- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.25.13-5.25.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留以通敌嫌疑流放了教宗西尔维里乌斯及部分元老院议员,并采取了频繁更换钥匙与守兵的严密防务措施。围城期间,城中有人出于古老传统试图暗中推开雅努斯神庙的大门。
Ὑποψίας δὲ ἐς Σιλβέριον τὸν τῆς πόλεως ἀρχιερέα γεγενημένης, ὡς δὴ προδοσίαν ἐς Γότθους πράσσοι, αὐτὸν μὲν ἐς τὴν Ἑλλάδα ἔπεμψεν αὐτίκα, ἕτερον δὲ ἀρχιερέα ὀλίγῳ ὕστερον, Βιγίλιον ὄνομα, κατεστήσατο.
由于城中主教西尔维里乌斯被怀疑暗中向哥特人行通敌之事,贝利撒留立即将他流放至希腊,并在不久之后另立了一位主教,名叫维吉利乌斯。
τινὰς δὲ καὶ τῶν ἐκ βουλῆς ἐπ’ αἰτίᾳ τῇ αὐτῇ ἐνθένδε ἐξελάσας, ἐπειδὴ τὴν πολιορκίαν οἱ πολέμιοι διαλύσαντες ἀνεχώρησαν, ἐς τὰ οἰκεῖα κατήγαγεν αὖθις.
他还因同一罪名将元老院的部分议员逐出此地,但在敌军解围撤退之后,他又将他们召回原籍。
ἐν τοῖς καὶ Μάξιμος ἦν, οὗ δὴ ὁ προπάτωρ Μάξιμος τὸ ἐς Βαλεντινιανὸν βασιλέα πάθος εἴργαστο. δείσας δὲ μή τις πρὸς φυλάκων τῶν κατὰ πύλας ἐπιβουλὴ γένηται, καί τις ἔξωθεν χρήμασί τε αὐτοὺς κακουργήσων ἴοι, δὶς ἑκάστου μηνὸς τάς τε κλεῖς ἁπάσας ἀφανίζων ἀνενεοῦτο ἀεὶ ἐς ἕτερον σχῆμα, καὶ τοὺς φύλακας ἐς φυλακτήριον ἄλλο μακράν που ἄποθεν τοῦ προτέρου ἀντικαθίστη, τοῖς τε ἐν τῷ περιβόλῳ φυλακὴν ἔχουσιν ἐς νύκτα ἑκάστην ἑτέρους ἐφίστη.
这些人中包括马克西姆斯,其先祖马克西姆斯曾加害于瓦伦提尼安皇帝。因担心城门守卫策划阴谋,且有外人以重金将其收买,贝利撒留每月两次销毁所有钥匙并变换其形制,又将守兵轮换调往远离原先哨位的另一驻地,并在环墙守军之上每夜指派不同之人巡查。
οἶς δὴ ἐπέκειτο μέτρον τι τοῦ τείχους περιιοῦσιν ἐκ περιτροπῆς ἀναγράφεσθαι τὰ τῶν φυλάκων ὀνόματα, καὶ ἤν τις ἐνθένδε ἀπολειφθείη, ἕτερον μὲν ἀντ’ αὐτοῦ καταστήσασθαι ἐν τῷ παραυτίκα, ἀναφέρειν δὲ τῇ ὑστεραίᾳ ἐφ’ ἑαυτόν, ὅστις ποτὲ ὁ ἀπολειφθεὶς εἴη, ὅπως δὴ κόλασις ἡ προσήκουσα ἐς αὐτὸν γίνοιτο.
这些巡查人员的任务是在轮流巡视一段城墙时登记守兵的姓名;若有人擅离职守,便在当场另派一人替代,并在次日向贝利撒留禀报缺席者为何人,以便对他施以应有的惩处。
καὶ μουσικοῖς μὲν ὀργάνοις χρήσασθαι τοὺς τεχνίτας ἐν τῷ περιβόλῳ νύκτωρ ἐκέλευε, τῶν δὲ στρατιωτῶν τινας καὶ οὐχ ἥκιστα τῶν Μαυρουσίων ἔξω ἔπεμπεν, οἳ ἀμφὶ τὴν τάφρον διανυκτερεύσειν ἀεὶ ἔμελλον, καὶ ξὺν αὐτοῖς κύνας ἠφίει, ὅπως δὴ μηδὲ ἄποθέν τις ἐπὶ τὸν περίβολον ἰὼν διαλάθοι.
他还命令乐师们夜间在环墙上鸣奏乐器,并派遣部分士兵(尤其是摩尔人)驻于城外,令其常夜宿于壕沟四周,并配以猎犬,务使任何从远方潜向环墙之人无法逃脱察觉。
Τότε καὶ τοῦ Ἰάνου νεὼ τὰς θύρας τῶν τινες Ῥωμαίων βιασάμενοι ἀνακλῖναι λάθρα ἐπειράσαντο.
此时,若干罗马人亦曾试图强行暗中推开雅努斯神庙的大门。
ὁ δὲ Ἴανος οὗτος πρῶτος μὲν ἦν τῶν ἀρχαίων θεῶν οὓς δὴ Ῥωμαῖοι γλώσσῃ τῇ σφετέρᾳ Πένατες ἐκάλουν. ἔχει δὲ τὸν νεὼν ἐν τῇ ἀγορᾷ πρὸ τοῦ βουλευτηρίου ὀλίγον ὑπερβάντι τὰ Τρία Φᾶτα·1
这位雅努斯乃是罗马人用本国语言称为佩那忒斯的诸古神之首。他的神庙位于广场上的元老院议事堂前方,略微越过“三命运神”
οὕτω γὰρ Ῥωμαῖοι τὰς Μοίρας νενομίκασι καλεῖν. ὅ τε νεὼς ἅπας χαλκοῦς ἐν τῷ τετραγώνῳ σχήματι ἕστηκε, τοσοῦτος μέντοι, ὅσον τὸ ἄγαλμα τοῦ Ἰάνου σκέπειν.
之处;因为罗马人习惯如此称呼摩伊赖。整座神庙皆为青铜所造,呈方形伫立,其大小刚好能容纳雅努斯的雕像。
ἔστι δὲ χαλκοῦν οὐχ ἧσσον ἢ πηχῶν πέντε τὸ ἄγαλμα τοῦτο, τὰ μὲν ἄλλα πάντα ἐμφερὲς ἀνθρώπῳ, διπρόσωπον δὲ τὴν κεφαλὴν ἔχον, καὶ τοῖν προσώποιν θάτερον μὲν πρὸς ἀνίσχοντα, τὸ δὲ ἕτερον πρὸς δύοντα ἥλιον τέτραπται.
这尊青铜雕像高度不下五肘,其他各处皆与人无异,只是头部生有双面,两面分别朝向日出与日落之处。
θύραι τε χαλκαῖ ἐφ’ ἑκατέρῳ προσώπῳ εἰσίν, ἃς δὴ ἐν μὲν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν ἐπιτίθεσθαι τὸ παλαιὸν Ῥωμαῖοι ἐνόμιζον, πολέμου δὲ σφίσιν ὄντος ἀνέῳγον.
每一面前方均有青铜门,古时罗马人在和平昌盛之时习惯将门闭合,发生战争时则开启之。
ἐπεὶ δὲ τὸ Χριστιανῶν δόγμα, εἴπερ τινὲς ἄλλοι, Ῥωμαῖοι ἐτίμησαν, ταύτας δὴ τὰς θύρας οὐκέτι οὐδὲ πολεμοῦντες ἀνέκλινον.
但自罗马人比其他任何人都更尊奉基督教义以来,他们即使在作战时亦不再开启这些门。
ἀλλ’ ἐν ταύτῃ δὴ τῇ πολιορκίᾳ τινὲς τὴν παλαιάν, οἶμαι, δόξαν ἐν νῷ ἔχοντες ἐγκεχειρήκασι μὲν αὐτὰς ἀνοιγνύναι λάθρα, οὐ μέντοι παντάπασιν ἴσχυσαν, πλήν γε δὴ ὅσον μὴ ἐς ἀλλήλας, ὥσπερ τὸ πρότερον, μεμυκέναι τὰς θύρας.2 καὶ ἔλαθόν γε οἱ τοῦτο δρᾶν ἐγκεχειρηκότες· ζήτησις δὲ τοῦ ἔργου οὐδεμία ἅτε ἐν μεγάλῳ θορύβῳ ἐγεγόνει, ἐπεὶ οὔτε τοῖς ἄρχουσιν ἐγνώσθη, οὔτε ἐς τὸ πλῆθος, ὅτι μὴ ἐς ὀλίγους κομιδῆ, ἦλθεν.
然而在此次围城期间,某些人念及古老信仰(我以为如此),遂企图暗中将门开启;但他们并未完全成功,仅使得两扇门无法像从前那样紧密闭合而已。企图行此事者始终未曾暴露;且由于局势大乱,此事亦未受到任何追查,因为长官们既未发觉,除极少数人外,大众亦无从知晓。
- 5.25.19ὀλίγον ὑπερβάντι τὰ Τρία Φᾶτα
与格分词 ὑπερβάντι 属于表示行进观察者视角的判断与格(dativus iudicantis),是描述地理方位的惯用句式,意为“从(前行者)越过‘三命运神像’稍许之处”。
- 5.25.24πλήν γε δὴ ὅσον μὴ ἐς ἀλλήλας, ὥσπερ τὸ πρότερον, μεμυκέναι τὰς θύρας
该结构由 πλήν ὅσον μή 引出宾格加不定式结构(宾格主语 τὰς θύρας 搭配完成体不定式 μεμυκέναι),意为“除了两扇门不再如原先那样紧密合拢之外”。否定词 μή 修饰不定式,限定了门被撬动后的残存状态。
