← 普罗科皮乌斯

战史

§5.4.15-5.4.31

阿玛拉逊莎遇害与彼得宣告开战

狄奥达特将阿玛拉逊莎囚于湖中要塞并遣使向皇帝开脱,但怀恨在心的哥特人亲属最终在其应允下杀害了阿玛拉逊莎,罗马使节彼得遂向其宣告决绝的战争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.15

ἐνταῦθα Θευδάτος τὴν Ἀμαλασοῦνθαν καθείρξας ἐτήρει. δείσας δέ, ὅπερ ἐγένετο, μὴ βασιλεῖ ἀπ’ αὐτοῦ προσκεκρουκὼς εἴη,1 ἄνδρας ἐκ τῆς Ῥωμαίων βουλῆς Λιβέριόν τε καὶ Ὀπιλίωνα στείλας σὺν ἑτέροις τισί, παραιτεῖσθαι πάσῃ δυνάμει βασιλέα ἐπήγγελλεν, ἰσχυριζομένους μηδὲν πρὸς αὐτοῦ ἄχαρι τῇ Ἀμαλασούνθῃ ξυμβῆναι, καίπερ ἐς αὐτὸν ἀνήκεστα δεινὰ εἰργασμένῃ τὰ πρότερα.

狄奥达特将阿玛拉逊莎囚禁在该处并加以监视。由于担忧自己由此惹怒皇帝——事实果真如此——他便派遣罗马元老院议员利贝里乌斯和奥皮利奥连同其他数人前往,指示他们竭尽全力安抚皇帝,坚称阿玛拉逊莎绝未遭受他任何不公的处置,尽管她先前曾对他施加无可挽回的暴行。

§5.4.16

καὶ κατὰ ταῦτα αὐτός τε βασιλεῖ ἔγραψε καὶ τὴν Ἀμαλασοῦνθαν οὔτι ἑκουσίαν ἠνάγκασε γράψαι.

依循这些言辞,他不仅亲自致信皇帝,还强迫阿玛拉逊莎写信,尽管她全然出于非自愿。

§5.4.17

Ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. Πέτρος δὲ ἤδη ἐπὶ πρεσβείᾳ ἐστέλλετο προειρημένον αὐτῷ πρὸς τοῦ βασιλέως2 ἐντυχεῖν μὲν κρύφα τῶν ἄλλων ἁπάντων Θευδάτῳ καὶ ὅρκῳ τὰ πιστὰ παρεχομένῳ ὡς οὐδὲν ἂν τῶν πρασσομένων ἔκπυστον γένοιτο, οὕτω τε τὰ ἀμφὶ Τουσκίαν ἐν τῷ ἀσφαλεῖ πρὸς αὐτὸν θέσθαι, καὶ Ἀμαλασούνθῃ ξυγγενόμενον λάθρα ξυμπάσης πέρι Ἰταλίας διοικήσασθαι, ὅπη ἑκατέρῳ ξυνοίσειν μέλλει.

这些事态便如此推移。另一方面,彼得已作为使节被派出,皇帝预先指示他避开所有其他人,秘密会晤狄奥达特,并在以誓言保证绝不泄露所行诸事之后,与他妥善商定关于图斯卡尼的诸事,并且秘密接见阿玛拉逊莎,以最有利于双方的方式处置整个意大利的事务。

§5.4.19

ἐς δὲ τὸ ἐμφανὲς ὑπέρ τε τοῦ Λιλυβαίου καὶ τῶν ἄλλων ὧν ἔναγχος ἐμνήσθην πρεσβεύσων ᾔει. οὔπω γάρ τι περὶ τῆς Ἀταλαρίχου τελευτῆς ἢ τῆς Θευδάτου ἀρχῆς ἢ τῶν Ἀμαλασούνθῃ ξυμπεπτωκότων βασιλεὺς ἠκηκόει.

在明面上,他则是为了利利巴厄姆以及我前不久提及的其他诸事出使;盖因皇帝尚未听说任何关于阿塔拉里克之死、狄奥达特之执政或阿玛拉逊莎所遭变故的消息。

§5.4.20

Πέτρος δὲ ὁδῷ πορευόμενος πρῶτον μὲν τοῖς Ἀμαλασούνθης πρέσβεσι ξυγγενόμενος τὰ ἀμφὶ τῇ Θευδάτου ἀρχῇ ἔμαθε· γενόμενος δὲ ὀλίγῳ ὕστερον ἐν πόλει Αὐλῶνι, ἣ πρὸς κόλπῳ τῷ Ἰονίῳ κεῖται, ἐνταῦθά τε τοῖς ἀμφὶ Λιβέριόν τε καὶ Ὀπιλίωνα ἐντυχὼν τὰ ξυμπεσόντα ξύμπαντα ἔγνω, ἔς τε βασιλέα ταῦτα ἀνενεγκὼν αὐτοῦ ἔμεινεν.

彼得在途中前行时,起初遇到了阿玛拉逊莎的使节们,获悉了有关狄奥达特执政的情况;不久之后,他抵达坐落于伊奥尼亚湾畔的奥隆城,在该处会见了利贝里乌斯与奥皮利奥一行,得知了所发生的一切变故,他将这些情况呈报皇帝后便滞留在该地。

§5.4.22

Ἐπεὶ δὲ ταῦτα Ἰουστινιανὸς βασιλεὺς ἤκουσε, Γότθους τε καὶ Θευδάτον ξυνταράξαι διανοούμενος, πρὸς μὲν Ἀμαλασοῦνθαν γράμματα ἔγραφε, δηλοῦντα ὅτι αὐτῆς ὡς ἔνι μάλιστα μεταποιεῖσθαι ἐν σπουδῇ ἔχοι· τῷ δὲ Πέτρῳ ἐπέστελλε ταῦτα μηδαμῆ ἀποκρύψασθαι, ἀλλ’ αὐτῷ τε Θευδάτῳ φανερὰ καὶ Γότθοις ἅπασι καταστήσασθαι.

查士丁尼皇帝闻讯后,意欲使哥特人与狄奥达特陷入混乱,一方面致信阿玛拉逊莎,声明自己正竭力关照并维护她的权益;另一方面则指示彼得绝不可隐瞒这些事,务必向狄奥达特本人以及全体哥特人完全挑明。

§5.4.23

πρέσβεων δὲ τῶν ἐξ Ἰταλίας οἱ μὲν ἄλλοι, ἐπειδὴ ἐς Βυζάντιον ἐκομίσθησαν, τὸν πάντα λόγον βασιλεῖ ἤγγειλαν, καὶ πάντων μάλιστα Λιβέριος· ἦν γὰρ ὁ ἀνὴρ καλός τε καὶ ἀγαθὸς διαφερόντως, λόγου τε τοῦ ἀληθοῦς ἐπιμελεῖσθαι ἐξεπιστάμενος· Ὀπιλίων δὲ μόνος ἐνδελεχέστατα ἰσχυρίζετο μηδὲν ἐς Ἀμαλασοῦνθαν ἁμαρτεῖν Θευδάτον. Πέτρου δὲ ἀφικομένου ἐς Ἰταλίαν Ἀμαλασούνθῃ ξυνέβη ἐξ ἀνθρώπων ἀφανισθῆναι.

在来自意大利的使节中,其他人抵达拜占庭之后,便向皇帝如实禀报了全部原委,其中尤以利贝里乌斯最为详尽;因为此人极为正直高洁,深知秉持真理的可贵;唯有奥皮利奥极顽固地坚称狄奥达特未曾对阿玛拉逊莎犯下任何过错。然而,正当彼得抵达意大利时,阿玛拉逊莎竟遭逢了离世的厄运。

§5.4.26

Γότθων γὰρ συγγενεῖς τῶν ὑπ’ ἐκείνης ἀνῃρημένων Θευδάτῳ προσελθόντες οὔτε αὐτῷ οὔτε σφίσι τὸν βίον ἐν τῷ ἀσφαλεῖ ἰσχυρίζοντο εἶναι, ἤν γε μὴ αὐτοῖς Ἀμαλασοῦνθα ὅτι τάχιστα ἐκποδὼν γένηται.

盖因那些被她处死的哥特人的亲属前往狄奥达特处,坚称若不尽快除掉阿玛拉逊莎,无论是他自己还是他们的性命皆无安全可言。

§5.4.27

ξυγχωροῦντός τε αὐτοῖς, ἐν τῇ νήσῳ γενόμενοι τὴν Ἀμαλασοῦνθαν εὐθὺς ἔκτειναν.

当他向他们妥协之后,他们便登上该岛,立时杀害了阿玛拉逊莎。

§5.4.28

ὅπερ Ἰταλιώτας τε ὑπερφυῶς ἅπαντας καὶ Γότθους τοὺς ἄλλους ἠνίασεν. ἀρετῆς γὰρ πάσης ἡ γυνὴ ἰσχυρότατα ἐπεμελεῖτο, ὅπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται. Πέτρος μὲν οὖν Θευδάτῳ ἄντικρυς ἐμαρτύρετο καὶ Γότθοις τοῖς ἄλλοις ὅτι δὴ αὐτοῖς τοῦ δεινοῦ τούτου ἐξειργασμένου ἄσπονδος βασιλεῖ τε καὶ σφίσιν ὁ πόλεμος ἔσται.3

此事令所有的意大利人以及其余的哥特人尽皆悲痛欲绝;因为正如我前不久所言,这位妇人对诸般美德向来严谨践行。于是彼得向狄奥达特以及其余哥特人当面宣告:由于他们铸成了此等惨无人道的罪行,皇帝与他们之间必将爆发势不两立的战争。

§5.4.31

Θευδάτος δὲ ὑπὸ ἀβελτερίας τοὺς Ἀμαλασούνθης φονεῖς ἐν τιμῇ τε καὶ σπουδῇ ἔχων, Πέτρον τε καὶ βασιλέα πείθειν ἤθελεν ὡς αὐτοῦ οὐδαμῆ ἐπαινοῦντος, ἀλλ’ ὡς μάλιστα ἀκουσίου,4 Γότθοις ἐργασθείη τὸ μίασμα τοῦτο.

然而狄奥达特出于愚昧,一方面对杀害阿玛拉逊莎的凶手恩宠有加并予以重用,另一方面却妄图使彼得与皇帝相信,这一滔天罪行绝非出自他的赞同,而完全是在违背其意愿的情况下由哥特人擅自所为。

语法注4 条
  1. 5.4.15δείσας δέ, ὅπερ ἐγένετο, μὴ βασιλεῖ ἀπ’ αὐτοῦ προσκεκρουκὼς εἴη

    惧怕动词(δείσας)后接由 μή 引导的惧怕从句,谓语采用了由完成时分词与联结动词祈愿式构成的迂回式完成时祈愿式(προσκεκρουκὼς εἴη),表达过去视角下对已然形成的状态的担忧(“可能已触怒了皇帝”)。插入句 ὅπερ ἐγένετο(“正如事实所发生的那样”)是对该担忧已成事实的补充说明。

  2. 5.4.17προειρημένον αὐτῷ πρὸς τοῦ βασιλέως

    此处为非人称动词被动语态中性单数分词构成的独立对格(accusativus absolutus)。其逻辑主语由后随的几个不定式短语(ἐντυχεῖν... θέσθαι... διοικήσασθαι)充当,意为“皇帝已预先向他指示要会晤……”。

  3. 5.4.30ὅτι δὴ αὐτοῖς τοῦ δεινοῦ τούτου ἐξειργασμένου ἄσπονδος βασιλεῖ τε καὶ σφίσιν ὁ πόλεμος ἔσται

    短语 τοῦ δεινοῦ τούτου ἐξειργασμένου 构成了属格独立结构(“此等凶行既已被铸成”),而 αὐτοῖς 则宜理解为依附于完成时被动分词 ἐξειργασμένου 的动作主体与格(dativus auctoris),意即“被他们所铸成”。

  4. 5.4.31αὐτοῦ οὐδαμῆ ἐπαινοῦντος, ἀλλ’ ὡς μάλιστα ἀκουσίου

    属格独立结构中,现在时分词 ἐπαινοῦντος 与形容词 ἀκουσίου 借由连词 ἀλλ’ 并列。形容词 ἀκούσιος 省略了联系分词 ὄντος,同样参与构成属格独立结构,表达“他全然未曾赞同、反倒完全出于违背其本意”的状语意义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.4.15-5.4.31