← 普罗科皮乌斯

战史

§5.3.1-5.3.15

狄奥达特与阿玛拉逊莎对帝国的秘密交涉

正当狄奥达特密谋将图斯卡尼割让给查士丁尼之际,阿玛拉逊莎因阿塔拉里克病危而深陷危机,亦谋求让权自保,皇帝使节亚历山大遂被遣至当地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3.1

Ἦν δέ τις ἐν Γότθοις Θευδάτος ὄνομα, τῆς Θευδερίχου ἀδελφῆς Ἀμαλαφρίδης υἱός, πόρρω που ἤδη ἡλικίας ἥκων, λόγων μὲν Λατίνων μεταλαχὼν καὶ δογμάτων Πλατωνικῶν, πολέμων δὲ ἀμελετήτως παντάπασιν ἔχων, μακράν τε ἀπολελειμμένος τοῦ δραστηρίου, ἐς μέντοι φιλοχρηματίαν δαιμονίως ἐσπουδακώς.

在哥特人中有一人名叫狄奥达特,是狄奥多里克的姐姐阿玛拉弗丽达之子,已步入迟暮之年,虽涉猎拉丁文修辞与柏拉图学说,却对战事完全生疏,远离积极进取的实干,然而对聚敛钱财却嗜之若狂。

§5.3.2

οὗτος ὁ Θευδάτος πλείστων μὲν τῶν ἐν Τούσκοις χωρίων κύριος ἐγεγόνει, βιαζόμενος δὲ καὶ τὰ λειπόμενα τοὺς κεκτημένους ἀφαιρεῖσθαι ἐν σπουδῇ εἶχε. γείτονα γὰρ ἔχειν συμφορά τις Θευδάτῳ ἐδόκει εἶναι.

这位狄奥达特已成为图斯卡尼绝大部分庄园的领主,且正极力设法以暴力从所有者手中强夺其余地产。因为在狄奥达特看来,拥有邻人本身就是一种不幸。

§5.3.3

ταύτην αὐτῷ Ἀμαλασοῦνθα τὴν προθυμίαν ἀναστέλλειν ἠπείγετο, καὶ ἀπ’ αὐτοῦ ἤχθετό τε αὐτῇ ἐς ἀεὶ καὶ χαλεπῶς εἶχεν.

阿玛拉逊莎急欲抑制他的这一贪念,因此他始终怨恨她,怀有敌意。

§5.3.4

ἐβουλεύετο οὖν Ἰουστινιανῷ βασιλεῖ Τουσκίαν ἐνδοῦναι, ἐφ’ ᾧ χρήματά τε πολλὰ καὶ βουλῆς πρὸς αὐτοῦ ἀξίωμα κομισάμενος ἐν Βυζαντίῳ τὸ λοιπὸν διατρίβοι.

于是他谋划着将图斯基亚割让给查士丁尼皇帝,条件是换取巨额钱财以及皇帝赐予的元老阶位,从此在拜占庭安度余生。

§5.3.5

ταῦτα Θευδάτου βεβουλευμένου πρέσβεις ἐκ Βυζαντίου παρὰ τὸν Ῥώμης ἀρχιερέα ἧκον, ὅ τε τῆς Ἐφέσου ἱερεὺς Ὑπάτιος καὶ Δημήτριος ἐκ τῶν ἐν Μακεδόσι Φιλίππων, δόξης ἕνεκεν ἣν Χριστιανοὶ ἐν σφίσιν αὐτοῖς ἀντιλέγουσιν ἀμφιγνοοῦντες.

正当狄奥达特谋划此事之际,来自拜占庭的使节前往罗马教皇处,即以弗所的主教希帕提乌斯与马其顿腓立比的德米特里乌斯,其由头乃是基督徒内部各执一词、心存疑虑的某一教义争议。

§5.3.6

τὰ δὲ ἀντιλεγόμενα ἐγὼ ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι· ἀπονοίας γὰρ μανιώδους τινὸς ἡγοῦμαι εἶναι διερευνᾶσθαι τὴν τοῦ θεοῦ φύσιν, ὁποία ποτέ ἐστιν.

尽管我对那些争端洞若观火,却绝不愿提及;因为我认为,妄自穷究上帝的本质究竟为何,纯属一种疯狂的狂妄之举。

§5.3.7

ἀνθρώπῳ γὰρ οὐδὲ τὰ ἀνθρώπεια ἐς τὸ ἀκριβὲς οἶμαι καταληπτά, μή τί γε δὴ1 τὰ εἰς θεοῦ φύσιν ἥκοντα. ἐμοὶ μὲν οὖν ταῦτα ἀκινδύνως σεσιωπήσθω μόνῳ τῷ μὴ ἀπιστεῖσθαι τὰ τετιμημένα.2

盖因依我之见,人类对凡人自身之事尚且不能精确把握,又何谈关涉上帝本质之事。因此,但愿我能稳妥地对这些纷争保持缄默,仅仅为了使世代崇奉的信仰不至遭受怀疑。

§5.3.8

ἐγὼ γὰρ οὐκ ἂν οὐδὲν ἄλλο περὶ θεοῦ ὁτιοῦν εἴποιμι ἢ ὅτι ἀγαθός τε παντάπασιν εἴη καὶ ξύμπαντα ἐν τῇ ἐξουσίᾳ τῇ αὑτοῦ ἔχει.

因为关于上帝,除言及祂全然至善且将万物执掌于自身权能之下以外,我绝不妄言其他任何事情。

§5.3.9

λεγέτω δὲ ὥς πη ἕκαστος γινώσκειν ὑπὲρ αὐτῶν οἴεται, καὶ ἱερεὺς καὶ ἰδιώτης. Θευδάτος δὲ ξυγγενόμενος λάθρα τοῖς πρέσβεσι τούτοις ἀγγέλλειν ἐπέστελλεν Ἰουστινιανῷ βασιλεῖ ἅπερ αὐτῷ βεβουλευμένα εἴη, ἐξειπὼν ὅσα μοι ἄρτι δεδήλωται.

然而无论教士还是平民,且听任各人随其自以为掌握的认知去谈论。而狄奥达特暗中会晤这些使节,将我方才所叙述的一切全盘相告,嘱托他们将自己的谋划密奏查士丁尼皇帝。

§5.3.10

Ἐν τούτῳ δὲ Ἀταλάριχος ἐς κραιπάλην ἐμπεπτωκὼς ὅρον οὐκ ἔχουσαν νοσήματι μαρασμοῦ ἥλω.

与此同时,阿塔拉里克沉湎于毫无节制的纵欲,罹患了消耗性重疾。

§5.3.11

διὸ δὴ Ἀμαλασοῦνθα διηπορεῖτο· οὔτε γὰρ ἐπὶ τῇ τοῦ παιδὸς γνώμῃ τὸ θαρσεῖν εἶχεν, εἰς τοῦτο ἀτοπίας ἐληλακότος, ἤν τε αὐτὸς Ἀταλάριχος ἐξ ἀνθρώπων ἀφανίζηται, οὐκ ᾤετο αὐτῇ τὸν βίον ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν ἔσεσθαι, Γότθων τοῖς λογιμωτάτοις προσκεκρουκυίᾳ.

阿玛拉逊莎为此陷入极度窘迫之中:因为她既无法寄信任于儿子的心智,他已沦入如此乖张的地步;而一旦阿塔拉里克本人离世,她认为既然自己已触怒了哥特人中声望最高者,自己的生命此后将不再安全。

§5.3.12

διὸ δὴ τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος ἐνδιδόναι Ἰουστινιανῷ βασιλεῖ, ὅπως αὐτὴ σώζοιτο, ἤθελεν.

因此,为了使自己得以保全,她决意将哥特人与意大利人的统治权奉献给查士丁尼皇帝。

§5.3.13

ἐτύγχανε δὲ Ἀλέξανδρος, ἀνὴρ ἐκ βουλῆς, σύν τε Δημητρίῳ καὶ Ὑπατίῳ ἐνταῦθα ἥκων.

恰逢元老院议员亚历山大与德米特里乌斯、希帕提乌斯一同抵达当地。

§5.3.14

ἐπειδὴ γὰρ τὸ μὲν Ἀμαλασούνθης πλοῖον ἐν τῷ Ἐπιδάμνου λιμένι ὁρμίζεσθαι βασιλεὺς ἤκουσεν, αὐτὴν δὲ μέλλειν ἔτι, καίπερ χρόνου τριβέντος συχνοῦ, ἔπεμψε τὸν Ἀλέξανδρον, ἐφ’ ᾧ κατασκεψάμενος ἅπαντα τὰ ἀμφὶ τῇ Ἀμαλασούνθῃ ἀγγείλειε· τῷ δὲ λόγῳ πρεσβευτὴν τὸν Ἀλέξανδρον βασιλεὺς ἔπεμψε, τοῖς τε ἀμφὶ τῷ Λιλυβαίῳ ξυνταραχθεὶς (ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται) καὶ ὅτι Οὖννοι δέκα ἐκ τοῦ ἐν Λιβύῃ στρατοπέδου, δρασμοῦ ἐχόμενοι, ἐς Καμπανίαν ἀφίκοντο, Οὐλίαρίς τε αὐτούς, ὃς Νεάπολιν ἐφύλασσεν, Ἀμαλασούνθης οὔτι ἀκουσίου3 ὑπεδέξατο, Γότθοι τε Γήπαισι τοῖς ἀμφὶ Σίρμιον πολεμοῦντες, πόλει Γρατιανῇ, ἐν τῇ Ἰλλυριῶν ἐσχατιᾷ κειμένῃ, ὡς πολεμίᾳ ἐχρήσαντο.

原来,当皇帝获悉阿玛拉逊莎的船只已在埃皮达姆诺斯港锚泊,而她本人尽管耗费了许多时日却仍在迟延观望,便派遣亚历山大前去打探关于阿玛拉逊莎的一切虚实并向其汇报;但在名义上,皇帝派遣亚历山大作为使节,乃是因莉莉拜乌姆周围的变故(此皆已在我前文的记述中阐明)而感到震怒,并因从利比亚驻军逃跑叛变而抵达坎帕尼亚的十名匈人被驻守那不勒斯的乌利亚里斯在阿玛拉逊莎毫不反对的情形下予以收留,且因哥特人在西尔米乌姆一带攻打格皮德人时将位于伊利里亚边境的格拉提亚那城视同敌国加以处置。

语法注3 条
  1. 5.3.7μή τί γε δὴ

    用于对比语境中表示“更不用说……”、“何况……”的强意惯用语。此处承接前文人类甚至无法精确理解人自身之事(οὐδὲ τὰ ἀνθρώπεια... καταληπτά),从更有力的角度(a fortiori)进一步强调神圣本质的不可知性。

  2. 5.3.7μόνῳ τῷ μὴ ἀπιστεῖσθαι τὰ τετιμημένα

    带冠词不定词与格(τῷ μὴ ἀπιστεῖσθαι)与形容词 μόνῳ 连用,表达限制性条件或排他性动机(“仅仅为了不让……”)。被动不定词 ἀπιστεῖσθαι 的主语为 τὰ τετιμημένα(“受尊崇的传统或教义”),表示作者保持沉默纯粹是为了避免使既有的神圣信条遭受质疑。

  3. 5.3.15Ἀμαλασούνθης οὔτι ἀκουσίου

    省略了分词 οὔσης 的属格独立结构。形容词 ἀκούσιος(不情愿的)被强否定词 οὔτι 所修饰,通过低调陈述(litotes)表达强烈的肯定含义(“在阿玛拉逊莎绝非不情愿的情况下”,即“完全经由其同意与默许”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.3.1-5.3.15