τὸν μετὰ κινδύνων διώκειν βίον。

  2. 5.6.22οἷς οὐκ ἔγνωκας τὸ τοῦ πολέμου καραδοκεῖν πέρας

    与格关系代名词 οἷς 包含其先行词,作为表原因或判断依据的与格修饰动词短语 μεμαθηκὼς οἶδα,意为“从阁下决意不等待战事结局这一事实中得知”。

  3. 5.6.26ἐφ’ ᾧ τά τε βασίλεια καὶ Ἰταλίαν παραλαβὼν ξύμπασαν ἐν φυλακῇ ἔχοι

    短语 ἐφ’ ᾧ 引导表条件或目的的从句(“条件是……/以便……”)。由于主句处于过去的历史时态叙述中,从句动词 ἔχοι 采用了历史时序下的祈愿语气(optative in secondary sequence)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.6.13-5.6.27