- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.28.18-5.28.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留将志愿平民留作牵制力量,并令步兵留守壕沟附近作为预备队以专事骑兵战,后在侍卫普林基皮乌斯与塔尔穆图斯的恳求下准许部署步兵出战。
καὶ ἐπειδὴ Ῥωμαίων τοῦ δήμου ἐθελούσιοί τινες ὅπλα ἀνελόμενοι εἵποντο, ἐς μὲν τὴν ξυμβολὴν αὐτοὺς ξυντετάχθαι σφίσιν οὐκ εἴασε, δείσας μὴ ἐν τῷ ἀγῶνι γενόμενοι κατορρωδήσωσί τε τὸν κίνδυνον καὶ τὸ στράτευμα ξυνταράξωσιν ὅλον, βάναυσοί τε ἄνδρες καὶ πολέμου ἀμελέτητοι παντάπασιν ὄντες.
当罗马民众中有人自愿拿起武器跟随出征时,贝利撒留并不准许他们与正规军一同列阵交战,因恐他们一旦置身战阵,便会因畏惧险境而使全军陷入混乱,盖因他们皆为手工业者,全然未经战阵。
ἐκτὸς δὲ πυλῶν Παγκρατιανῶν, αἳ ὑπὲρ Τίβεριν ποταμόν εἰσι, φάλαγγα ποιησαμένους ἡσυχάζειν ἐκέλευεν ἕως αὐτὸς σημήνῃ, λογισάμενος, ὅπερ ἐγένετο, ὡς, εἴπερ αὐτούς τε καὶ τοὺς ἀμφὶ Βαλεντῖνον ἴδωσιν οἱ ἐν Νέρωνος πεδίῳ πολέμιοι, οὔ ποτε θαρσήσουσι τὸ σφέτερον ἀπολιπόντες χαράκωμα ἐπὶ σφᾶς ξὺν τῷ ἄλλῳ στρατῷ ἐς μάχην ἰέναι.
他命他们在位于台伯河对岸的潘克拉提乌斯门外结成方阵,原地待命,直至他亲自发出信号;他料定——事实亦正如所料——倘若尼禄平原上的敌军看见他们以及瓦伦提努斯麾下的兵力,便绝不敢放弃自身堑壕,与其他大军一同出击来与罗马人交锋。
ἕρμαιον δὲ καὶ λόγου πολλοῦ ἄξιον εἶναι1 ἄνδρας τοσούτους τὸ πλῆθος τοῦ τῶν ἐναντίων στρατοπέδου ἀποκεκρίσθαι.
能够让人数如此众多的敌军脱离敌方主阵营,实乃喜出望外的幸事,且意义极为重大。
Οὕτως μὲν οὖν ἱππομαχίαν μόνον ἐκείνῃ τῇ ἡμέρᾳ ποιήσασθαι ἤθελεν, καὶ τῶν ἄλλων πεζῶν οἱ πλεῖστοι ἤδη μένειν ἐν τοῖς καθεστῶσιν οὐκ ἀξιοῦντες, ἵππους τε τῶν πολεμίων ληϊσάμενοι καὶ τοῦ ἱππεύειν οὐκ ἀμελέτητοι γεγενημένοι, ἱππόται ἦσαν. τοὺς δὲ πεζούς, ὀλίγους τε ὄντας καὶ οὔτε φάλαγγα ἔχοντας λόγου ἀξίαν ποιήσασθαι οὔτε τοῖς βαρβάροις θαρσήσαντάς πω ἐς χεῖρας ἰέναι, ἀλλ’ ἐς φυγὴν ἀεὶ ἐν τῇ πρώτῃ ὁρμῇ καθισταμένους, οὐκ ἀσφαλὲς ἐνόμιζεν εἶναι ἄποθεν τοῦ περιβόλου παρατάσσεσθαι, ἀλλ’ αὐτοῦ ἄγχιστα τῆς τάφρου ἐν τάξει μένειν, ὅπως, εἴ γε σφῶν τοὺς ἱππέας τρέπεσθαι ξυμβαίνοι, δέχεσθαί τε οἷοί τε ὦσι τοὺς φεύγοντας καὶ ξὺν αὐτοῖς ἅτε ἀκμῆτες τοὺς ἐναντίους ἀμύνεσθαι.
因此,他当日只打算进行一场骑兵交战;因其余步兵中的大多数早已不屑于安于旧制,他们夺取了敌人的战马,对骑术已非生疏,故而已皆化为骑兵。 至于剩余的步兵,由于人数既寡,既无法结成足以称道的方阵,向来又不敢与蛮族短兵相接,反倒总在初次交锋时便仓皇溃逃,故而他认为若将他们布署在远离城墙处绝非稳妥,而应令其紧傍战壕结阵待命,以便倘若己方骑兵遭遇溃退,他们能够接应溃逃之人,并以生力军之势与他们一同击退敌军。
Πριγκίπιος δέ τις ἐν τοῖς αὐτοῦ δορυφόροις, ἀνὴρ δόκιμος, Πισίδης γένος, καὶ Ταρμοῦτος Ἴσαυρος, Ἔννου τοῦ Ἰσαύρων ἀρχηγοῦ ἀδελφός, Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε· “Στρατηγῶν ἄριστε, μήτε τὸ στράτευμά σοι, ὀλίγον τε ὂν καὶ πρὸς μυριάδας βαρβάρων πολλὰς μαχησόμενον, ἀποτέμνεσθαι ἀξίου τῆς πεζῶν φάλαγγος, μήτε χρῆναι τὸ Ῥωμαίων πεζικὸν ὑβρίζεσθαι οἴου, δι’ οὗ τὴν ἀρχὴν τοῖς πάλαι Ῥωμαίοις ἐς τόδε μεγέθους κεχωρηκέναι ἀκούομεν.
此时,贝利撒留侍卫中一位声名卓著的皮西迪亚人普林基皮乌斯,与伊苏里亚人领袖恩涅斯的胞弟、伊苏里亚人塔尔穆图斯来到贝利撒留面前,进言道: “最卓越的统帅啊,切莫认为应当使你这支本就弱小、且将与数万蛮族交锋的大军割舍掉步兵方阵,亦切莫以为应当侮辱罗马的步兵,盖因我们听闻往昔罗马人的帝国正是凭借步兵方才达到这般庞大规模的。
εἰ γάρ τι οὐκ ἀξιόλογον αὐτοῖς ἐν τῷδε τῷ πολέμῳ εἰργάσθαι ξυμβαίνει, οὐ τῆς τῶν στρατιωτῶν κακίας τεκμήριον τοῦτο, ἀλλ’ οἱ τῶν πεζῶν ἄρχοντες τὴν αἰτίαν φέρεσθαι δίκαιοι,2 ἵπποις μὲν ἐν τῇ παρατάξει μόνοι ὀχούμενοι, κοινὴν δὲ ἡγεῖσθαι οὐκ ἀξιοῦντες τὴν τοῦ πολέμου τύχην, ἀλλὰ φυγῇ αὐτῶν μόνος ἕκαστος καὶ πρὸ τῆς ἀγωνίας τὰ πολλὰ χρώμενοι.
倘若他们在这场战争中未能建立任何值得称道的战功,这绝非士兵怯懦之明证,相反,步兵将领们理当承担此罪责;盖因唯独他们在战阵中骑马乘骑,不肯与部卒共担战事之凶吉,反而往往甚至在交战之前,人人便各自独自逃窜。
σὺ δὲ πάντας μὲν τοὺς πεζῶν ἄρχοντας, ἱππέας γὰρ ὁρᾷς γεγενημένους ἥκιστά τε ξυντάττεσθαι τοῖς σφῶν ὑπηκόοις ἐθέλοντας, ξὺν τῷ ἄλλῳ τῶν ἱππέων στρατεύματι ἔχων ἐς τὴν ξυμβολὴν τήνδε καθίστασο, ἡμᾶς δὲ τοῖς πεζοῖς ἐς τὴν παράταξιν ἡγεῖσθαι ξυγχώρει.
因此,请你将所有步兵将领——因你见他们皆已沦为骑兵,极不愿与属下兵卒一同列阵——随同其余骑兵大军一并带往这场交锋,而准许我们在战阵中统领步兵。
πεζοὶ γὰρ καὶ ἡμεῖς τὸ τῶν βαρβάρων πλῆθος ξὺν αὐτοῖς οἴσομεν, ἐλπίδα ἔχοντες ὅσα ἂν ὁ θεὸς διδῷ τοὺς πολεμίους ἐργάσασθαι.”
因我们亦将徒步与他们一同抵挡蛮族的大队人马,并怀着能在神所赐予的限度内重创敌军的希望。”
Ταῦτα ἀκούσας Βελισάριος κατ’ ἀρχὰς μὲν οὐ ξυνεχώρησεν· αὐτὼ γὰρ ἄνδρε μαχίμω ἐς ἄγαν ὄντε ὑπερηγάπα καὶ πεζοὺς ὀλίγους διακινδυνεύειν οὐκ ἤθελε.
贝利撒留听闻此言,起初并未应允;因他极爱重此二人乃勇冠三军之士,不愿让少数步兵以身犯险。
τέλος δὲ τῇ τῶν ἀνδρῶν προθυμίᾳ βιαζόμενος ὀλίγους μέν τινας ἔς τε τὰς πύλας καὶ ἄνω ἐς τὰς ἐπάλξεις ξὺν Ῥωμαίων τῷ δήμῳ ἀμφὶ τὰς μηχανὰς εἴασε, τοῖς δὲ ἄλλοις Πριγκίπιόν τε καὶ Ταρμοῦτον ἐπιστήσας ὄπισθεν αὐτοὺς ἵστασθαι ἐν τάξει ἐκέλευεν, ὅπως αὐτοί τε μὴ τὸν κίνδυνον κατορρωδήσαντες τὸ ἄλλο στράτευμα ξυνταράξωσι, καὶ τῶν ἱππέων ἤν τίς ποτε μοῖρα τρέποιτο, μὴ ὡς ἀπωτάτω χωρήσαιεν, ἀλλ’ ἐς τοὺς πεζοὺς καταφεύγοντες τοὺς διώκοντας οἷοί τε ὦσι ξὺν ἐκείνοις ἀμύνεσθαι.
然而最终在二人热忱的恳求下,他不得不让步,仅留少数人与罗马民众一同留守城门以及城堞上操纵守城器械,命普林基皮乌斯与塔尔穆图斯统领其余步兵,令其在后方结阵待命,以免他们因畏惧险境而使其余军队陷入混乱,并使骑兵各部一旦遭遇溃退时,不致溃退太远,而能逃至步兵处,与他们合力击退追兵。
- 5.28.20ἕρμαιον δὲ καὶ λόγου πολλοῦ ἄξιον εἶναι
承接前文分词 λογισάμενος(“考虑到……”)而引出的间接引语(带不定式的宾格结构)。不定式 εἶναι 的逻辑主语为后接的不定式短语 ἄνδρας τοσούτους τὸ πλῆθος... ἀποκεκρίσθαι(“如此众多的兵力被隔绝开来”)。
- 5.28.25οἱ τῶν πεζῶν ἄρχοντες τὴν αἰτίαν φέρεσθαι δίκαιοι
形容词 δίκαιος 接不定式构成的人称句式(相当于非人称结构 δίκαιόν ἐστιν 带宾格和不定式)。系动词 εἰσί 被省略,意为“步兵将领们理当承担罪责”。
