- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.27.17-5.27.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留以优势兵力接连全歼维蒂吉斯派出的少量出击部队,致使受挫的哥特人放弃主动挑衅;随后他向亲信阐述了己方骑射手克制敌军战术的致胜根基。
καὶ οἱ μὲν ἐν χωρίῳ ὑψηλῷ γενόμενοι τῆς πόλεως οὐ μακρὰν ἄποθεν, ἀλλ’ ὅσον ἔξω βελῶν,1 ἵσταντο.
他们便在距城不远、恰在射程之外的一处高地上驻扎下来。
Βελισάριος δὲ ἄνδρας τε ἀπολέξας χιλίους καὶ Βέσσαν αὐτοῖς ἄρχοντα ἐπιστήσας ὁμόσε χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐπέστελλεν.
贝利撒留挑选了一千名勇士,任命贝萨斯为统领,命他们向敌人逼近发起正面交锋。
οἱ δὲ κύκλωσίν τε τῶν βαρβάρων ποιησάμενοι καὶ κατὰ νώτου ἀεὶ βάλλοντες κτείνουσί τε συχνοὺς καὶ τοὺς λοιποὺς βιασάμενοι κατελθεῖν ἐς τὸ πεδίον ἠνάγκασαν.
他们将蛮族合围,不断向其背部放箭,射杀了许多敌兵,并以武力迫使其余人退至平原。
ἔνθα δὴ τῆς μάχης οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐκ χειρὸς γενομένης, τῶν Γότθων οἱ μὲν πολλοὶ διεφθάρησαν, ὀλίγοι δέ τινες μόλις διαφυγόντες εἰς τὸ σφέτερον στρατόπεδον ἀνεχώρησαν.
在平原上,当双方在兵力悬殊的情况下展开白刃战时,大部分哥特人被歼灭,仅有极少数人侥幸逃脱,退回自己的营地。
οὓς δὴ ὁ Οὐίττιγις ἅτε τῷ ἀνάνδρῳ2 ἡσσημένους ἐκάκιζε, καὶ τὸ πάθος ἑτέροις τισὶν ἀνασώσασθαι οὐκ ἐς μακρὰν ὑποσχόμενος, ἐν μὲν τῷ παρόντι ἡσύχαζε, τρισὶ δὲ ὕστερον ἡμέραις ἐκ πάντων τῶν χαρακωμάτων ἄνδρας ἀπολεξάμενος πεντακοσίους ἔργα ἐς τοὺς πολεμίους ἐκέλευεν ἐπιδείξασθαι ἀρετῆς ἄξια.
维蒂吉斯斥责这些人屈服于怯懦,并许诺不久将另选他人挽回这一败局,暂时按兵不动;但三天之后,他又从所有堑壕中挑选出五百人,命其向敌军展现足以彰显勇武的战绩。
οὓς ἐπειδὴ Βελισάριος ἐγγυτέρω ἥκοντας εἶδε, πεντακοσίους τε καὶ χιλίους καὶ ἄρχοντας Μαρτῖνόν τε καὶ Βαλεριανὸν ἐπ’ αὐτοὺς ἔστελλεν.
贝利撒留见其逼近,便派遣了一千五百人,以马丁努斯和瓦莱里阿努斯为主将迎战彼等。
ἱππομαχίας τε ἐκ τοῦ εὐθέος γεγενημένης, τῷ πλήθει Ῥωμαῖοι παρὰ πολὺ ὑπεραίροντες τῶν πολεμίων, τρέπουσί τε αὐτοὺς οὐδενὶ πόνῳ καὶ σχεδόν τι ἅπαντας διαφθείρουσι.
双方随即爆发骑兵交战,罗马人在数量上远胜于敌,毫不费力地击溃了敌人,几乎将其全歼。
Καὶ τοῖς μὲν πολεμίοις δεινόν τε καὶ τύχης ἐναντίωμα παντάπασιν ἐδόκει εἶναι, εἰ πολλοί τε ὄντες πρὸς ὀλίγων πολεμίων ἐπιόντων σφίσιν ἡσσῶνται3 καὶ κατ’ ὀλίγους αὖθις ἰόντες ἐπ’ αὐτοὺς διαφθείρονται.
对于敌人而言,这似乎是一件极为可怖且纯属厄运作祟之事:当己方人数众多时,竟败于主动进攻的少数敌兵;而当己方以少数兵力进击敌军时,又被全数歼灭。
Βελισάριον δὲ δημοσίᾳ μὲν τῆς ξυνέσεως Ῥωμαῖοι ἐπῄνουν, ἐν θαύματι αὐτήν, ὡς τὸ εἰκός, μεγάλῳ ποιούμενοι, ἰδίᾳ δὲ αὐτὸν ἠρώτων οἱ ἐπιτήδειοι ὅτῳ ποτὲ τεκμαιρόμενος ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τοὺς πολεμίους οὕτως ἡσσημένος διέφυγεν, εὔελπις ἐγεγόνει τῷ πολέμῳ κατὰ κράτος αὐτῶν περιέσεσθαι.
公开场合,罗马人无不称颂贝利撒留的远见卓识,理所当然地对其钦佩备至;而私下里,他的亲信们则询问他,究竟是凭借何种判断,在那日如此受挫、从敌军手中脱险之际,便确信自己必能在这场战争中彻底制胜敌人。
καὶ αὐτὸς ἔλεγεν ὡς αὐτοῖς κατ’ ἀρχὰς ξὺν ὀλίγοις τισὶν ἐς χεῖρας ἐλθὼν κατενόησεν ὅτι ποτὲ τὸ διαφέρον ἐν ἑκατέρᾳ στρατιᾷ εἴη, ὥστε ἢν κατὰ λόγον τῆς δυνάμεως τὰς ξυμβολὰς ποιοίη, οὐδὲν ἂν τῇ σφετέρᾳ ὀλιγανθρωπίᾳ τὸ τῶν πολεμίων λυμήνασθαι πλῆθος.4
他回答说,起初自己率领少数兵力与敌短兵相接时,便洞察了两军之间究竟存在何种差异,因此只要根据己方的实力合理调度交战,敌军的庞大数量便绝不会对己方的少数兵力造成任何损害。
διαφέρειν δέ, ὅτι Ῥωμαῖοι μὲν σχεδόν τι ἅπαντες καὶ οἱ ξύμμαχοι Οὖννοι ἱπποτοξόται εἰσὶν ἀγαθοί, Γότθων δὲ τὸ ἔργον τοῦτο οὐδενὶ ἤσκηται, ἀλλ’ οἱ μὲν ἱππεῖς αὐτοῖς μόνοις δορατίοις τε καὶ ξίφεσιν εἰώθασι χρῆσθαι, οἱ δὲ τοξόται πεζοί τε ὄντες καὶ πρὸς τῶν ὁπλιτῶν καλυπτόμενοι ἐς μάχην καθίστανται.
这一差异在于:几乎所有罗马人以及匈人盟军皆是精锐的骑射手,而哥特人中却无一人受过此类操练;他们的骑兵素来仅惯用长矛与刀剑,而其弓箭手皆为步兵,在重装步兵的掩护下投入战斗。
οἵ τε οὖν ἱππεῖς, ἢν μὴ ἐκ χειρὸς ἡ ξυμβολὴ εἴη, οὐκ ἔχοντες καθ’ ὅ τι ἀμυνοῦνται πρὸς τῶν ἐναντίων τοξεύμασι χρωμένων, εὐπετῶς ἂν βαλλόμενοι διαφθείρονται, καὶ οἱ πεζοὶ κατ’ ἀνδρῶν ἱππέων ἐπεκδρομὰς ποιεῖσθαι οὐκ ἄν ποτε ἱκανοὶ εἶεν.
是以他们的骑兵除非展开肉搏交战,否则在面对善射的敌手时根本毫无还手之力,极易在矢石齐发之下被歼灭;而其步兵则绝无可能主动向骑兵发起冲锋突击。
διὰ ταῦτα μὲν Βελισάριος ἰσχυρίζετο τοὺς βαρβάρους ἐν ταύταις δὴ ταῖς ξυμβολαῖς πρὸς Ῥωμαίων ἡσσῆσθαι. Γότθοι δὲ τῶν σφίσι ξυμβεβηκότων τὸ παράλογον ἐν νῷ ἔχοντες οὔτε κατ’ ὀλίγους τὸ λοιπὸν ἐπὶ τὸν Ῥώμης περίβολον ἐχώρουν οὔτε τοὺς πολεμίους ἐνοχλοῦντας ἐδίωκον, πλήν γε δὴ ὅσον ἐκ τῶν χαρακωμάτων ἀπώσασθαι.
贝利撒留坚称,正是出于这些缘故,蛮族才会在这些交战中被罗马人击败。哥特人鉴于发生在自己身上的不可思议的败局,自此之后既不再以小股部队逼近罗马城墙防线,在遭到敌军袭扰时亦不再追击,仅限于将敌兵驱离自家堑壕而已。
- 5.27.17ὅσον ἔξω βελῶν
由副词性对格 ὅσον 与介词短语 ἔξω βελῶν 结合构成的习语,意为“恰好在矢石射程之外(的一段距离)”,用以进一步限定前面的 οὐ μακρὰν ἄποθεν。
- 5.27.21τῷ ἀνάνδρῳ
中性单数与格形容词带冠词用作抽象名词(“怯懦”、“无男子气概”)。在句中作被动分词 ἡσσημένους 的原因与格,或指其屈服的对象(即“为怯懦所击败”)。
- 5.27.24εἰ πολλοί τε ὄντες πρὸς ὀλίγων πολεμίων ἐπιόντων σφίσιν ἡσσῶνται
承接在表达情绪与判断的短语(δεινόν τε καὶ τύχης ἐναντίωμα ... ἐδόκει εἶναι)之后的从句,此处使用连词 εἰ 代替 ὅτι。它以假定形式引出一个客观事实(“己方虽众,却败于进犯的少数敌人”),用于承接主句的愤慨与困惑之情。
- 5.27.26οὐδὲν ἂν τῇ σφετέρᾳ ὀλιγανθρωπίᾳ τὸ τῶν πολεμίων λυμήνασθαι πλῆθος
在引出结果从句的 ὥστε 之后转入间接引语,主谓结构变为带 ἄν 的不定位不定词 λυμήνασθαι,反映直接引语中的潜在式(带有 ἄν 的希求法或条件句后半句)。句中主语为 τὸ τῶν πολεμίων πλῆθος,与格 τῇ σφετέρᾳ ὀλιγανθρωπίᾳ 为动词 λυμήνασθαι 支配的宾语(意为“敌军的众多绝不能对己方人数的劣势造成伤害”)。
