← 普罗科皮乌斯

战史

§5.29.1-5.29.16

维蒂吉斯的演说布阵与战斗爆发

维蒂吉斯动员哥特全军,以汪达尔人的惨剧为例发表演说鼓舞士气,随后将步兵置于中军、骑兵列于两翼展开战阵,交战随即打响。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.29.1

Ῥωμαίοις μὲν τὰ ἐς τὴν ξυμβολὴν παρεσκεύαστο ὧδε. Οὐίττιγις δὲ Γότθους ἐξώπλισεν ἅπαντας, οὐδένα ἐν τοῖς χαρακώμασιν, ὅτι μὴ τοὺς ἀπομάχους, ἀπολιπών.

罗马人迎战的准备便如此就绪。另一边,维蒂吉斯则将哥特人全员全副武装,除失去战斗力者外,未在堑壕中留下一人。

§5.29.2

καὶ τοὺς μὲν ἀμφὶ Μαρκίαν ἐν Νέρωνος πεδίῳ μένειν ἐκέλευε, φυλακῆς τε τῆς ἐν γεφύρᾳ ἐπιμελεῖσθαι, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι ἐπὶ σφᾶς ἴωσιν· αὐτὸς δὲ τὸ ἄλλο στράτευμα ξυγκαλέσας ἔλεξε τοιάδε·

他命马尔基亚斯麾下的部队留守尼禄平原,严密看守桥梁,以防敌军由此进犯;他自己则召集其余大军,发表了如下演说:

§5.29.3

“Ἴσως ἂν ὑμῶν τισι περὶ τῇ ἀρχῇ δεδιέναι δοκοίην καὶ ἀπ’ αὐτοῦ τήν τε ἄλλην ἐς ὑμᾶς φιλοφροσύνην ἐνδείξασθαι καὶ τανῦν ὑπὲρ εὐτολμίας ὑμῖν ἐπαγωγὰ φθέγγεσθαι.

“或许你们中有人会以为我是在为自己的王位担忧,因此既在平素对你们展现出种种善意,如今又为了激励你们的勇气而言辞诱导。

§5.29.4

καὶ τοῦτο οὐκ ἀπὸ τοῦ ἀνθρωπείου τρόπου λογίζονται. εἰώθασι γὰρ ἀμαθεῖς ἄνθρωποι, ὧν μὲν ἄν δέοιντο, πρᾳότητι ἐς αὐτοὺς χρῆσθαι, κἂν πολλῷ τῷ διαλλάσσοντι καταδεέστεροι τύχωσιν ὄντες, ἐς δὲ τοὺς ἄλλους δυσπρόσοδοι εἶναι, ὧν τῆς ὑπουργίας οὐ χρῄζουσιν.

他们有此想法亦不违背人之常情。盖因无知之人往往对自己所需之人态度温顺,即便〔那些人〕相差悬殊、远为低下;而对不需其效劳的其他人,则表现得傲慢难以接近。

§5.29.5

ἐμοὶ μέντοι οὔτε βίου καταστροφῆς οὔτε ἀρχῆς στερήσεως μέλει. εὐξαίμην γὰρ ἂν καὶ τὴν πορφυρίδα ταύτην ἀποδύσασθαι τήμερον, εἰ Γότθος ἀνὴρ αὐτὴν ἐνδιδύσκεσθαι μέλλοι.

然而对我而言,无论是生命的终结还是王位的丧失,皆非我所挂怀之事。若有哥特人将要穿上这件紫袍,我甚至情愿在今日便将其脱下。

§5.29.6

καὶ τὸ Θευδάτου πέρας ὄλβιον ἐν τοῖς μάλιστα γεγενῆσθαι νενόμικα, ᾧ γε ταῖς τῶν ὁμοφύλων χερσὶ τήν τε ἀρχὴν ἀφεῖναι καὶ τὴν ψυχὴν ἅμα τετύχηκε.1

我甚至认为狄乌达图斯的结局实属至幸,因他得以在同族人之手下一并交出权力与生命。

§5.29.7

συμφορὰ γὰρ ἰδίᾳ προσπίπτουσα μὴ συμφθειρομένου τοῦ γένους τοῖς γε οὐκ ἀνοήτοις παραψυχῆς οὐκ ἐστέρηται.

盖因降临于个人的灾难,只要本民族未随之覆亡,对明智之人而言便绝非毫无慰藉。

§5.29.8

ἐννοοῦντά με δὲ τό τε Βανδίλων πάθος καὶ τὸ τοῦ Γελίμερος τέλος οὐδὲν εἰσέρχεται μέτριον,2 ἀλλὰ Γότθους μὲν ὁρᾶν μοι δοκῶ ξὺν τοῖς παισὶ δεδουλωμένους, γυναῖκας δὲ ὑμετέρας ἀνδράσιν ἐχθίστοις τὰ πάντων αἴσχιστα ὑπηρετούσας, ἐμαυτὸν δὲ ἀγόμενον καὶ τὴν τῆς Θευδερίχου θυγατρὸς παῖδα ὅπη ποτὲ τοὺς νῦν πολεμίους ἀρέσκει· ταῦτα βουλοίμην ἂν καὶ ὑμᾶς ὅπως μὴ προσπέσωσι δείσαντας ἐς μάχην τήνδε καθίστασθαι.

然而,当我念及汪达尔人的惨剧以及盖利默的末路时,我心中绝无任何宽慰的念头,反倒仿佛看见哥特人与其子嗣一同沦为奴隶,你们的妻子被迫向最可憎的仇敌服侍行天下至耻之事,而我自身则与狄奥多里克之女的子嗣一道,任由如今的仇敌随意押往何处;我真希望你们亦是因畏惧这等浩劫降临,方才投身于这场战斗之中。

§5.29.9

οὕτω γὰρ ἂν ἐν τῷ τῆς ξυμβολῆς χωρίῳ τὴν τοῦ βίου καταστροφὴν περὶ πλείονος τῆς μετὰ τὴν ἧτταν σωτηρίας ποιήσαισθε. ἑνὶ γὰρ μόνῳ κακοτυχεῖν ἄνδρες γενναῖοι τῷ τῶν πολεμίων ἐλασσοῦσθαι νομίζουσι.

唯有如此,你们方能在交锋之地将生命的殒灭看得重于败衄后的苟活。因在勇武之士看来,被敌军所败乃是世间唯一的厄运。

§5.29.10

θάνατος δέ, ἄλλως τε καὶ ταχὺς ἥκων, εὐδαίμονας ἀεὶ τοὺς πρόσθεν οὐκ εὐτυχοῦντας ἐργάζεται.

而死亡,尤其是迅速降临的死亡,总是使先前不幸之人变得幸福。

§5.29.11

εὔδηλόν τε ὡς, ἢν μετὰ τούτων ὑμεῖς τῶν λογισμῶν τήνδε τὴν ξυμβολὴν διενέγκητε, ῥᾷστα μὲν τοὺς ἐναντίους νικήσετε, ὀλίγους τε ὄντας καὶ Γραικούς, κολάσετε δὲ αὐτοὺς αὐτίκα δὴ μάλα τῆς τε ἀδικίας καὶ ὕβρεως ἧς ἐς ἡμᾶς ἦρξαν.

显而易见,倘若你们怀着这般思虑投入这场战斗,必能轻而易举地击溃这支人数既少且皆为希腊人的敌军,并能立即惩戒他们对我们先行挑起的非正义与傲慢行径。

§5.29.12

ἡμεῖς μὲν γὰρ αὐτῶν ἀρετῇ τε καὶ πλήθει καὶ τοῖς ἄλλοις ἅπασιν ὑπεραίρειν αὐχοῦμεν, οἱ δὲ θρασύνονται καθ’ ἡμῶν τοῖς ἡμετέροις κακοῖς ἐπαρθέντες, καὶ μόνον ἐφόδιον ἔχοντες τὴν ἡμετέραν ὀλιγωρίαν. βόσκει γὰρ αὐτῶν τὴν παρρησίαν τὸ παρὰ τὴν ἀξίαν εὐτύχημα.”

因我们自豪于在勇武、人数及其他一切方面皆凌驾于他们之上;而他们不过是因我们的不幸而气焰高涨,对我们肆意放肆,除却我们的疏忽大意之外别无凭藉。正是这不配享有的侥幸,滋长了他们的狂妄。”

§5.29.13

Τοσαῦτα καὶ Οὐίττιγις παρακελευσάμενος διεκόσμει τὸ στράτευμα ἐς παράταξιν, πεζοὺς μὲν ἐς μέσον καταστησάμενος, τοὺς ἱππέας δὲ ἐς ἄμφω τὰ κέρατα.

维蒂吉斯作了如上勉励之后,便将大军整肃为战阵,步兵置于中央,骑兵分列两翼。

§5.29.14

οὐκ ἄποθεν μέντοι τῶν χαρακωμάτων τὴν φάλαγγα διέτασσεν, ἀλλ’ αὐτοῦ ἄγχιστα, ὅπως, ἐπειδὰν τάχιστα ἡ τροπὴ γένηται, εὐπετῶς οἱ πολέμιοι καταλαμβανόμενοι διαφθείρωνται, ἐν χώρῳ πολλῷ τῆς διώξεως αὐτοῖς γινομένης.

然而他并未将方阵布署在远离堑壕之处,而是紧靠其旁,以便溃败一旦发生,追击便可在辽阔的空地上展开,从而能轻易追上敌军并将其全歼。

§5.29.15

ἤλπιζε γάρ, ἢν ἐν τῷ πεδίῳ ἡ μάχη συσταδὸν γένηται, αὐτοὺς οὐδὲ βραχύν τινα χρόνον ἀνθέξειν, τεκμαιρόμενος πολλῷ γε ὄντι τῷ παραλόγῳ ὅτι οὐκ ἀντίπαλον τῷ σφετέρῳ τὸ τῶν πολεμίων στράτευμα εἴη.3

因他指望倘若在平原上展开肉搏交战,敌军连片刻也无法支撑;他根据悬殊确实极大这一点断定,敌方的军队断然无法与己方匹敌。

§5.29.16

Οἱ μὲν οὖν στρατιῶται πρωῒ ἀρξάμενοι ἔργου ἑκατέρωθεν εἴχοντο· Οὐίττιγις δὲ καὶ Βελισάριος ὄπισθεν ἐγκελευόμενοι ἀμφοτέρους ἐς εὐψυχίαν ὥρμων.

于是双方士兵清晨伊始便投入厮杀;维蒂吉斯与贝利撒留在后方高声督战,激励双方将士奋勇杀敌。

语法注3 条
  1. 5.29.6ᾧ γε ταῖς τῶν ὁμοφύλων χερσὶ τήν τε ἀρχὴν ἀφεῖναι καὶ τὴν ψυχὴν ἅμα τετύχηκε

    动词 τετύχηκε 在此作无人称用法,关系代词与格 ᾧ 作其逻辑补足语,不定词短语 τήν τε ἀρχὴν ἀφεῖναι καὶ τὴν ψυχὴν ἅμα 作为其实质主语,意为“对他而言,交出王权与生命乃是落于其身的际遇”。此处确认为无人称句式。

  2. 5.29.8ἐννοοῦντά με δὲ τό τε Βανδίλων πάθος καὶ τὸ τοῦ Γελίμερος τέλος οὐδὲν εἰσέρχεται μέτριον

    主动词 εἰσέρχεται 的主语是中性主格短语 οὐδὲν μέτριον(“任何温和/适度的念头”),其宾语则是倒置前置的宾格分词短语 ἐννοοῦντά με(“进入正在思虑……的我”)。这种表示心思进入某人脑海的动宾倒置句式构成了理解的主干。

  3. 5.29.15τεκμαιρόμενος πολλῷ γε ὄντι τῷ παραλόγῳ ὅτι οὐκ ἀντίπαλον τῷ σφετέρῳ τὸ τῶν πολεμίων στράτευμα εἴη

    分词 τεκμαιρόμενος(“根据……推断/判定”)统辖表示依据的与格短语 πολλῷ γε ὄντι τῷ παραλόγῳ(“依据那极大的悬殊/不成比例”),随后的 ὅτι 从句则充当阐明其判定具体内容的名词性从句(“敌军断非己方对手”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.29.1-5.29.16