← 普罗科皮乌斯

战史

§5.3.16-5.3.30

阿玛拉逊莎的密约与彼得奉使意大利

面对查士丁尼指责的国书,阿玛拉逊莎在公开抗辩的同时密允献出全意大利;查士丁尼听取使节回报后,派修辞家彼得前往意大利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3.16

ἅπερ Ἀμαλασούνθῃ ἐπικαλῶν γράμματά τε γράψας τὸν Ἀλέξανδρον ἔπεμψεν. Ὃς ἐπειδὴ ἐν Ῥώμῃ ἐγένετο, τοὺς μὲν ἱερεῖς αὐτοῦ εἴασε πράσσοντας ὧν ἕνεκα ἦλθον, ἐς δὲ Ῥάβενναν αὐτὸς κομισθεὶς καὶ Ἀμαλασούνθῃ ἐς ὄψιν ἥκων, τούς τε βασιλέως λόγους ἀπήγγειλε λάθρα καὶ τὰ γράμματα ἐς τὸ ἐμφανὲς ἐνεχείρισεν.

皇帝便以这些事由问责阿玛拉逊莎,并修书一封派遣亚历山大前往。亚历山大抵达罗马后,便让教士们留在此地料理他们来访的事务,自己则前往拉文纳;在觐见阿玛拉逊莎时,他暗中转达了皇帝的口信,并公开呈递了国书。

§5.3.17

ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Τὸ ἐν Λιλυβαίῳ φρούριον, ἡμέτερον ὄν, βίᾳ λαβοῦσα ἔχεις, καὶ βαρβάρους δραπέτας ἐμοὺς γεγενημένους δεξαμένη ἀποδοῦναι οὔπω καὶ νῦν ἔγνωκας, ἀλλὰ καὶ Γρατιανὴν τὴν ἐμὴν τὰ ἀνήκεστα, οὐδέν σοι προσῆκον, εἰργάσω. ὅθεν ὥρα σοι ἐκλογίζεσθαι ποία ποτὲ τούτοις τελευτὴ γένοιτο.”

国书中言道:“莉莉拜乌姆的要塞本属于我国,你却以武力强占不还;且收留从我处出逃的蛮族逃兵,至今仍无归还之意;更有甚者,对属于我国的格拉提亚那城,在与你毫无干系的情况下,你竟施加了不可挽回的破坏。因此,你理当思量这一切究竟会导致何等结局。”

§5.3.19

ταῦτα ὡς ἀπενεχθέντα ἡ γυνὴ τὰ γράμματα ἀνελέξατο, ἀμείβεται τοῖσδε· “Βασιλέα μέγαν τε καὶ ἀρετῆς μεταποιούμενον, ὀρφανῷ παιδὶ καὶ ὡς ἥκιστα τῶν πρασσομένων ἐπαισθανομένῳ μᾶλλον ξυλλαβέσθαι εἰκὸς ἢ ἐξ οὐδεμιᾶς αἰτίας διάφορον εἶναι.

阿玛拉逊莎接呈并阅毕国书后,作答如下:“一位伟大且以美德自许的君主,理应援助一个对时局茫然无知的孤弱之童,而非无端与他交恶。

§5.3.20

ἀγὼν γάρ, ἢν μὴ ἐκ τοῦ ἀντιπάλου ξυσταίη, οὐδὲ τὴν νίκην εὐπρεπῆ φέρει.

因为一场抗争若非在势均力敌的对手之间展开,即便取胜亦难称光彩。

§5.3.21

σὺ δὲ τὸ Λιλύβαιον Ἀταλαρίχῳ ἐπανασείεις καὶ φυγάδας δέκα καὶ στρατιωτῶν ἐπὶ πολεμίους τοὺς σφετέρους ἰόντων ἁμαρτάδα ξυμπεσοῦσαν ἀγνοίᾳ τινὶ ἐς πόλιν φιλίαν.

然而您却为了一座莉莉拜乌姆、十名逃兵,以及士卒奔赴讨敌途中因无知而误犯友邻城市的过错,便向阿塔拉里克横加恫吓。

§5.3.22

μὴ δῆτα, μὴ σύ γε, ὦ βασιλεῦ, ἀλλ’ ἐνθυμοῦ μὲν ὡς, ἡνίκα ἐπὶ Βανδίλους ἐστράτευες, οὐχ ὅσον σοι ἐμποδὼν ἔστημεν, ἀλλὰ καὶ1 ὁδὸν ἐπὶ τοὺς πολεμίους καὶ ἀγορὰν τῶν ἀναγκαιοτάτων σὺν προθυμίᾳ πολλῇ ἔδομεν, ἄλλων τε καὶ ἵππων τοσούτων τὸ πλῆθος, ἀφ’ ὧν σοι ἡ τῶν ἐχθρῶν ἐπικράτησις μάλιστα γέγονε.

万万不可如此,陛下!请您回想:当年您出征汪达尔人时,我们不仅未曾对您稍加阻碍,反而满怀热忱地为贵军提供进讨敌军的通道与最必需物资的市集,尤以数量如此庞大的战马为甚——正是凭借这些,您才主要取得了战胜仇敌的伟业。

§5.3.23

καίτοι ξύμμαχος ἂν καὶ φίλος δικαίως καλοῖτο οὐχ ὃς ἂν τὴν ὁμαιχμίαν ἐς τοὺς πέλας προΐσχοιτο μόνον, ἀλλὰ καὶ ὃς ἄν τῳ ἐς πόλεμον ἕκαστον ὅτου ἂν δέοιτο ὑπουργῶν φαίνοιτο.

况且,称得上名正言顺的盟友与朋友之人,不仅在于向邻邦提议协同作战,更在于能在战事中随时襄助对方所需的一切物资。

§5.3.24

ἐκλογίζου δὲ ὡς τηνικαῦτα ὁ στόλος ὁ σὸς οὔτε ἀλλαχῆ ἐκ τοῦ πελάγους εἶχεν ὅτι μὴ Σικελίᾳ προσχεῖν2 οὔτε τῶν ἐνθένδε ὠνηθέντων χωρὶς εἰς Λιβύην ἰέναι.

请您再想想,当时您的舰队自公海驶来,除西西里外别无停靠之所,且若无从该处采购之物资,亦绝无可能开赴利比亚。

§5.3.25

ὥστε σοι τὸ τῆς νίκης κεφάλαιον ἐξ ἡμῶν ἐστιν· ὁ γὰρ τοῖς ἀπόροις τὴν λύσιν διδοὺς καὶ τὴν ἐντεῦθεν ἀπόβασιν φέρεσθαι δίκαιος.3

由此可见,您取胜的根本源头正在于我们;盖因替困境提供解决之道者,理当享有由此结出的善果。

§5.3.26

τί δὲ ἀνθρώπῳ ἥδιον ἂν ἐχθρῶν ἐπικρατήσεως, ὦ βασιλεῦ, γένοιτο; καὶ μὴν ἐλασσοῦσθαι οὐκ ἐν μετρίοις ἡμῖν ξυμβαίνει, οἵ γε οὐχὶ κατὰ τὸν τοῦ πολέμου νόμον τὸ τῶν λαφύρων νεμόμεθα μέρος.

陛下,对凡人而言,还有何事能比克敌制胜更令人欣慰?然而我们所遭受的亏损却绝非细微,因为我们甚至未能按照战争惯例分得战利品的一份。

§5.3.27

νῦν δὲ καὶ τὸ Σικελίας Λιλύβαιον, ἄνωθεν Γότθοις προσῆκον, ἀξιοῖς ἀφαιρεῖσθαι ἡμᾶς, πέτραν, ὦ βασιλεῦ, μίαν ὅσον οὐδὲ ἀργυρίου ἀξίαν, ἣν ἀνθυπουργεῖν σε Ἀταλαρίχῳ εἰκός γε ἦν,4 ἐν τοῖς ἀναγκαιοτάτοις ξυναραμένῳ, εἴπερ ἄνωθεν τῆς σῆς βασιλείας οὖσα ἐτύγχανε.” ταῦτα μὲν ἐκ τοῦ ἐμφανοῦς Ἀμαλασοῦνθα βασιλεῖ ἔγραψε· λάθρα δὲ αὐτῷ ξύμπασαν Ἰταλίαν ἐγχειριεῖν ὡμολόγησεν.

如今,您竟然还要剥夺属于西西里、自古即归哥特人所有的莉莉拜乌姆——陛下,那不过是一座微不足道、甚至不值分文的礁石!纵使其自古真属于您的帝国,为了报答在最为危急之时对您施以援手之阿塔拉里克,您给予他作为回赠亦本是顺理成章之事。” 阿玛拉逊莎在公开信函中如此回复皇帝;私下里却密允将整个意大利托付予他。

§5.3.29

οἱ δὲ πρέσβεις ἐς Βυζάντιον ἐπανήκοντες ἅπαντα Ἰουστινιανῷ βασιλεῖ ἤγγειλαν· Ἀλέξανδρος μὲν ἅπερ τῇ Ἀμαλασούνθῃ δοκοῦντα εἴη, Δημήτριος δὲ καὶ Ὑπάτιος ὅσα Θευδάτου λέγοντος ἤκουσαν, καὶ ὡς δυνάμει μεγάλῃ ἐν Τούσκοις ὁ Θευδάτος χρώμενος, χώρας τε ἐνταῦθα τῆς πολλῆς κύριος γεγονώς, πόνῳ ἂν οὐδενὶ τὰ ὡμολογημένα ἐπιτελεῖν οἷός τε εἴη.

使节们返回拜占庭后,将一切奏报查士丁尼皇帝:亚历山大禀报了阿玛拉逊莎的真实心意,德米特里乌斯与希帕提乌斯则汇报了亲耳听闻的狄奥达特之言,并指出狄奥达特在图斯卡尼坐拥极重权势,掌控当地泰半土地,定能毫不费力地履行所许诺之事。

§5.3.30

οἷς δὴ περιχαρὴς γεγονὼς βασιλεὺς Πέτρον, Ἰλλυριὸν γένος, ἐκ Θεσσαλονίκης ὁρμώμενον, ἐς τὴν Ἰταλίαν εὐθὺς ἔστελλεν, ἕνα μὲν ὄντα τῶν ἐν Βυζαντίῳ ῥητόρων, ἄλλως δὲ ξυνετόν τε καὶ πρᾷον καὶ ἐς τὸ πείθειν ἱκανῶς πεφυκότα.

皇帝闻讯大喜过望,当即派遣祖籍伊利里亚、来自萨洛尼卡的彼得赶赴意大利;彼得身为拜占庭的修辞家之一,此外亦为人睿智温和,天生极擅言辞说服。

语法注4 条
  1. 5.3.22οὐχ ὅσον σοι ἐμποδὼν ἔστημεν, ἀλλὰ καὶ

    短语 οὐχ ὅσον 为习惯用法,功能相当于 οὐχ ὅπως 或 οὐ μόνον οὐ,构成“不仅没有……反而……”的递进否定句式。它与后文的 ἀλλὰ καὶ 相呼应,引出既未阻碍进军、反而积极提供通道与补给的对比。

  2. 5.3.24οὔτε ἀλλαχῆ ἐκ τοῦ πελάγους εἶχεν ὅτι μὴ Σικελίᾳ προσχεῖν

    动词 εἶχεν 带不定式 προσχεῖν 表示具备手段或可能性(“得以停靠”)。结合否定词 οὔτε 以及表排除的 ὅτι μή(“除……之外”),构成强调的排他句式,意为“自大海驶来,除西西里外别无他处可供靠岸”。

  3. 5.3.25καὶ τὴν ἐντεῦθεν ἀπόβασιν φέρεσθαι δίκαιος

    此处为 δίκαιος + 不定式的人称构式(省略系动词 ἐστίν),以先行的分词短语 ὁ ... διδοὺς 作主语,意为“……者理应/有权获得……”。相比非人称结构 δίκαιόν ἐστι 加对格不定式,人称构式更为鲜明地以格言风格突出了困境解决者对胜利果实的合理诉求。

  4. 5.3.27ἣν ἀνθυπουργεῖν σε Ἀταλαρίχῳ εἰκός γε ἦν

    非人称未完成过去时短语 εἰκὸς ἦν 后接对格加不定式(σε ἀνθυπουργεῖν),并与接下来的条件从句(εἴπερ ... ἐτύγχανε)配合,表达一种未能实现的理所当然之情理(“纵使其……,由您作为回报赠予亦本是理所应当的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.3.16-5.3.30