- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.29.17-5.29.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在正面战场上,罗马军虽占优势却未深入追击;而在尼禄平原,出其不意的猛攻使哥特军溃退,但混入军中的乌合之众因争相劫掠而陷入混乱,最终遭哥特人反击击溃。
καὶ τὰ μὲν πρῶτα καθυπέρτερα ἦν τὰ Ῥωμαίων, οἵ τε βάρβαροι πρὸς τῶν τοξευμάτων συχνοὶ ἔπιπτον, δίωξις μέντοι αὐτῶν οὐδεμία ἐγίνετο.
起初罗马方面占了上风,蛮族在箭矢之下纷纷倒毙,然而对他们的追击却完全未曾展开。
ἅτε γὰρ ἐν πλήθει μεγάλῳ οἱ Γότθοι καθεστῶτες ῥᾷστα δὴ ἐς τῶν διαφθειρομένων τὴν χώραν ἕτεροι ἵσταντο, αἴσθησίν τε οὐδεμίαν τῶν ἐν σφίσιν ἀπολλυμένων παρείχοντο. καὶ τοῖς Ῥωμαίοις ἱκανὸν ἐφαίνετο λίαν ὀλίγοις οὖσιν ἐς τόδε αὐτοῖς τὴν ἀγωνίαν ἀποκεκρίσθαι.1
盖因哥特人数量庞大,其他人极易填补倒下者的空缺,使己方伤亡显得毫无痕迹。而对人数极少的罗马人而言,战局能局限于此种程度,在他们看来已十分足够。
τήν τε μάχην ἄχρι ἐς τὰ τῶν ἐναντίων στρατόπεδα διενεγκοῦσιν ἐς μέσην ἡμέραν, καὶ πολλοὺς ἤδη διαφθείρασι τῶν πολεμίων βουλομένοις ἦν2 ἐς τὴν πόλιν ἐπανιέναι, ἤν τις αὐτοῖς γένηται σκῆψις.
况且他们已将战斗持续至正午、推进到敌军营寨,且已歼灭众多敌军,只要有一线借口,他们便巴不得撤回城内。
ἐν τούτῳ τῷ πόνῳ ἄνδρες Ῥωμαίων ἀγαθοὶ πάντων μάλιστα ἐγένοντο τρεῖς, Ἀθηνόδωρός τε, ἀνὴρ Ἴσαυρος, ἐν τοῖς Βελισαρίου δορυφόροις εὐδόκιμος, καὶ Θεοδωρίσκος τε καὶ Γεώργιος, Μαρτίνου δορυφόροι, Καππαδόκαι γένος. ἀεὶ γὰρ τοῦ τῆς φάλαγγος ἐξιόντες μετώπου δόρασι διειργάζοντο τῶν βαρβάρων πολλούς. ταῦτα μὲν ἐφέρετο τῇδε.
在此番激战中,罗马方面有三人最为英勇:伊苏里亚人雅典诺多鲁斯,乃是贝利撒留近卫亲兵中的佼佼者;以及塞奥多里斯库斯与乔治,二人皆为马提努斯的近卫,卡帕多细亚族人。他们屡屡冲出方阵前线,用长矛刺杀众多蛮族。此处的战况便是如此。
Ἐν δὲ Νέρωνος πεδίῳ χρόνον μὲν συχνὸν ἀντεκάθηντο ἑκάτεροι ἀλλήλοις, καὶ οἱ Μαυρούσιοι ἐπεκδρομάς τε ἀεὶ ποιούμενοι καὶ τὰ δοράτια ἐσακοντίζοντες τοὺς Γότθους ἐλύπουν.
而在尼禄平原上,双方在相当长的时间里互相对峙,摩尔人不断出击,掷出短矛侵扰哥特人。
ἐπεξιέναι γὰρ αὐτοῖς ἥκιστα ἤθελον, δεδιότες τοὺς ἐκ τοῦ Ῥωμαίων δήμου οὐκ ἄποθεν ὄντας, οὓς δὴ στρατιώτας τε ᾤοντο εἶναι καί τινα ἐνέδραν ἐς σφᾶς ποιουμένους ἡσυχῆ μένειν, ὅπως κατὰ νώτου ἰόντες ἀμφιβόλους τε ποιησάμενοι διαφθείρωσιν.
因哥特人极不愿主动出击迎战他们,深恐不远处的罗马民众;哥特人误以为这些人是真正的士兵,正静默伏击,企图绕至己方后背形成两面夹击并予以歼灭。
ἤδη δὲ τῆς ἡμέρας μεσούσης ὁρμᾷ μὲν τὸ Ῥωμαίων στράτευμα ἐκ τοῦ αἰφνιδίου ἐπὶ τοὺς πολεμίους, τρέπονται δὲ παρὰ δόξαν οἱ Γότθοι τῷ ἀπροσδοκήτῳ καταπλαγέντες.
及至正午时分,罗马军队突然向敌军发起猛攻,哥特人因这出其不意的打击而大为震惊,出人意料地溃败奔逃。
καὶ οὐδὲ ἐς τὸ χαράκωμα φυγεῖν ἴσχυσαν, ἀλλ’ ἐς τοὺς ἐκείνῃ λόφους ἀναβάντες ἡσύχαζον. οἱ δὲ Ῥωμαῖοι πολλοὶ μὲν ἦσαν, οὐ στρατιῶται δὲ πάντες, ἀλλ’ οἱ πλεῖστοι γυμνὸς ὅμιλος. ἅτε γὰρ τοῦ στρατηγοῦ ἑτέρωθι ὄντος πολλοὶ ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ναῦται καὶ οἰκέται τοῦ πολέμου μεταλαχεῖν ἐφιέμενοι ἀνεμίγνυντο τῷ ταύτῃ στρατῷ.
他们甚至无力逃回营垒,只得登上附近的丘陵静观其变。然而罗马人虽众,却并非尽为军人,大多数反倒是未着武装的乌合之众。盖因主帅在别处,罗马军营中的许多水手与仆役渴望参与战事,便混杂于此处的军队之中。
καὶ πλήθει μὲν τοὺς βαρβάρους ἐκπλήξαντες, ὥσπερ ἐρρήθη, ἐς φυγὴν ἔτρεψαν, ἀκοσμίᾳ δὲ τὰ Ῥωμαίων πράγματα ἔσφηλαν.
他们虽以人多势众震慑蛮族并如前所述将其击溃,却因毫无纪律而败坏了罗马人的战局。
ἐπιμιξίᾳ γὰρ τῇ ἐκείνων ἐς ἀταξίαν πολλὴν οἱ στρατιῶται ἐμπεπτωκότες, καίπερ σφίσι Βαλεντίνου πολλὰ ἐγκελευομένου, τῶν παραγγελλομένων ἥκιστα ἤκουον.
盖因士兵们与这些人混杂在一起陷入极大混乱,尽管瓦伦提努斯屡次向他们高声下令,他们却极少听从号令。
διόπερ οὐδὲ τοῖς φεύγουσιν ἐπισπόμενοί τινα ἔκτεινον, ἀλλ’ ἐν τοῖς λόφοις ἡσυχάζοντας ἀδεῶς τὰ ποιούμενα θεᾶσθαι ξυνεχώρησαν.
因此他们既未追击溃逃之敌加以斩杀,反而任由静处丘陵之上的敌人毫无顾忌地旁观眼前所发生的一切。
οὐδὲ τὴν ἐκείνῃ διελεῖν γέφυραν ἐν νῷ ἐποιήσαντο, ὅπως τὸ λοιπὸν ἡ πόλις μὴ ἑκατέρωθεν πολιορκοῖτο, τῶν βαρβάρων ἔτι ὑπὲρ ποταμὸν Τίβεριν ἐνστρατοπεδεύεσθαι οὐκ ἂν δυναμένων.3
他们亦未曾想过拆毁那里的桥梁,好让罗马城此后不再受到两面围困,因蛮族将再无法在台伯河彼岸扎营。
οὐ μὴν οὐδὲ τὴν γέφυραν διαβάντες κατὰ νώτου τῶν ἐναντίων ἐγένοντο οἳ τοῖς ἀμφὶ Βελισάριον ταύτῃ ἐμάχοντο. ὅπερ εἰ ἐγεγόνει, οὐκ ἂν ἔτι, οἶμαι, οἱ Γότθοι πρὸς ἀλκὴν ἔβλεπον, ἀλλ’ ἐς φυγὴν αὐτίκα μάλα ἐτράποντο, ὡς ἕκαστός πη ἐδύνατο.
更有甚者,他们亦未渡桥绕至正与贝利撒留所部交战的敌军后背。依我之见,此事若成,哥特人断不会再图抵抗,必会立即各自竭力奔逃。
νῦν δὲ καταλαβόντες τὸ τῶν πολεμίων χαράκωμα ἐς ἁρπαγὴν τῶν χρημάτων ἐτράποντο, καὶ πολλὰ μὲν ἐνθένδε ἀργυρώματα, πολλὰ δὲ ἄλλα χρήματα ἔφερον.
然而实际上他们却占领了敌营,转向劫掠财物,从那里搬走众多银器与大量其他财物。
οἱ δὲ βάρβαροι χρόνον μέν τινα θεώμενοι τὰ ποιούμενα ἡσύχαζόν τε καὶ αὐτοῦ ἔμενον, τέλος δὲ ξυμφρονήσαντες θυμῷ τε πολλῷ καὶ κραυγῇ ἐχόμενοι ἐπὶ τοὺς ἐναντίους ἐχώρησαν.
蛮族在一旁观望其所作所为,静止守候良久,最终达成默契,带着极大的怒气与呐喊向对手反扑过来。
εὑρόντες δὲ ἀνθρώπους κόσμῳ οὐδενὶ τὰ σφέτερα ληϊζομένους ἔκτεινάν τε συχνοὺς καὶ τοὺς λοιποὺς κατὰ τάχος ἐξήλασαν. ὅσοι γὰρ ἐγκαταληφθέντες αὐτῶν οὐ διεφθάρησαν, ἀπὸ τῶν ὤμων τὰ χρήματα ῥίψαντες ἄσμενοι ἔφευγον.
当他们发现这些人正毫无阵型地劫掠己方财物时,便斩杀了其中多人,并迅速将其余之人驱逐出去。盖因那些陷于重围而未被斩杀者,皆弃下肩上的财物,欣然落荒而逃。
- 5.29.18ἐς τόδε αὐτοῖς τὴν ἀγωνίαν ἀποκεκρίσθαι
完成时被动不定式 ἀποκεκρίσθαι(源自 ἀποκρίνω)在此处引申为战局“被限定在……”或“在此止步”之意。其逻辑主语为宾格的 τὴν ἀγωνίαν,整句作为 ἱκανὸν ἐφαίνετο 的主语从句或补足成分,表明在罗马人兵力极其匮乏的情况下,战斗能限制在这一尺度内未进一步恶化便已算得上心满意足。
- 5.29.19βουλομένοις ἦν
与格分词与 εἰμί 的连用(βουλομένῳ ἐστί / ἦν),为希腊语中表示意愿或偏好的惯用句型(意为“对某人而言是称心/所愿的”,即“某人很想……”)。此处承接前文分词与格 διενεγκοῦσιν 及 διαφθείρασι,指罗马士兵若能找到任何借口(σκῆψις),便一心想要撤回城内。
- 5.29.30τῶν βαρβάρων ἔτι ὑπὲρ ποταμὸν Τίβεριν ἐνστρατοπεδεύεσθαι οὐκ ἂν δυναμένων
带有虚词 ἄν 的属格独立结构(genitive absolute)。分词 δυναμένων 与 ἄν 连用,赋予了该分词假想或潜在条件含义(“因为蛮族便将无法再在台伯河彼岸扎营”),用以说明假若当时拆毁桥梁本可带来的战略后果。
