- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.26.1-5.26.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
维蒂吉斯下令处死扣押在拉文纳的罗马元老院议员后,攻占了疏于防备的波尔图斯港以切断补给,使被围的罗马守军陷入海运困境。
Οὐίττιγις δὲ τὰ μὲν πρῶτα θυμῷ τε καὶ ἀπορίᾳ ἐχόμενος τῶν δορυφόρων τινὰς ἐς Ῥάβενναν πέμψας, Ῥωμαίων τοὺς ἐκ βουλῆς ἅπαντας οὕσπερ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἐνταῦθα ἤγαγε κτείνειν ἐκέλευε.
维蒂吉斯起初陷入愤怒与困顿之中,遂派遣若干卫兵前往拉文纳,命令将他在开战之初带往那里的所有罗马元老院议员悉数处死。
καὶ αὐτῶν τινες μὲν προμαθόντες φυγεῖν ἴσχυσαν, ἐν οἷς Βηργεντῖνός τε ἦν καὶ Ῥεπάρατος, Βιγιλίου ἀδελφός, τοῦ Ῥώμης ἀρχιερέως, οἵπερ ἄμφω ἐς Λιγούρους κομισθέντες αὐτοῦ ἔμενον· οἱ δὲ λοιποὶ ἅπαντες διεφθάρησαν.
他们当中有些人事先得知消息而得以逃脱,其中包括维尔根提努斯以及罗马主教维吉利乌斯的兄弟雷帕拉图斯;这两人逃往利古里亚并留在那里,而其余之人皆被处决。
μετὰ δὲ Οὐίττιγις πολλὴν ἄδειαν ὁρῶν τοῖς πολεμίοις οὖσαν ἐκφορεῖν τε εἴ τι ἐκ τῆς πόλεως βούλοιντο, καὶ τὰ ἐπιτήδεια κατά τε γῆν καὶ θάλασσαν ἐσκομίζεσθαι, τὸν λιμένα, ὃν δὴ Πόρτον Ῥωμαῖοι καλοῦσι, καταλαβεῖν ἔγνω.
此后,维蒂吉斯见敌人拥有充分的自由,可随意从城中向外运送物资,且能通过水陆两路运入必需品,于是决定夺取罗马人称之为波尔图斯的港口。
Ὃς δὴ ἀπέχει μὲν τῆς πόλεως ἓξ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίους· μέτρῳ γὰρ τοσούτῳ τὸ μὴ ἐπιθαλασσία εἶναι διείργεται Ῥώμη·1
该港距罗马城一百二十六斯塔狄翁;正是隔着如此距离,罗马才未能成为一座临海之城。
ἔστι δὲ ᾗ ὁ ποταμὸς Τίβερις τὰς ἐκβολὰς ἔχει, ὃς δὴ ἐκ Ῥώμης φερόμενος, ἐπειδὰν τῆς θαλάσσης ἐγγυτέρω γένηται ὅσον ἀπὸ σταδίων πεντεκαίδεκα, δίχα σχιζόμενος τὴν ἱερὰν νῆσον καλουμένην ἐνταῦθα ποιεῖ.
它位于台伯河入海口处;这条河流自罗马奔流而下,当流至距海约十五斯塔狄翁处时,便一分为二,在此形成了所谓的“神圣之岛”。
προϊόντος τε τοῦ ποταμοῦ εὐρυτέρα ἡ νῆσος γίνεται, ὡς τῷ μήκει τὸ τοῦ εὔρους μέτρον κατὰ λόγον εἶναι, σταδίους γὰρ πεντεκαίδεκα ῥεῦμα ἑκάτερον ἐν μέσῳ ἔχει·
随着河流向前延伸,该岛逐渐变宽,其宽度与长度成比例;因为在两条水道之间足有十五斯塔狄翁之宽。
ναυσίπορός τε ὁ Τίβερις ἀμφοτέρωθι μένει. τὸ μὲν οὖν ἐν δεξιᾷ τοῦ ποταμοῦ μέρος ἐς τὸν λιμένα τὰς ἐκβολὰς ποιεῖται, ὧν ἐκτὸς πόλιν ἐκ παλαιοῦ Ῥωμαῖοι πρὸς τῇ ὄχθῃ ἐδείμαντο, τεῖχος περιβεβλημένην ἐχυρὸν μάλιστα, Πόρτον τε αὐτὴν τῷ λιμένι ὁμωνύμως καλοῦσιν.
而台伯河在两支流上均保持通航。河流右侧的水道注入该港,罗马人自古以来便在出水口外侧的河岸上建有一座城市,四周筑有极为坚固的城墙,并取与该港相同的名字称其为波尔图斯。
ἐν ἀριστερᾷ δὲ πρὸς τῇ ἑτέρᾳ τοῦ Τιβέριδος ἐς τὴν θάλασσαν ἐκβολῇ πόλις Ὀστία κεῖται, τῆς τοῦ ποταμοῦ ἠϊόνος ἐκτός, λόγου μὲν πολλοῦ τὸ παλαιὸν ἀξία, νῦν δὲ ἀτείχιστος παντάπασιν οὖσα.
在左侧,台伯河注入大海的另一河口旁坐落着奥斯提亚城,位于河滩外侧;此地在古时名声显赫,如今却完全没有城墙防御。
ὁδὸν τοίνυν, ἣ ἐς Ῥώμην ἐκ τοῦ Πόρτου φέρει, ὁμαλήν τε καὶ ἐμπόδιον οὐδὲν ἔχουσαν τὸ ἐξ ἀρχῆς Ῥωμαῖοι πεποίηνται.
从波尔图斯通往罗马的道路,罗马人自始便修筑得平坦且毫无阻碍。
βάρεις τε ἀεὶ πολλαὶ ἐξεπίτηδες ἐν τῷ λιμένι ὁρμίζονται, καὶ βόες οὐκ ὀλίγοι ἐν παρασκευῇ ἀγχοτάτω ἑστᾶσιν.
港内特意长年停泊着许多驳船,近旁亦备有为数不少的公牛。
ἐπειδὰν οὖν οἱ ἔμποροι ταῖς ναυσὶν ἐς τὸν λιμένα ἀφίκωνται, ἄραντες τὰ φορτία ἐνθένδε καὶ ταῦτα ἐνθέμενοι ἐν ταῖς βάρεσι, πλέουσι διὰ τοῦ Τιβέριδος ἐπὶ τὴν Ῥώμην, ἱστίοις μὲν ἢ κώπαις ἥκιστα χρώμενοι, ἐπεὶ οὔτε ἀνέμῳ τινὶ ἐνταῦθα οἷά τέ ἐστι τὰ πλοῖα ὠθεῖσθαι συχνά τε τοῦ ποταμοῦ ἐπὶ πλεῖστον ἑλισσομένου καὶ οὐκ ἐκ τοῦ εὐθέος ἰόντος, οὐδέ τι ἐνεργεῖν αἱ κῶπαι δύνανται, τῆς τοῦ ὕδατος ῥύμης ἀπ’ ἐναντίας αὐταῖς ἀεὶ φερομένης.
因此,每当商贾驾船抵达该港,便将货物自海船卸下并装入驳船,沿台伯河驶往罗马;他们极少使用帆或桨,因为河流大部分地段迂回曲折而不沿直线奔流,在此处绝不可能借助风力推动船只,且水流始终迎面冲刷,船桨亦起不到任何作用。
βρόχους δὲ ἀπὸ τῶν βάρεων ἐς τῶν βοῶν τοὺς αὐχένας ἀρτήσαντες ἕλκουσιν αὐτὰς ὥσπερ ἁμάξας ἄχρι ἐς Ῥώμην.
于是他们将绳索由驳船系在公牛的颈项上,像拉车一样将船只一路拖曳至罗马。
ἑτέρωθι δὲ τοῦ ποταμοῦ ἐκ πόλεως Ὀστίας ἐς Ῥώμην ἰόντι2 ὑλώδης τε ἡ ὁδός ἐστι καὶ ἄλλως ἀπημελημένη καὶ οὐδὲ τῆς τοῦ Τιβέριδος ἠϊόνος ἐγγύς, ἅτε τῆς τῶν βάρεων ἀνολκῆς ἐνταῦθα οὐκ οὔσης.
而在河流的另一侧,对于从奥斯提亚城前往罗马的人而言,道路草木丛生且荒废不堪,甚至不靠近台伯河畔,因为此处并不进行驳船的拖曳。
Ἀφύλακτον οὖν τὴν πρὸς τῷ λιμένι πόλιν εὑρόντες οἱ Γότθοι αὐτήν τε αὐτοβοεὶ εἷλον καὶ Ῥωμαίων τῶν ταύτῃ ᾠκημένων πολλοὺς ἔκτειναν, καὶ τὸν λιμένα ξὺν αὐτῇ ἔσχον. χιλίους τε σφῶν ἐνταῦθα φρουροὺς καταστησάμενοι ἐς τὰ στρατόπεδα οἱ λοιποὶ ἀνεχώρησαν.
于是哥特人发现港旁之城并无守备,便一举将其攻克,并杀害了许多定居于此的罗马人,港口亦随之落入其手。他们在那里留驻了一千名守兵,其余人员则撤回营地。
καὶ ἀπ’ αὐτοῦ τοῖς πολιορκουμένοις τὰ ἐκ θαλάσσης ἐσκομίζεσθαι ἀδύνατα ἦν, ὅτι μὴ διὰ τῆς Ὀστίας πόνῳ τε, ὡς τὸ εἰκός, καὶ κινδύνῳ μεγάλῳ.
自此,被围困者已不可能从海上运入补给,除非取道奥斯提亚,而这理所当然地伴随着极大的劳苦与危险。
οὐδὲ γὰρ καταίρειν ἐνταῦθα Ῥωμαίων νῆες τὸ λοιπὸν εἶχον, ἀλλ’ ἐν τῷ Ἀνθίῳ ὡρμίζοντο, ἡμέρας ὁδῷ τῆς Ὀστίας ἀπέχοντι.
因为罗马船只此后无法在那里靠泊,只得抛锚于距奥斯提亚一日行程的安提乌姆。
ἐνθένδε τε τὰ φορτία αἰρόμενοι ἐκόμιζον μόλις· αἴτιον δὲ ἡ ὀλιγανθρωπία ἐγίνετο. Βελισάριος γὰρ περὶ τῷ Ῥώμης περιβόλῳ δείσας τὸν λιμένα κρατύνασθαι οὐδεμιᾷ φυλακῇ ἴσχυσεν.
他们从那里卸下货物,极为艰难地进行转运;造成此种局面的原因是兵力匮乏。贝利撒留因忧虑罗马外墙的安全,未能以任何兵力守固该港。
οἶμαι γὰρ ἂν εἰ καὶ τριακόσιοι ἐνταῦθα ἐφύλασσον, οὔ ποτε τοὺς βαρβάρους ἀποπειρᾶσθαι τοῦ χωρίου,3 ἐχυροῦ ἐς τὰ μάλιστα ὄντος.
因为我认为,即便当时有三百人在此防守,由于该地极为坚固,蛮族亦决不敢打此地的主意。
- 5.26.4τὸ μὴ ἐπιθαλασσία εἶναι διείργεται Ῥώμη
表示阻隔、阻碍的动词 διείργεται 与带有冗余否定词 μή 的带冠词不定式(τὸ μὴ ... εἶναι)连用,字面意为“罗马被(这般距离)隔绝,致使其未能成为临海之城”。在希腊语中,阻碍或阻止类动词后接不定式时,习惯上常带有赘生性否定词 μή。
- 5.26.13ἰόντι
现在时分词 εἶμι 的与格单数阳性形式,在此充当“观点与格”或“关涉与格”(dativus iudicantis),用于确立视角,意为“对于从奥斯提亚城前往罗马的人而言”。
- 5.26.19οἶμαι γὰρ ἂν εἰ καὶ τριακόσιοι ἐνταῦθα ἐφύλασσον, οὔ ποτε τοὺς βαρβάρους ἀποπειρᾶσθαι τοῦ χωρίου
表示思考的动词 οἶμαι 引出接不定式 ἀποπειρᾶσθαι 的间接引语结构,小词 ἄν 发生前置倒装(hyperbaton)并修饰该不定式。这代表一个过去与事实相反的虚拟条件句(过去未完成时直陈式 + ἄν 作为结论句)转化为不定式的形式,对应于条件从句 εἰ καὶ ... ἐφύλασσον(“因为我认为,即便有三百人防守,蛮族也决不会尝试攻打该地”)。
