- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.28.1-5.28.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在迫切要求正面决战的军民压力下,贝利撒留妥协并发表战前演说激励全军,随后率部出城,同时派分队牵制尼禄平原的哥特军。
Ὕστερον δὲ Ῥωμαῖοι μὲν ἅπαντες, ἐπαρθέντες τοῖς φθάσασιν εὐτυχήμασι, παντί τε τῷ Γότθων στρατεύματι ὤργων διὰ μάχης ἰέναι καὶ πολεμητέα εἶναι1 ἐκ τοῦ ἐμφανοῦς σφίσιν ᾤοντο.
其后,全体罗马人因先前的战果而士气大振,极度渴望与全体哥特军正面交锋,并认为应当堂堂正正地公开决战。
Βελισάριος δέ, πάμπολυ ἔτι εἶναι τὸ διαφέρον ἐν ἀμφοτέροις οἰόμενος, ὤκνει τε ἀεὶ τῷ παντὶ διακινδυνεύειν στρατεύματι καὶ τὰς ἐπεκδρομὰς ἐσπούδαζέ τε ἔτι μᾶλλον καὶ ἐπενόει ἐπὶ τοὺς πολεμίους.
然而贝利撒留认为双方实力差距依然极为悬殊,始终不愿让全军以身涉险,反而愈发致力于对敌发起袭扰与出击并加以谋划。
ἐπεὶ δὲ κακιζόμενος πρός τε τοῦ στρατοῦ καὶ Ῥωμαίων τῶν ἄλλων ἀπεῖπε, παντὶ μὲν τῷ στρατῷ μάχεσθαι ἤθελε, τὴν δὲ ξυμβολὴν ἐξ ἐπιδρομῆς οὐδέν τι ἧσσον ποιήσασθαι.
但当他在军队和其余罗马人的责难下难以支撑时,他虽同意以全军出战,却依然打算通过突袭来促成这场交锋。
πολλάκις τε ἀπεκρούσθη ἐς τοῦτο ὁρμήσας, καὶ τὴν ἔφοδον ἐς τὴν ὑστεραίαν ἀποθέσθαι ἠνάγκαστο, ἐπεὶ προγνόντας τὰ ἐσόμενα πρὸς τῶν αὐτομόλων τοὺς πολεμίους ἐν παρασκευῇ παρὰ δόξαν εὗρε.
他为实施此计屡次出击受挫,不得不将进攻推迟至次日,因为他出人意料地发现,敌人已从逃兵处获悉了动向,早已严阵以待。
διὸ δὴ καὶ ἐκ τοῦ ἐμφανοῦς διαμαχήσασθαι τὸ λοιπὸν ἤθελε, καὶ οἱ βάρβαροι ἄσμενοι ἐς τὴν μάχην καθίσταντο. καὶ ἐπεὶ ἀμφοτέροις τὰ ἐς τὴν ξυμβολὴν ὡς ἄριστα ἤσκητο, Βελισάριος μὲν ἀγείρας τὸ στράτευμα ὅλον τοιάδε παρεκελεύσατο· “Οὐ μαλακίαν τινὰ καταγνοὺς ὑμῶν, ἄνδρες συστρατιῶται, οὐδὲ τῶν πολεμίων κατορρωδήσας τὴν δύναμιν τὴν πρὸς αὐτοὺς συμβολὴν ὤκνουν, ἀλλ’ ἐπεὶ τὸν πόλεμον ἡμῖν ἐξ ἐπιδρομῆς διαφέρουσιν2 εὖ καθειστήκει τὰ πράγματα, διασώσασθαι ᾤμην δεῖν ἐς ἀεὶ τὴν τῆς εὐπραξίας αἰτίαν.
因此,他最终意欲公开正面交锋,而蛮族亦欣然列阵备战。待双方将决战事宜筹备周全之后,贝利撒留集结全军,发表了如下训示: “将士们,我迟迟不愿与敌交锋,绝非因指责尔等有丝毫怯懦,亦非因畏惧敌军之兵威,实因当我们以突袭方式推进战事时,一切情势原本十分有利,我因而认为应当长久保有这致胜之因。
οἷς γὰρ κατὰ νοῦν τὰ παρόντα χωρεῖ, ἐφ’ ἕτερον μεταβάλλεσθαι ἀξύμφορον οἶμαι. ὁρῶν μέντοι ἐς τόνδε ὑμᾶς προθυμουμένους τὸν κίνδυνον, εὔελπίς τέ εἰμι καὶ οὔποτε ὑμῶν τῇ ὁρμῇ ἐμποδὼν στήσομαι.
盖凡诸事顺遂如意者,我以为改弦易辙实为不利。然而,目睹尔等面对这般险境仍斗志昂扬,我亦满怀希望,绝不会阻拦尔等的锐气。
οἶδα γὰρ ὡς τὸ πλεῖστον ἀεὶ τῆς ἐν τοῖς πολέμοις ῥοπῆς ἡ τῶν μαχομένων κεκλήρωται γνώμη καὶ τὰ πολλὰ τῇ τούτων προθυμίᾳ κατορθοῦσθαι φιλεῖ.
因我深知,战局中最为关键的转机向来系于作战将士的心志,而诸事大抵皆借其昂扬之斗志方能成就。
ὡς μὲν οὖν ὀλίγοι μετὰ τῆς ἀρετῆς τεταγμένοι πλήθους περιεῖναι οἷοί τέ εἰσι τῶν ἐναντίων ἐξεπίσταται ὑμῶν ἕκαστος, οὐκ ἀκοῇ λαβών, ἀλλ’ ἐς πεῖραν ἀγῶνος τὴν καθ’ ἡμέραν ἥκων.
是以,少数怀有勇德之师足以克制人数众多之敌,尔等每一个人皆洞若观火,且此非道听途说,乃是出于每日切身的实战较量。
ὅπως δὲ μὴ καταισχύνητε μήτε τὴν προτέραν τῶν ἐμῶν στρατηγημάτων δόξαν μήτε τὴν ἐκ τῆσδε ὑμῶν τῆς προθυμίας ἐλπίδα, ἐφ’ ὑμῖν κείσεται.
然而,能否不辱没我往昔战略所获之荣光,亦不辜负尔等此番热忱所托之厚望,一切全凭尔等自身。
πάντα γὰρ ὅσα ἡμῖν ἐν τῷδε τῷ πολέμῳ πεπρᾶχθαι ξυμβαίνει πρὸς τὴν ἀπόβασιν κρίνεσθαι τῆς παρούσης ἡμέρας ἀνάγκη.
盖因我等在此役中所建立之所有功绩,势必皆将以今日之战局结局为准绳加以评判。
ὁρῶ δὲ καὶ τὸν παρόντα καιρὸν ἡμῖν ξυλλαμβάνοντα, ὃς ἡμῖν δεδουλωμένου τοῖς φθάσασι τοῦ τῶν πολεμίων φρονήματος ῥᾴδιον, ὡς τὸ εἰκός, τὴν ἐκείνων ἐπικράτησιν θήσεται.3
我更见当下良机正在襄助我等;敌人的气焰既已被先前之败绩所摧折,这良机理所当然地将使征服彼等变得易如反掌。
τῶν γὰρ πολλάκις ἠτυχηκότων ἥκιστα ἀνδραγαθίζεσθαι φιλοῦσιν αἱ γνῶμαι. ἵππου δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν ὅπλου ὑμῶν φειδέσθω μηδείς.
因屡遭挫败之人,其心智最难重振勇武。尔等切莫吝惜战马、弓弩或任何兵械。
ἐγὼ γὰρ ὑμῖν ἐν τῷ παραυτίκα ὑπὲρ πάντων ἕτερα τῶν κατὰ τὴν μάχην διαφθειρομένων ἀνθυπουργήσω.”
凡战阵中所损耗之一切,我自当于当下立即如数偿补于尔等。”
Βελισάριος μὲν τοσαῦτα παρακελευσάμενος ἐξῆγε τὸ στράτευμα διά τε πυλίδος Πιγκιανῆς καὶ Σαλαρίας πύλης, ὀλίγους δέ τινας διὰ πύλης Αὐρηλίας ἐς Νέρωνος πεδίον ἐκέλευεν ἰέναι.
贝利撒留以此番言辞训示完毕后,便率大军自平齐亚小门与萨拉里亚门出击,但命少数兵力穿过奥勒利乌斯门前往尼禄平原。
οἷς δὴ Βαλεντῖνον ἐπέστησε καταλόγου ἱππικοῦ ἄρχοντα, καὶ αὐτῷ ἐπέστελλε μάχης μὲν μηδεμιᾶς ἄρχειν, μηδὲ τοῦ στρατοπέδου τῶν ἐναντίων ἐγγυτέρω ἰέναι, δόκησιν δὲ παρέχειν ἀεὶ τοῦ αὐτίκα προσβάλλειν, ὅπως μὴ τῶν ἐνταῦθα πολεμίων τινὲς τὴν ἐκείνῃ γέφυραν διαβαίνοντες ἐπιβοηθεῖν τοῖς ἐκ τῶν ἄλλων χαρακωμάτων οἷοί τε ὦσι.
他命骑兵部队长官瓦伦提努斯统领这支人马,并指示他切勿挑起任何战端,亦勿逼近敌营,仅需时刻虚张即将发起进攻之势,使该处之敌无一人能渡过彼处之桥梁,去增援其他堑壕中的同党。
πολλῶν γὰρ ὄντων, ὥσπερ μοι προδεδήλωται, τῶν ἐν Νέρωνος πεδίῳ στρατοπεδευομένων βαρβάρων ἱκανόν οἱ ἐφαίνετο τούτους δὴ ἅπαντας οὐ μεταλαχόντας τῆς ξυμβολῆς ἀπὸ τοῦ ἄλλου στρατοῦ κεχωρίσθαι.
因如我先前所述,驻扎在尼禄平原的蛮族兵力十分浩大,在他看来,只要能令彼等全数与主力大军隔绝、无法参与交战,便已足矣。
- 5.28.1πολεμητέα εἶναι
动词性形容词πολεμητέος中性复数的不定式非人称用法(相当于拉丁语的被动迂回式-ndum esse),搭配表示施动者的间接反身代词与格σφίσιν,意为“他们应当公开作战”。
- 5.28.6τὸν πόλεμον ἡμῖν ἐξ ἐπιδρομῆς διαφέρουσιν
διαφέρω τὸν πόλεμον为表示“进行/推进战争”的惯用表达。分词διαφέρουσιν与从属于主句非人称表达εὖ καθειστήκει τὰ πράγματα的利害关系与格ἡμῖν一致,表示“当我们以突袭进行战争时,局势对我们十分有利”。
- 5.28.12ῥᾴδιον ... θήσεται
动词θήσεται在此处作使役义“使成为/致使”,支配宾语τὴν ἐκείνων ἐπικράτησιν(包含宾格性属格ἐκείνων,“对他们的征服”),形容词ῥᾴδιον则作其宾语补足语。
