← 普罗科皮乌斯

战史

§5.5.1-5.5.19

哥特战争的爆发与贝利撒留平定西西里

查士丁尼皇帝在得知阿玛拉逊莎遇害后发动哥特战争,派遣蒙杜斯进攻达尔马提亚,命贝利撒留征讨西西里,并联络法兰克人结盟。蒙杜斯攻克萨洛纳,贝利撒留则凭借水军奇策攻陷帕诺穆斯并平定全西西里,在其执政官任期的最后一天凯旋进入叙拉古。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.5.1

Ἐν τούτῳ δὲ Βελισάριον ηὐδοκιμηκέναι κατὰ Γελίμερός τε καὶ Βανδίλων τετύχηκε.1 βασιλεὺς δὲ τὰ ἀμφὶ Ἀμαλασούνθῃ ξυνενεχθέντα μαθὼν εὐθὺς καθίστατο ἐς τὸν πόλεμον, ἔνατον ἔτος τὴν βασιλείαν ἔχων.

此时,贝利撒留恰逢在击溃盖利梅及汪达尔人的战役中赢得了极高的声誉。皇帝得知阿玛拉逊莎的不幸遭遇后,在其统治的第九年立即发动了这场战争。

§5.5.2

καὶ Μοῦνδον μὲν τὸν Ἰλλυριῶν στρατηγὸν ἔς τε Δαλματίαν ἰέναι, τὴν Γότθων κατήκοον, καὶ Σαλώνων ἀποπειράσασθαι ἐκέλευεν ʽἦν δὲ ὁ Μοῦνδος γένος μὲν βάρβαρος, διαφερόντως δὲ τοῖς τε βασιλέως πράγμασιν εὔνους καὶ ἀγαθὸς τὰ πολέμια’, Βελισάριον δὲ ναυσὶν ἔστελλε, στρατιώτας ἐκ μὲν καταλόγων καὶ φοιδεράτων τετρακισχιλίους, ἐκ δὲ Ἰσαύρων τρισχιλίους μάλιστα ἔχοντα.

他命令伊利里亚统帅蒙杜斯进军附属于哥特人的达尔马提亚,并尝试攻取萨洛纳(蒙杜斯出身蛮族,但对皇帝的事业格外忠诚,且极擅征战);另一方面,皇帝派遣贝利撒留率舰队出征,麾下拥有来自正规军与同盟军的四千名士兵,以及约三千名伊索里亚人。

§5.5.3

ἄρχοντες δὲ ἦσαν λόγιμοι μὲν Κωνσταντῖνός τε καὶ Βέσσας, ἐκ τῶν ἐπὶ Θρᾴκης χωρίων, Περάνιος δὲ ἐξ Ἰβηρίας τῆς ἄγχιστα Μήδων,2 γενόμενος μὲν τῶν ἐκ βασιλέως Ἰβήρων, αὐτόμολος δὲ πρότερον ἐς Ῥωμαίους κατὰ ἔχθος τὸ Περσῶν ἥκων, καταλόγων δὲ ἱππικῶν μὲν Βαλεντῖνός τε καὶ Μάγνος καὶ Ἰννοκέντιος, πεζῶν δὲ Ἡρωδιανός τε καὶ Παῦλος καὶ Δημήτριος καὶ Οὐρσικῖνος, ἀρχηγὸς δὲ Ἰσαύρων Ἔννης.

著名的将领包括:来自色雷斯地区的君士坦丁与贝萨斯;来自紧邻米底亚的伊比利亚的佩拉尼乌斯,他本出身伊比利亚王室,因仇恨波斯人早先投奔了罗马人;骑兵部队的将领有瓦伦提努斯、马格努斯与英诺森提乌斯;步兵将领有赫罗狄安、保罗、德米特里乌斯与乌尔西基努斯;伊索里亚人的首领则是恩内斯。

§5.5.4

εἵποντο δὲ καὶ Οὖννοι ξύμμαχοι διακόσιοι καὶ Μαυρούσιοι τριακόσιοι. στρατηγὸς δὲ αὐτοκράτωρ ἐφ’ ἅπασι Βελισάριος ἦν, δορυφόρους τε καὶ ὑπασπιστὰς πολλούς τε καὶ δοκίμους ἔχων.

此外还有作为同盟军的两百名匈人与三百名摩尔人随行。贝利撒留担任全权统帅,统领全军,身旁有众多杰出的亲兵侍卫随从。

§5.5.5

εἵπετο δὲ αὐτῷ καὶ Φώτιος, ὁ τῆς γυναικὸς Ἀντωνίνης υἱὸς ἐκ γάμων προτέρων, νέος μὲν ὢν ἔτι καὶ πρῶτον ὑπηνήτης, ξυνετώτατος δὲ καὶ φύσεως ἰσχὺν ὑπὲρ τὴν ἡλικίαν δηλώσας.

同行者中还有其妻安东尼娜前次婚姻所生之子福提乌斯,他虽年轻且初生胡须,却极为聪慧,显露出远超其年龄的天赋才能。

§5.5.6

βασιλεύς τε Βελισαρίῳ ἐπέστελλεν ἐς Καρχηδόνα μὲν τῷ λόγῳ στέλλεσθαι, ἐπειδὰν δὲ ἐς Σικελίαν ἀφίκωνται, ὡς δὴ κατὰ χρείαν τινὰ ἐνταῦθα ἀποβάντας πειρᾶσθαι τῆς νήσου.3

皇帝训令贝利撒留表面上宣称开往迦太基,而一旦抵达西西里,便借口某种迫切需要在此登陆,乘机图取该岛。

§5.5.7

καὶ ἢν μὲν δυνατὰ ᾖ ὑποχειρίαν αὐτὴν οὐδενὶ πόνῳ ποιήσασθαι, κατέχειν τε καὶ αὐτῆς μηκέτι μεθίεσθαι· ἢν δέ τι ἐμπόδιον ὑπαντιάσῃ, πλεῖν κατὰ τάχος ἐπὶ Λιβύης, οὐδενὶ αἴσθησιν τῆς βουλήσεως παρεχομένους.

倘若能够不费力气地将其降服,便占领并绝不再放弃它;但若遭遇阻碍,则须全速驶往利比亚,绝不可让任何人察觉其真实图谋。

§5.5.8

Πέμψας δὲ καὶ παρὰ Φράγγων τοὺς ἡγεμόνας ἔγραψε τάδε· “Γότθοι Ἰταλίαν τὴν ἡμετέραν βίᾳ ἑλόντες οὐχ ὅσον4 αὐτὴν ἀποδιδόναι οὐδαμῆ ἔγνωσαν, ἀλλὰ καὶ προσηδικήκασιν ἡμᾶς οὔτε φορητὰ οὔτε μέτρια.

皇帝还派遣使者前往法兰克诸首领处,致信如下:“哥特人强占我们的意大利后,不仅绝无归还之意,更对我们施加了既无法容忍又毫无节制的侵害。

§5.5.9

διόπερ ἡμεῖς μὲν στρατεύειν ἐπ’ αὐτοὺς ἠναγκάσμεθα, ὑμᾶς δὲ εἰκὸς ξυνδιαφέρειν ἡμῖν πόλεμον τόνδε, ὃν ἡμῖν κοινὸν εἶναι ποιεῖ δόξα τε ὀρθή, ἀποσειομένη τὴν Ἀρειανῶν γνώμην, καὶ τὸ ἐς Γότθους ἀμφοτέρων ἔχθος.”

为此我们被迫对其兴兵,而你们理应与我们共同承担这场战争;摒弃阿里乌教义的正统信仰,以及双方对哥特人的共同仇恨,使得这场战争成为我们共同的事业。”

§5.5.10

τοσαῦτα μὲν βασιλεὺς ἔγραψε· καὶ χρήμασιν αὐτοὺς δωρησάμενος, πλείονα δώσειν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ὡμολόγησεν. οἱ δὲ αὐτῷ ξὺν προθυμίᾳ πολλῇ ξυμμαχήσειν ὑπέσχοντο.

皇帝致信如此,并以钱财馈赠他们,且许诺一旦他们投入实际行动,将给予更多赏赐。法兰克人亦极其热切地承诺将作为盟友参战。

§5.5.11

Μοῦνδος μὲν οὖν καὶ ἡ ξὺν αὐτῷ στρατιὰ ἐς Δαλματίαν ἀφικόμενοι καὶ Γότθοις τοῖς ἐκείνῃ ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντες, νικήσαντές τε τῇ ξυμβολῇ, Σάλωνας ἔσχον.

蒙杜斯及其所率军队抵达达尔马提亚后,与在该地迎战的哥特军展开肉搏战,并在交锋中大获全胜,攻占了萨洛纳。

§5.5.12

Βελισάριος δὲ καταπλεύσας ἐς Σικελίαν Κατάνην ἔλαβεν. ἔνθεν τε ὁρμώμενος Συρακούσας τε ὁμολογίᾳ καὶ πόλεις τὰς ἄλλας παρεστήσατο οὐδενὶ πόνῳ· πλήν γε δὴ ὅτι Γότθοι οἳ ἐν Πανόρμῳ φυλακὴν εἶχον, θαρσοῦντες τῷ περιβόλῳ ʽἦν γὰρ ἐχυρὸν τὸ χωρίον’ προσχωρεῖν τε Βελισαρίῳ ἥκιστα ἤθελον καὶ αὐτὸν ἐνθένδε ἀπάγειν τὸν στρατὸν κατὰ τάχος ἐκέλευον.

贝利撒留乘船抵达西西里后攻克了卡塔纳。他以此为基地,通过协议使叙拉古及其他城市毫不费力地归顺;唯独驻守帕诺穆斯的哥特人依仗其城防(因该要塞极为险固),极不愿向贝利撒留归顺,反倒勒令他速将军队从该地撤走。

§5.5.13

Βελισάριος δὲ λογισάμενος ἀμήχανον εἶναι διὰ τῆς ἠπείρου τὸ χωρίον ἑλεῖν ἐσπλεῖν τὸν στόλον ἐς τὸν λιμένα ἐκέλευεν ἄχρι ἐς τὸ τεῖχος διήκοντα. ἦν γὰρ τοῦ τε περιβόλου ἐκτὸς καὶ παντάπασιν ἀνδρῶν ἔρημος. οὗ δὴ τῶν νηῶν ὁρμισαμένων τοὺς ἱστοὺς ξυνέβαινε τῶν ἐπάλξεων καθυπερτέρους εἶναι.

贝利撒留料定无法从陆路攻克该地,便命令舰队驶入直抵城墙下的海港;盖因该港位于城防之外且全然没有守军把守。当船只在此抛锚停泊时,其桅杆恰好高出城垛之上。

§5.5.15

αὐτίκα οὖν τοὺς λέμβους τῶν νηῶν ἅπαντας τοξοτῶν ἐμπλησάμενος ἀπεκρέμασεν ἄκρων ἱστῶν.5

于是他立即将舰上的所有舢板坐满弓箭手,悬挂在桅杆顶端。

§5.5.16

ὅθεν δὴ κατὰ κορυφὴν βαλλόμενοι οἱ πολέμιοι ἐς δέος τι ἄμαχον ἦλθον καὶ Πάνορμον εὐθὺς ὁμολογίᾳ Βελισαρίῳ παρέδοσαν.

守敌自头顶上方遭到弓矢射击,陷入无法抵御的恐慌,随即按照协议将帕诺穆斯献降于贝利撒留。

§5.5.17

βασιλεύς τε ἐκ τοῦδε Σικελίαν ὅλην ἐς φόρου ἀπαγωγὴν κατήκοον εἶχε. τῷ δὲ Βελισαρίῳ τότε κρεῖσσον λόγου εὐτύχημα ξυνηνέχθη γενέσθαι.

由此,皇帝将整个西西里纳为纳贡的臣服之地。贝利撒留此时更遭遇了难以言表的莫大机运。

§5.5.18

τῆς γὰρ ὑπατείας λαβὼν τὸ ἀξίωμα ἐπὶ τῷ Βανδίλους νενικηκέναι, ταύτης ἔτι ἐχόμενος, ἐπειδὴ παρεστήσατο Σικελίαν ὅλην, τῇ τῆς ὑπατείας ὑστάτῃ ἡμέρᾳ ἐς τὰς Συρακούσας εἰσήλασε, πρός τε τοῦ στρατοπέδου καὶ Σικελιωτῶν κροτούμενος ἐς τὰ μάλιστα καὶ νόμισμα χρυσοῦ ῥίπτων ἅπασιν.

盖因他因战胜汪达尔人而获得了执政官的显位,在此任期尚未届满之际,他平定了全西西里,并在其执政官任期的最后一天入驻叙拉古,受到全军与西西里居民的竭诚欢呼赞颂,并向众人遍洒金币。

§5.5.19

οὐκ ἐξεπίτηδες μέντοι αὐτῷ πεποίηται τοῦτο, ἀλλά τις τῷ ἀνθρώπῳ ξυνέβη τύχη πᾶσαν ἀνασωσαμένῳ τὴν νῆσον Ῥωμαίοις ἐκείνῃ τῇ ἡμέρᾳ ἐς τὰς Συρακούσας ἐσεληλακέναι, τήν τε τῶν ὑπάτων ἀρχήν, οὐχ ᾗπερ εἰώθει ἐν τῷ Βυζαντίου βουλευτηρίῳ, ἀλλ’ ἐνταῦθα καταθεμένῳ ἐξ ὑπάτων γενέσθαι.6 Βελισαρίῳ μὲν οὖν οὕτω δὴ εὐημερῆσαι ξυνέτυχεν.

然而这并非他刻意为之,而是命运恰巧降临于此人:他在为罗马人收复全岛后,于那一天进入叙拉古,且未依照惯例在拜占庭的元老院议事堂,而是在该地卸下执政官职位成为前任执政官。贝利撒留便如此恰逢鸿运。

语法注6 条
  1. 5.5.1Βελισάριον ηὐδοκιμηκέναι κατὰ Γελίμερός τε καὶ Βανδίλων τετύχηκε

    动词 τυγχάνω 通常支配主格分词充当主语补足语,但此处用作非人称动词,并支配“宾格加不定式”结构(Βελισάριον ηὐδοκιμηκέναι)。这是普罗柯比模仿古典阿提卡散文的拟古句法。

  2. 5.5.3ἄγχιστα Μήδων

    最高级副词 ἄγχιστα(最近地)在此充当虚词/前置词使用,支配属格 Μήδων,意为“紧邻米底亚人的”。

  3. 5.5.6ἐς Καρχηδόνα μὲν τῷ λόγῳ στέλλεσθαι, ἐπειδὰν δὲ ἐς Σικελίαν ἀφίκωνται, ὡς δὴ κατὰ χρείαν τινὰ ἐνταῦθα ἀποβάντας πειρᾶσθαι τῆς νήσου

    由主句动词 ἐπέστελλεν(下令)引出的间接命令句,并列了两个不定式 στέλλεσθαι 与 πειρᾶσθαι。在后半句中,宾格分词 ἀποβάντας 与不定式 πειρᾶσθαι 的逻辑主语(贝利撒留及其军队)在格上一致,越过了由 ἐπειδὰν ... ἀφίκωνται 构成的时间从句。

  4. 5.5.8οὐχ ὅσον

    固定习语 οὐχ ὅσον ... ἀλλὰ καί,相当于古典希腊语的 οὐχ ὅπως 或 οὐ μόνον(“不仅不……反而……”)。在此与后文的否定词 οὐδαμῆ 结合,意为“不仅绝无归还之意,更……”。

  5. 5.5.15ἄκρων ἱστῶν

    属格 ἄκρων ἱστῶν 表分离或悬挂的依托点,受复合动词 ἀπεκρέμασεν 支配,意为“从桅杆顶端(悬挂下来)”。

  6. 5.5.19καταθεμένῳ ἐξ ὑπάτων γενέσθαι

    与格分词 καταθεμένῳ(卸任之后)与前文的 τῷ ἀνθρώπῳ 保持格的一致,受动词 ξυνέβη 支配。短语 ἐξ ὑπάτων γενέσθαι 则是拉丁语行政术语 ex consule fieri(成为前任执政官)的直译借用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.5.1-5.5.19