- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.2.19-5.2.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿塔拉里克受不良同龄同伴蛊惑而堕落并违逆母亲,阿玛拉逊莎将三名罪魁祸首流放边陲并暗中向查士丁尼皇帝谋求避难,最终成功将其刺杀并巩固了自身统治。
τῶν τε γερόντων Ἀταλάριχον ἐκλελοιπότων παῖδες αὐτῷ τινες ξυνῆσαν κοινωνοὶ τῆς διαίτης ἐσόμενοι, οὔπω μὲν ἡβηκότες, χρόνῳ δὲ οὐ πολλῷ προτερεύοντες, οἵπερ αὐτόν, ἐπειδὴ τάχιστα ἐς ἥβην ἦλθεν, ἔς τε μέθην καὶ γυναικῶν μίξεις παρακαλοῦντες, κακοήθη τε διαφερόντως εἶναι καὶ τῇ μητρὶ ὑπὸ ἀβελτερίας ἀπειθέστερον κατεστήσαντο.
当长老们离开阿塔拉里克后,有若干同伴少年与他同居共处,他们尚未完全成年,年纪仅略长于他;他们在他刚一进入青年时期,便诱导他纵酒并沉湎女色,使他变得极其恶劣,且因愚昧而对母亲愈发悖逆。
ὥστε οὐδὲ μεταποιεῖσθαι αὐτῆς τὸ παράπαν ἠξίου,1 καίπερ τῶν βαρβάρων ἐκ τοῦ ἐμφανοῦς ἐπ’ αὐτὴν ἤδη ξυνισταμένων, οἵ γε καὶ τῶν βασιλείων ἀναχωρεῖν τὴν ἄνθρωπον ἀνέδην ἐκέλευον.
以至于他根本不屑去理会母亲,尽管蛮族人此时已公然联合起来反对她,甚至有人肆无忌惮地要求这个女人离开王宫。
Ἀμαλασοῦνθα δὲ οὔτε κατωρρώδησε τὴν τῶν Γότθων ἐπιβουλὴν οὔτε οἷα γυνὴ ἐμαλθακίσθη, ἀλλ’ ἔτι τὸ βασιλικὸν ἀξίωμα ἐνδεικνυμένη, τρεῖς ἀπολέξασα τοὺς ἐν τοῖς βαρβάροις λογιμωτάτους τε καὶ αὐτῇ αἰτιωτάτους τῆς στάσεως, ἐκέλευεν ἐς τὰς τῆς Ἰταλίας ἐσχατιὰς ἰέναι, οὐχ ἅμα μέντοι, ἀλλ’ ὡς πορρωτάτω ἀλλήλων· τῷ δὲ λόγῳ ἐστέλλοντο ἐφ’ ᾧ τὴν χώραν φυλάξωσιν2 ἐκ τῆς τῶν πολεμίων ἐφόδου.
然而阿玛拉逊莎既未在哥特人的图谋面前惊惶失措,亦未如妇道人家般软弱畏缩,反而依然展现出王者的尊严,挑选出蛮族中最显赫且对她而言叛乱罪责最重深的三人,命他们前往意大利的边陲之地,但非一同前往,而是彼此相距尽可能遥远;名义上派遣他们乃是以防范敌人进袭、保卫疆土为由。
ἀλλ’ οὐδέν τι ἧσσον οἱ ἄνδρες οὗτοι διά τε τῶν φίλων καὶ τῶν ξυγγενῶν ʽξυνῄεσαν γὰρ ἔτι καὶ μακρὰν ὁδὸν πορευόμενοι ἐς αὐτοὺς ἅπαντεσ̓ Ἀμαλασούνθῃ τὰ ἐς τὴν ἐπιβουλὴν ἐξηρτύοντο. Ἅπερ οὐκέτι φέρειν ἡ γυνὴ οἵα τε οὖσα ἐπενόει τοιάδε.
然而这些人丝毫未减其图谋,通过朋友和亲属——因为众人仍旧不远千里赶去与他们会合——紧锣密鼓地筹备着反对阿玛拉逊莎的阴谋。这位妇人再也无法容忍此等局势,便谋划了如下策略。
πέμψασα ἐς Βυζάντιον Ἰουστινιανοῦ βασιλέως ἀνεπυνθάνετο εἴπερ αὐτῷ βουλομένῳ εἴη3 Ἀμαλασοῦνθαν τὴν Θευδερίχου παρ’ αὐτὸν ἥκειν· βούλεσθαι γὰρ αὐτὴν ἐξ Ἰταλίας ἀπαλλάσσεσθαι ὅτι τάχιστα.
她派遣使节前往拜占庭,向查士丁尼皇帝探询,狄奥多里克之女阿玛拉逊莎前往他那里是否合乎皇帝心意;因为她希望尽快脱离意大利。
βασιλεὺς δὲ τῷ λόγῳ ἡσθεὶς ἐλθεῖν τε τὴν γυναῖκα ἐκέλευε καὶ τῶν Ἐπιδάμνου οἴκων τὸν κάλλιστον ἐν παρασκευῇ ἐπέστελλε γενέσθαι, ὅπως ἐπειδὰν Ἀμαλασοῦνθα ἐνταῦθα ἴοι, καταλύοι τε αὐτόσε καὶ χρόνον διατρίψασα ὅσον ἂν αὐτῇ βουλομένῃ εἴη, οὕτω δὴ κομίζηται ἐς Βυζάντιον.
皇帝闻讯大悦,命该妇人前来,并下令将埃皮达姆诺斯最华丽的府邸整备妥当,以便阿玛拉逊莎抵埠时下榻其间,并在盘桓随她心愿的时日之后,再行前往拜占庭。
ταῦτα ἐπεὶ Ἀμαλασοῦνθα ἔγνω, ἄνδρας ἀπολέξασα Γότθους, δραστηρίους τε καὶ αὐτῇ ἐς τὰ μάλιστα ἐπιτηδείους, ἔστελλεν ἐφ’ ᾧ τοὺς τρεῖς ἀποκτενοῦσιν ὧν ἄρτι ἐμνήσθην, ἅτε τῆς στάσεως αἰτιωτάτους αὐτῇ γενομένους.
阿玛拉逊莎得知此事后,挑选了数名干练且对她最为忠顺合用的哥特男子,派遣他们前去诛杀方才提及的三人,因他们正是反对她的叛乱罪魁祸首。
αὐτὴ δὲ ἄλλα τε χρήματα καὶ τετρακόσια Χρυσοῦ κεντηνάρια ἐν νηὶ μιᾷ ἐνθεμένη, ἐς ταύτην τε ἐμβιβάσασα τῶν οἱ πιστοτάτων τινάς, πλεῖν μὲν ἐκέλευσεν εἰς Ἐπίδαμνον, ἀφικομένους δὲ ὁρμίζεσθαι μὲν ἐν τῷ ταύτης λιμένι, τῶν δὲ φορτίων, ἕως αὐτὴ ἐπιστέλλοι, μηδ’ ὁτιοῦν ἐκφορεῖν τῆς νεώς. ἔπρασσε δὲ ταῦτα, ὅπως, ἢν μὲν ἀπολωλέναι τοὺς τρεῖς πύθηται, μένοι τε αὐτοῦ καὶ τὴν ναῦν μεταπέμποιτο, οὐδὲν ἔτι ἔχουσα πρὸς τῶν ἐχθρῶν δέος· ἢν δὲ αὐτῶν τινα περιεῖναι ξυμβαίνῃ, οὐδεμιᾶς οἱ ἀγαθῆς ἀπολελειμμένης ἐλπίδος, πλέοι τε κατὰ τάχος4 καὶ ἐς γῆν τὴν βασιλέως ξὺν τοῖς χρήμασι διασώζοιτο.
她自己则将其他财物与四百公担黄金装入一艘船中,并令其最为信任的数人登船,命其航往埃皮达姆诺斯,抵达后锚泊于该港,而在接到她的指令之前,船上的货物分毫不得卸下。 她之所以采取这一举措,是为了若探知那三人已死,便可安留原地并将船召回,对敌人再无后顾之忧;而若他们当中有人侥幸存活,既然她已无任何良望,便可急速扬帆,连同财宝逃入皇帝的疆土以求自保。
τοιαύτῃ μὲν γνώμῃ Ἀμαλασοῦνθα ἐς Ἐπίδαμνον τὴν ναῦν ἔπεμπε, καὶ ἐπεὶ ἀφίκετο ἐς τὸν Ἐπιδαμνίων λιμένα, οἱ τὰ χρήματα ἔχοντες τὰ ἐντεταλμένα ἐποίουν.
阿玛拉逊莎怀着这般意图将船派往埃皮达姆诺斯;当船抵达埃皮达姆诺斯人的港口后,掌管财物的人皆遵命行事。
ὀλίγῳ δὲ ὕστερον Ἀμαλασοῦνθα, τῶν φόνων οἱ ἐξειργασμένων ᾗπερ ἐβούλετο, τήν τε ναῦν μετεπέμπετο καὶ μένουσα ἐπὶ Ῥαβέννης τὴν ἀρχὴν ὡς ἀσφαλέστατα ἐκρατύνατο.
不久之后,刺杀之事正如她所愿达成,阿玛拉逊莎遂召回船只,留驻拉文纳,将自己的统治巩固得固若金汤。
- 5.2.20ὥστε οὐδὲ μεταποιεῖσθαι αὐτῆς τὸ παράπαν ἠξίου
由 ὥστε 引导的结果从句。中动态不定式 μεταποιεῖσθαι 支配属格补足语(αὐτῆς),在此表示“顾及”、“理会”或“放在心上”,表明阿塔拉里克完全无视并轻慢其母亲。
- 5.2.21ἐφ’ ᾧ τὴν χώραν φυλάξωσιν
固定搭配 ἐφ' ᾧ 后接虚拟式 φυλάξωσιν,表达条件或目的(“以保卫国土为条件/目的”),与前文的 τῷ λόγῳ(名义上)相呼应,构成被派遣的表面借口。
- 5.2.23εἴπερ αὐτῷ βουλομένῳ εἴη
由 εἴπερ 引导的间接疑问从句,因主句为过去时态而采用祈愿式 εἴη。代词与格 αὐτῷ 与分词 βουλομένῳ 结合为古典惯用句型(βουλομένῳ τινί ἐστι),意为“若是合乎其心意 / 若他愿意”。
- 5.2.27ὅπως, ἢν μὲν ἀπολωλέναι τοὺς τρεῖς πύθηται, μένοι τε αὐτοῦ καὶ τὴν ναῦν μεταπέμποιτο... ἢν δὲ αὐτῶν τινα περιεῖναι ξυμβαίνῃ... πλέοι τε κατὰ τάχος
由过去时主动词 ἔπρασσε 统辖的目的从句 ὅπως,其内部嵌套了两个并列的对比条件从句(ἢν μὲν... ἢν δὲ...)。目的从句的核心谓语(μένοι, μεταπέμποιτο, πλέοι)按过去时序列变为祈愿式,而条件从句内部仍保留了具有生动感的虚拟式(πύθηται, ξυμβαίνῃ)。
