← 普罗科皮乌斯

战史

§5.27.1-5.27.16

骑射诱敌战术与维蒂吉斯的仿效

得到骑兵增援的贝利撒留指派图拉真、蒙迪拉斯等人实施骑射诱敌之计,依托城墙机械的掩护三次出击重创哥特军。维蒂吉斯未能明察两军装备与战术素养的差异,盲目派遣骑兵加以仿效。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.27.1

Ταῦτα μὲν οὖν, ἐπειδὴ τειχομαχοῦντες ἀπεκρούσθησαν, τρίτῃ ἡμέρᾳ οἱ Γότθοι ἔδρασαν. ἡμέραις δὲ ὕστερον εἴκοσιν ἢ ὁ Πόρτος ἥ τε πόλις καὶ ὁ λιμὴν ἑάλω,1 Μαρτῖνός τε καὶ Βαλεριανὸς ἧκον, ἑξακοσίους τε καὶ χιλίους στρατιώτας ἱππεῖς ἐπαγομένω.

这些事便是哥特人在攻城受挫后的第三天所为。在波尔图斯(兼指城邑与港口)陷落二十天后,马丁努斯与瓦莱里阿努斯率领一千六百名骑兵赶抵。

§5.27.2

καὶ αὐτῶν οἱ πλεῖστοι Οὖννοί τε ἦσαν καὶ Σκλαβηνοὶ καὶ Ἄνται, οἳ ὑπὲρ ποταμὸν Ἴστρον οὐ μακρὰν τῆς ἐκείνῃ ὄχθης ἵδρυνται.

他们当中大部分是匈人、斯拉夫人和安特人,定居于伊斯特罗斯河对岸、距彼处河岸不远之地。

§5.27.3

Βελισάριος δὲ ἥσθη τε αὐτῶν τῇ παρουσίᾳ καὶ πολεμητέα σφίσιν ἐπὶ τοὺς πολεμίους εἶναι2 τὸ λοιπὸν ᾤετο.

贝利撒留因其到来而欣喜,并认为自此应当主动向敌军出击。

§5.27.4

τῇ γοῦν ὑστεραίᾳ τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, θυμοειδῆ τε καὶ δραστήριον, Τραϊανὸν ὄνομα, τῶν ὑπασπιστῶν διακοσίους ἱππέας λαβόντα, ἐκέλευεν εὐθὺ τῶν βαρβάρων ἰέναι, καὶ ἐπειδὰν τῶν χαρακωμάτων ἐγγυτέρω ἵκωνται, ἀναβάντας ἐπὶ λόφου ὑψηλοῦ ἡσυχάζειν, δείξας τι χωρίον αὐτῷ.

于是次日,他命令自己的一名卫士——此人性格刚毅且行动敏捷,名为图拉真——率领亲卫队中的两百名骑兵直奔蛮族而去;并指示其一旦靠近敌方堑壕,便登上高丘(他事先向其指明了一处地点)待机而动。

§5.27.5

ἢν δὲ οἱ πολέμιοι ἐπ’ αὐτοὺς ἴωσιν, ἐκ χειρὸς μὲν τὴν μάχην οὐκ ἐᾶν γενέσθαι, οὐδὲ ξίφους ἢ δορατίου τινὸς ἅπτεσθαι, χρῆσθαι δὲ μόνοις τοξεύμασιν, ἡνίκα τέ οἱ τὴν φαρέτραν οὐδὲν ἐντὸς ἔχουσαν ἴδῃ, φεύγειν τε κατὰ κράτος οὐδὲν αἰδεσθέντα καὶ ἐς τὸν περίβολον ἀναχωρεῖν δρόμῳ.

若敌军向他们逼近,则绝不可演变为白刃肉搏,亦不可触碰刀剑或长矛,而只许使用弓箭;一旦看见自己的箭囊空无一物,便毫不羞愧地全力奔逃,疾退回城墙防线以内。

§5.27.6

ταῦτα ἐπιστείλας, τῶν τε τοξευμάτων τὰς μηχανὰς καὶ τοὺς ἀμφὶ ταύταις τεχνίτας ἐν παρασκευῇ εἶχε. Τραϊανὸς δὲ ξὺν τοῖς διακοσίοις ἐκ πύλης Σαλαρίας ᾔει ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον.

作此指示后,他便将发射飞箭的机械及操纵它们的工匠严加备妥。图拉真遂率领两百名骑兵自萨拉里亚门出发,杀奔敌军营地。

§5.27.7

καὶ οἱ μέν. καταπεπληγμένοι τῷ αἰφνιδίῳ, ἐβοήθουν ἐκ τῶν χαρακωμάτων, ὡς ἑκάστῳ ἐκ τῶν δυνατῶν ἐσκευάσθαι τετύχηκεν.

哥特人因事发突然而惊慌失措,众人各自仓促整备,从堑壕中倾巢杀出。

§5.27.8

οἱ δὲ ἀμφὶ Τραϊανὸν ἀναβάντες ἐπὶ τοῦ λόφου ὅνπερ αὐτοῖς Βελισάριος ἔδειξεν, ἐνθένδε τοὺς βαρβάρους ἠμύνοντο βάλλοντες.

图拉真麾下众人登上了贝利撒留向他们指明的山丘,自彼处放箭阻击蛮族。

§5.27.9

καὶ αὐτῶν τοὺς ἀτράκτους ἅτε ἐς πολὺν ἐμπίπτοντας ὅμιλον ἀνθρώπου ἢ ἵππου ἐπὶ πλεῖστον ἐπιτυγχάνειν ξυνέβαινεν. ἐπεὶ δὲ ἅπαντα σφᾶς τὰ βέλη ἤδη ἐπελελοίπει, οἵδε κατὰ τάχος ὀπίσω ἀπήλαυνον, διώκοντές τε οἱ Γότθοι ἐνέκειντο.

由于他们的箭矢落入密集的敌群中,结果大多射中了人或马。待到他们的箭矢尽数耗尽,众人便飞速策马后撤,哥特人则随后紧追不舍。

§5.27.10

ὡς δὲ τοῦ περιβόλου ἐγγυτέρω ἵκοντο, τά τε ἐκ τῶν μηχανῶν τοξεύματα οἱ τεχνῖται ἐνήργουν, καὶ τῆς διώξεως οἱ βάρβαροι κατωρρωδηκότες ἀπέσχοντο.

然而当他们接近城墙防线时,工匠们便开动机关发射巨箭,蛮族震惧之下停止了追击。

§5.27.11

λέγονται δὲ Γότθοι οὐχ ἧσσον ἢ χίλιοι ἐν τῷ ἔργῳ τούτῳ ἀποθανεῖν. ἡμέραις δὲ ὀλίγαις ὕστερον Βελισάριος Μουνδίλαν τῶν δορυφόρων τῶν αὑτοῦ ἕτερον, καὶ Διογένην, διαφερόντως ἀγαθοὺς τὰ πολέμια, ξὺν ὑπασπισταῖς τριακοσίοις στείλας, ταὐτὸ ποιεῖν τοῖς προτέροις ἐκέλευε. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν.

据说哥特人在这次战斗中死者不下千人。数日后,贝利撒留派出了其卫士中的另一人蒙迪拉斯以及狄奥格内斯(两人皆在战阵中极为骁勇),配以三百名亲卫兵,命其如先前那般行事;他们亦照此施为。

§5.27.12

ὑπαντιασάντων δὲ τῶν πολεμίων ξυνηνέχθη αὐτῶν οὐχ ἥσσους, εἰ μὴ καὶ πλείους, ἢ ἐν τῷ προτέρῳ ἔργῳ τρόπῳ τῷ αὐτῷ ἀπολωλέναι.

待敌军出迎交战时,哥特人以同样方式被歼灭的人数,较上次战斗若非更多,亦绝不少于前次。

§5.27.13

πέμψας δὲ καὶ τρίτον ξὺν ἱππεῦσι τριακοσίοις Ὀΐλαν τὸν δορυφόρον, ἐφ’ ᾧ τὰ ὅμοια τοὺς πολεμίους ἐργάσονται,3 ταὐτὰ ἔδρασε.

其后他又第三次派遣卫士奥伊拉斯率三百骑兵出击,以便对敌军施以同样的打击,并取得了同样的结果。

§5.27.14

τρεῖς τε, καθάπερ μοι ἐρρήθη, ἐπεκδρομὰς ποιησάμενος τῶν ἐναντίων ἀμφὶ τετρακισχιλίους διέφθειρεν.

正如我所记载的那样,通过这三次出击,他消灭了约四千名敌兵。

§5.27.15

Οὐίττιγις δὲ (οὐ γὰρ αὐτὸν εἰσῄει τὸ διαλλάσσον ἐν τοῖς στρατοπέδοις τῆς τε ὁπλίσεως καὶ τῆς ἐς τὰ πολέμια ἔργα μελέτης)4 ῥᾷστα καὶ αὐτὸς ᾤετο τὰ ἀνήκεστα τοὺς πολεμίους ἐργάσασθαι, ἤν γε στρατῷ ὀλίγῳ ἐπ’ αὐτοὺς τὴν ἔφοδον ποιοίη.

然而维蒂吉斯——因其并未领悟到两军在装备以及战事操演上的差异——以为只要派一支偏师向敌军发起突袭,自己亦能轻而易举地给敌方造成毁灭性打击。

§5.27.16

ἔπεμψεν οὖν ἱππεῖς πεντακοσίους, ἄγχιστά τε τοῦ περιβόλου ἰέναι κελεύσας, καὶ ὅσα πρὸς ὀλίγων πολλάκις πολεμίων πεπόνθασι, ταῦτα δὴ ἐς ξύμπασαν τὴν ἐκείνων στρατιὰν ἐπιδείξασθαι.

于是他派遣了五百名骑兵,命其逼近城墙防线,将己方此前屡次自少数敌兵手中蒙受的打击,照样向敌全军施展一遍。

语法注4 条
  1. 5.27.1ἡμέραις δὲ ὕστερον εἴκοσιν ἢ ὁ Πόρτος ἥ τε πόλις καὶ ὁ λιμὴν ἑάλω

    表示“在……之后二十天”的时间比较句式(ὕστερον ἤ 引导从句),前置程度与格 ἡμέραις εἴκοσιν 表示时间差。主语 ὁ Πόρτος 由同位语 ἥ τε πόλις καὶ ὁ λιμήν 进一步明确。

  2. 5.27.3πολεμητέα σφίσιν ἐπὶ τοὺς πολεμίους εἶναι

    中性复数动词性形容词 πολεμητέα(用法等同于单数 πολεμητέον)构成的非人称义务表达,间接反身代词与格 σφίσιν 作施事主语,意为“他们应当向敌人发起战斗”。

  3. 5.27.13ἐφ’ ᾧ τὰ ὅμοια τοὺς πολεμίους ἐργάσονται

    短语 ἐφ' ᾧ 接将来时直陈式,表示目的或预期的条件(“以便/在……的条件下”)。动词 ἐργάσονται 支配双宾格(事物的宾格 τὰ ὅμοια 与受影响对象的宾格 τοὺς πολεμίους),意为“以便对敌人造成同样的打击”。

  4. 5.27.15οὐ γὰρ αὐτὸν εἰσῄει τὸ διαλλάσσον ἐν τοῖς στρατοπέδοις τῆς τε ὁπλίσεως καὶ τῆς ἐς τὰ πολέμια ἔργα μελέτης

    插入句。动词 εἰσῄει 配人称宾格 αὐτόν(“未曾进入其头脑/未曾被其意识到”),主语为实质化的中性分词 τὸ διαλλάσσον(“差异”),其后附带两个说明具体方面的属格(τῆς ὁπλίσεως 与 τῆς μελέτης,即“在装备与实战训练方面”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.27.1-5.27.16