← 普罗科皮乌斯

战史

§5.4.1-5.4.14

狄奥达特即位与阿玛拉逊莎被幽禁

阿玛拉逊莎曾强令狄奥达特退还其侵占的产业;但在阿塔拉里克病逝后,她企图与之和解,通过严誓立其为共治者。狄奥达特即位后背信弃义,杀害她的党羽,并将其幽禁于博尔塞纳湖中的要塞岛屿上。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.1

Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο τῇδε, ἐν τούτῳ Θευδάτον Τοῦσκοι πολλοὶ Ἀμαλασούνθῃ διέβαλον βιάσασθαι ἅπαντας τοὺς ταύτῃ ἀνθρώπους καὶ τοὺς ἀγροὺς ἀφελέσθαι οὐδενὶ λόγῳ, τούς τε ἄλλους ἅπαντας καὶ οὐχ ἥκιστά γε τὴν βασίλειον οἰκίαν αὐτήν, ἣν δὴ πατριμώνιον Ῥωμαῖοι καλεῖν νενομίκασι.

正在诸事如此进展之际,许多图斯卡尼人向阿玛拉逊莎控告狄奥达特,称他对当地所有民众施暴,无端强占他们的田庄,这不仅波及所有其他人,更尤甚于皇室自身的产业——罗马人素来称之为世袭领地。

§5.4.2

διὸ δὴ ἐς τὰς εὐθύνας καλέσασα Θευδάτον ἡ γυνὴ διαρρήδην τε πρὸς τῶν διαβαλόντων ἐληλεγμένον ἀποτιννύναι πάντα ἠνάγκασεν ἅπερ οὐ δέον ἀφείλετο, οὕτω τε αὐτὸν ἀπεπέμψατο.

于是,这位妇人传唤狄奥达特前来进行账目查核;在原告们确凿地证实其罪行之后,她强令他如数退还一切非分夺取的财物,这才将他遣退。

§5.4.3

καὶ ἀπ’ αὐτοῦ ἐς ἄγαν τῷ ἀνθρώπῳ προσκεκρουκυῖα διάφορος τὸ λοιπὸν ἐγεγόνει ἀνιωμένῳ ὑπὸ φιλοχρηματίας ὡς μάλιστα, ὅτι διαμαρτάνειν τε καὶ βιάζεσθαι ἀδύνατος ἦν.

自此以后,她与这人便结下了深仇大恨;而他被贪财之心折磨得痛苦万分,更为自己无法继续作恶和施暴而极度恼恨。

§5.4.4

Ὑπὸ τὸν χρόνον τοῦτον Ἀταλάριχος μὲν τῇ νόσῳ καταμαρανθεὶς ἐτελεύτησεν, ὀκτὼ τῇ ἀρχῇ ἐπιβιοὺς ἔτη. Ἀμαλασοῦνθα δὲ ʽχρῆν γάρ οἱ γενέσθαι κακῶσ̓1 ἐν οὐδενὶ λόγῳ φύσιν τὴν Θευδάτου ποιησαμένη καὶ ὅσα αὐτὸν ἔναγχος δράσειεν, οὐδὲν πείσεσθαι ἄχαρι πρὸς αὐτοῦ ὑπετόπησεν, ἤν τι τὸν ἄνθρωπον ἀγαθὸν ἐργάσηται μεῖζον.

就在此时,阿塔拉里克因久病耗尽元气而离世,在位历时八年。然而阿玛拉逊莎——盖因厄运注定要降临在她头上——对狄奥达特的天性以及自己不久前对他所做的一切浑然不以为意,竟妄自揣度,若施以这人更大的恩惠,便绝不至遭受他的加害。

§5.4.5

μεταπεμψαμένη τοίνυν αὐτόν, ἐπειδὴ ἧκε, τιθασσεύουσα ἔφασκε χρόνου ἐξεπίστασθαι ὥς οἱ ὁ παῖς ἐπίδοξος εἴη ὅτι δὴ ὀλίγῳ ὕστερον τελευτήσειε· τῶν τε γὰρ ἰατρῶν πάντων ταὐτὰ γινωσκόντων ἀκηκοέναι καὶ αὐτὴ τοῦ Ἀταλαρίχου σώματος ἀεὶ μαραινομένου ᾐσθῆσθαι.

于是她差人将他召来;待他抵达后,她便以安抚的口吻对他说,她早已深知儿子不久于人世,因为她不仅听闻所有医师皆持同一见解,自己亦察觉到阿塔拉里克的躯体日渐消瘦。

§5.4.6

ἐπεί τε ἀμφὶ αὐτῷ Θευδάτῳ ἑώρα Γότθους τε καὶ Ἰταλιώτας δόξαν οὐκ ἀγαθήν τινα ἔχοντας, ἐς ὃν περιεστήκει τὸ Θευδερίχου γένος, τούτου δὴ αὐτὸν διακαθᾶραι τοῦ αἰσχροῦ ὀνόματος ἐν σπουδῇ οἱ γενέσθαι, ὅπως μή τι αὐτῷ καλουμένῳ ἐς τὴν βασιλείαν ἐμπόδιον εἴη.

又因她目睹哥特人与意大利人对狄奥达特本人的风评甚差,而狄奥多里克的家族血脉如今已归落于他一人之身,故而她才切切致力于为他洗刷这一不光彩的恶名,以免在他受邀即位时遭遇任何阻碍。

§5.4.7

ἅμα δὲ καὶ τὸ δίκαιον αὐτὴν ξυνταράξαι,2 εἴ γε περισταίη τοῖς ἠδικῆσθαι πρὸς αὐτοῦ ἤδη αἰτιωμένοις οὐκ ἔχειν μὲν ὅτῳ τὰ ξυμπεσόντα σφίσιν ἀγγείλωσι, δεσπότην δὲ τὸν δυσμενῆ ἔχειν.

同时她又表示,倘若那些早已控告遭受其侵害之人陷入无处诉说冤情、反倒要将昔日的仇敌奉为主人的境地,正义〔的考量〕亦令她深感不安。

§5.4.8

διὰ ταῦτα μὲν αὐτόν, οὕτω καθαρὸν γεγενημένον, ἐς τὴν βασιλείαν παρακαλεῖν· δεῖν δὲ αὐτὸν ὅρκοις δεινοτάτοις καταληφθῆναι ὡς ἐς Θευδάτον μὲν τὸ τῆς ἀρχῆς ὄνομα ἄγοιτο, αὐτὴ δὲ τῷ ἔργῳ τὸ κράτος οὐκ ἔλασσον ἢ πρότερον ἔχοι.

正是出于这些缘由,她才邀请如今已洗脱污名的他登临王位;但他必须立下极其严酷的誓言:王权的虚名归于狄奥达特,而实权则仍由她本人一如既往地完全掌握。

§5.4.9

ταῦτα ἐπεὶ Θευδάτος ἤκουσεν, ἅπαντα ὅσα ἦν βουλομένῃ Ἀμαλασούνθῃ ὀμωμοκώς, ἐπὶ λόγῳ τῷ πονηρῷ3 ὡμολόγησεν, ἐν μνήμῃ ἔχων ὅσα δὴ ἐκείνη πρότερον ἐς αὐτὸν εἰργασμένη ἐτύγχανεν.

狄奥达特听闻此言,立下了阿玛拉逊莎所期盼的一切誓言,心怀叵测地应允下来,暗地里却铭记着她此前对他施加的种种处分。

§5.4.10

οὕτω μὲν Ἀμαλασοῦνθα πρός τε γνώμης τῆς οἰκείας καὶ τῶν Θευδάτῳ ὀμωμοσμένων ἀπατηθεῖσα, ἐπὶ τῆς ἀρχῆς αὐτὸν κατεστήσατο.

阿玛拉逊莎就这样受了自己的主观判断与狄奥达特所立誓言的蒙蔽,将他扶上了统治之位。

§5.4.11

πρέσβεις τε πέμψασα ἐς Βυζάντιον ἄνδρας Γότθους Ἰουστινιανῷ βασιλεῖ ταῦτα ἐδήλου.

随后,她派遣哥特人使节前往拜占庭,将这些变故呈报给查士丁尼皇帝。

§5.4.12

Θευδάτος δὲ τὴν ἡγεμονίαν παραλαβών, πάντα οἱ τἀναντία ὧν ἐκείνη τε ἤλπισε καὶ αὐτὸς ὑπέσχετο ἔπρασσε.

然而狄奥达特大权在握之后,其行径却与她的期望以及他本人的诺言全盘背道而驰。

§5.4.13

καὶ Γότθων τῶν πρὸς αὐτῆς ἀνῃρημένων τοὺς ξυγγενεῖς ἐπαγαγόμενος, πολλούς τε καὶ λίαν λογίμους ἐν Γότθοις ὄντας, τῶν τε Ἀμαλασούνθῃ προσηκόντων ἐκ τοῦ αἰφνιδίου τινὰς ἔκτεινε καὶ αὐτὴν ἐν φυλακῇ ἔσχεν, οὔπω τῶν πρέσβεων ἐς Βυζάντιον ἀφικομένων.

他拉拢了此前被阿玛拉逊莎处死的那些哥特人的亲属——这些人数量众多,在哥特人中地位极显赫——并猝然杀害了阿玛拉逊莎的若干近亲,更在使节们尚未抵达拜占庭之前,便将她囚禁了起来。

§5.4.14

ἔστι δέ τις λίμνη ἐν Τούσκοις, Βουλσίνη καλουμένη, ἧς δὴ ἐντὸς νῆσος ἀνέχει, βραχεῖα μὲν κομιδῆ οὖσα, φρούριον δὲ ἐχυρὸν ἔχουσα.

在图斯卡尼境内有一座名为博尔塞纳的湖泊,湖中兀立着一座极小但建有坚固要塞的岛屿。

语法注3 条
  1. 5.4.4χρῆν γάρ οἱ γενέσθαι κακῶς

    由非人称动词 χρῆν(未完成过去时)搭配与格代词 οἱ(指阿玛拉逊莎)、不定式 γενέσθαι 及副词 κακῶς 构成的插入句,意为“盖因厄运注定要降临在她头上”,是普罗柯比史著中揭示人物悲剧命运的典型定式表达。

  2. 5.4.7ἅμα δὲ καὶ τὸ δίκαιον αὐτὴν ξυνταράξαι

    间接引语中从属于主句动词 ἔφασκε 的“宾格加不定式”结构。宾格 τὸ δίκαιον 作及物主动不定式 ξυνταράξαι(“使……深感不安/困扰”)的意义主语,宾格 αὐτήν(指阿玛拉逊莎本人)则作其直接宾语。随后的 εἴ γε περισταίη... 引导的希求法从句则具体交代了引发这一担忧的假设情境。

  3. 5.4.9ἐπὶ λόγῳ τῷ πονηρῷ

    介词 ἐπί 接与格,表示行为背后的“意图、心机或前提”(“怀着险恶的意图/包藏祸心地”)。此处生动地勾勒出狄奥达特表面顺从发誓(ἅπαντα...ὀμωμοκώς)而内心深怀怨恨(ἐν μνήμῃ ἔχων...)的虚伪反差。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.4.1-5.4.14