- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.6.1-5.6.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于对战局恶化深感恐惧,狄乌达哈德最初与使节彼得达成割让西西里并接受附庸地位的协议;但随后出于对战祸的极度惶恐,他又将彼得召回,并在彼得的巧言说服下发誓将王国的最高统治权彻底让与皇帝。
Ἐπεὶ δὲ ταῦτα Πέτρος ἔμαθεν, ἐγκείμενος πολλῷ ἔτι μᾶλλον καὶ δεδισσόμενος Θευδάτον οὐκέτι ἀνίει.
当彼得获悉此事后,便更加紧迫地施压并恫吓狄乌达哈德,绝不再有丝毫放松。
καὶ ὃς ἀποδειλιάσας τε καὶ ἐς ἀφασίαν ἐμπεπτωκώς, οὐχ ἧσσον ἢ εἰ δορυάλωτος ξὺν τῷ Γελίμερι αὐτὸς ἐγεγόνει, ἐς λόγους τῷ Πέτρῳ κρύφα τῶν ἄλλων ἁπάντων ἦλθεν, ἔς τε ξύμβασιν ἐν σφίσιν ἦλθεν, ἐφ’ ᾧ1 Θευδάτος Ἰουστινιανῷ βασιλεῖ Σικελίας ἐκστήσεται πάσης, πέμψει δὲ αὐτῷ καὶ στέφανον χρυσοῦν ἀνὰ πᾶν ἔτος κατὰ τριακοσίας ἕλκοντα λίτρας, Γότθους τε ἄνδρας μαχίμους ἐς τρισχιλίους, ἡνίκα ἂν αὐτῷ βουλομένῳ εἴη, Θευδάτῳ δὲ αὐτῷ ἐξουσίαν οὐδαμῆ ἔσεσθαι τῶν τινα ἱερέων ἢ βουλευτῶν ἀποκτιννύναι, ἢ ἀνάγραπτον ἐς τὸ δημόσιον αὐτοῦ τὴν οὐσίαν ὅτι μὴ βασιλέως ποιεῖσθαι γνώμῃ·2 ἢν δέ γε τῶν ὑπηκόων τινὰς ἐς τὸ τῶν πατρικίων ἢ ἄλλο βουλῆς ἀξίωμα Θευδάτος ἀγαγεῖν βούληται, τοῦτο δὲ οὐκ αὐτὸν δώσειν, ἀλλὰ βασιλέα αἰτήσειν διδόναι· εὐφημοῦντα δὲ Ῥωμαίων τὸν δῆμον ἀναβοήσειν ἀεὶ βασιλέα πρῶτον, ἔπειτα Θευδάτον, ἔν τε θεάτροις καὶ ἱπποδρομίαις καὶ εἴ που ἄλλῃ τὸ τοιοῦτον δεήσει γενέσθαι. εἰκόνα τε χαλκῆν ἢ ὕλης ἑτέρας μή ποτε Θευδάτῳ μόνῳ καθίστασθαι, ἀλλὰ γίνεσθαι μὲν ἀεὶ ἀμφοτέροις, στήσεσθαι δὲ οὕτως· ἐν δεξιᾷ μὲν τὴν βασιλέως, ἐπὶ θάτερα δὲ τὴν Θευδάτου. ἐπὶ ταύτῃ μὲν τῇ ξυμβάσει γράψας τὸν πρεσβευτὴν ὁ Θευδάτος ἀπεπέμψατο.
而狄乌达哈德吓破了胆,陷入目瞪口呆的惊慌之中,其程度不亚于他自己与盖利梅一同沦为俘虏;他避开所有其他人私下与彼得交谈,并在彼此之间达成了一项协议:条件是狄乌达哈德将整个西西里割让给查士丁尼皇帝,每年向其进贡重约三百磅的金冠,并在皇帝需要时随时派遣多达三千名哥特精锐战士;狄乌达哈德本人则绝无权力处决任何祭司或元老院议员,非经皇帝批准亦不得将其财产充公没收;若狄乌达哈德欲将某些臣民擢升为贵族阶层或其他元老显位,他不得擅自授予,而必须请求皇帝恩赐;罗马民众在欢呼致敬时,无论在剧场、赛马场还是其他任何需要行此礼的场合,必须始终先呼喊皇帝之名,其后方可呼喊狄乌达哈德;并且绝不可为狄乌达哈德单独设立青铜或其他质地的雕像,而必须始终同时为两人树立,其摆放方式须为:皇帝之像在右,狄乌达哈德之像在另一侧。狄乌达哈德依此协议立约后,便打发使节离去。
Ὀλίγῳ δὲ ὕστερον ψυχῆς ὀρρωδία περιλαβοῦσα τὸν ἄνθρωπον ἐς δείματά τε ἀπῆγεν ὅρον οὐκ ἔχοντα καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν, δεδισσομένη τῷ τοῦ πολέμου ὀνόματι, καὶ ὡς, εἴ γε βασιλέα οὐδαμῆ ἀρέσκει τά τε αὐτῷ καὶ Πέτρῳ συγκείμενα, ὁ πόλεμος εὐθὺς ἀπαντήσει.
然而不久之后,灵魂的恐惧笼罩了此人,将他拖入无边无际的恐慌之中,扰乱了他的心智;战争这一字眼令他胆战心惊,生怕皇帝若全然不悦于他与彼得所商定之事,战祸便会立刻降临。
αὖθις οὖν Πέτρον μεταπεμψάμενος ἐν Ἀλβανοῖς ἤδη γενόμενον ἅτε κοινολογούμενος λάθρα τοῦ ἀνθρώπου ἀνεπυνθάνετο, εἰ τὴν ξύμβασιν βασιλεῖ πρὸς ἡδονῆς ἔσεσθαι οἴεται.
于是他再次派人召回已抵达阿尔巴尼地区的彼得,借故密谈向他打听,皇帝是否会欣然接受该项协议。
καὶ ὃς οὕτω δὴ ὑποτοπάζειν ἔφη. “Ἢν δέ γε ταῦτα μηδαμῆ ἀρέσκει τὸν ἄνδρα, τί τὸ ἐντεῦθεν γενήσεται;”
彼得回答说他正是如此推测的。“但如果此人全然不喜欢这些条件,接下来又将如何?”
εἶπεν. ἀπεκρίνατο Πέτρος “Πολεμητέα σοι τὸ λοιπόν, ὦ γενναῖε.” “Τί δέ; δίκαια ταῦτα, ὦ φίλτατε πρεσβευτά;” ἔφη. ὁ δὲ αὐτίκα ἔφη ὑπολαβών “Καὶ πῶς οὐ δίκαιον, ὦ ἀγαθέ,” εἶπε, “τὰ ἐπιτηδεύματα τῇ ψυχῇ ἑκάστου φυλάσσεσθαι;” “Τί δὴ τοῦτό ἐστιν;” ὁ Θευδάτος ἠρώτα.
他说道。彼得答道:“尊贵的阁下,届时您就唯有一战了。”“什么?这合乎正义吗,我亲爱的使节?”他说道。彼得随即接过话头说:“善良的阁下,各人灵魂保全各自相宜的志业,岂有不合乎正义之理?”“这究竟是何意?”狄乌达哈德问道。
“Ὅτι σοὶ μὲν σπουδὴ πολλὴ φιλοσοφεῖν,” ἔφη, “Ἰουστινιανῷ δὲ βασιλεῖ Ῥωμαίων γενναίῳ εἶναι. διαφέρει δέ, ὅτι τῷ μὲν φιλοσοφίαν ἀσκήσαντι θάνατον ἀνθρώποις πορίζεσθαι, ἄλλως τε καὶ τοσούτοις τὸ πλῆθος, οὐ μήποτε εὐπρεπὲς εἴη,3 καὶ ταῦτα ἀπὸ τῆς Πλάτωνος διατριβῆς, ἧς δηλονότι μετασχόντι σοι μὴ οὐχὶ φόνου παντὸς ἐλευθέρῳ εἶναι οὐχ ὅσιον·4 ἐκεῖνον δὲ χώρας μεταποιήσασθαι οὐδὲν ἀπεικὸς ἄνωθεν τῇ ὑπαρχούσῃ αὐτῷ προσηκούσης ἀρχῇ.”5 ταύτῃ ὁ Θευδάτος τῇ ὑποθήκῃ ἀναπεισθεὶς ὡμολόγησεν Ἰουστινιανῷ βασιλεῖ τῆς ἡγεμονίας ἐκστήσεσθαι.
彼得说:“因为阁下热衷于钻研哲学,而查士丁尼则志在成为罗马人的英武皇帝。二者的区别在于:对于修习哲学之人而言,造成人员伤亡——尤其是如此众多的死伤——绝非得体之举,更何况是出自柏拉图学派之人,而阁下显然受教于该学派,若不远离一切流血杀戮便是大逆不道;而对于皇帝而言,收复自古以来便属于其固有权柄的土地,则完全合情合理。”狄乌达哈德被这一进言所说服,答应将最高统治权完全让与查士丁尼皇帝。
καὶ κατὰ ταῦτα αὐτός τε καὶ ἡ γυνὴ ὤμοσε· τόν τε Πέτρον ὅρκοις κατέλαβεν, ὡς οὐ πρότερον ἔκπυστα ταῦτα ποιήσεται, πρὶν ἂν βασιλέα οὐκ ἐνδεχόμενον τὴν προτέραν ξύμβασιν ἴδοι.
依照此言,他本人及其妻子均发了誓;他还迫使彼得立誓担保:在确认皇帝不接受前一份协议之前,绝不将此事泄露出去。
- 5.6.2ἐφ’ ᾧ
介词短语 ἐφ' ᾧ 用以引出协议的具体条款(意为“在……条件下”)。其后引导的一系列条款交替使用了将来直陈式(ἐκστήσεται, πέμψει)与不定式(如 ἔσεσθαι, δώσειν, αἰτήσειν, ἀναβοήσειν, καθίστασθαι, στήσεσθαι),均受该协议框架支配。
- 5.6.2ὅτι μὴ βασιλέως ποιεῖσθαι γνώμῃ
短语 ὅτι μή 为固定习语,意为“除……之外”。承接前文的否定词 οὐδαμῆ,它构成了没收财产禁令的例外条款,即“除非根据皇帝的决意/裁决”。
- 5.6.10οὐ μήποτε εὐπρεπὲς εἴη
与希求式(εἴη)连用的强烈否定结构。古典希腊语中 οὐ μή 通常接虚拟式或将来直陈式,但在后古典时期文学散文中,为了表达强调性的潜在否定或语气委婉,亦可见与希求式连用,意为“绝不可能合适/体面”。
- 5.6.10μὴ οὐχὶ φόνου παντὸς ἐλευθέρῳ εἶναι οὐχ ὅσιον
双重否定结构。在否定短语 οὐχ ὅσιον(“是不敬的/违背神意的”)之后,不定式 εἶναι 带有 μὴ οὐχί,构成“……若不远离/不保持免于……便是不虔诚的”之意。与格分词 μετασχόντι 与 σοί 一致,充当不定式的逻辑主语,并支配同为与格的谓语形容词 ἐλευθέρῳ。
- 5.6.10ἄνωθεν τῇ ὑπαρχούσῃ αὐτῷ προσηκούσης ἀρχῇ
此处出现语序倒置(hyperbaton)。属格分词 προσηκούσης 修饰前文的名词 χώρας(“归属于……/与……相宜的土地”),并支配与格短语 τῇ ὑπαρχούσῃ αὐτῷ... ἀρχῇ(“属于他固有的主权”)。副词 ἄνωθεν(“自古以来”)修饰 ὑπαρχούσῃ 或整个分词短语。
