← 普罗科皮乌斯

战史

§5.25.1-5.25.12

疏散非战斗人员与招募平民协守城墙

哥特人攻城受挫后,贝利撒留安排非战斗人员疏散以节约粮食,并将城中贫困平民编入守城队伍发放饷银,与士兵轮流守卫城墙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.25.1

Ἐπειδὴ Γότθοι ἀπεκρούσθησαν τειχομαχοῦντες, ηὐλίσαντο τὴν νύκτα ἐκείνην οὕτως ὥσπερ ἐρρήθη ἑκάτεροι.

当哥特人在攻城战中被击退后,双方当夜均如前所述安营扎寨。

§5.25.2

τῇ δὲ ὑστεραίᾳ Βελισάριος πάντας Ῥωμαίους ἐκέλευε παῖδάς τε καὶ γυναῖκας ἐς Νεάπολιν ὑπεκκομίζειν, καὶ τῶν οἰκετῶν ὅσους μὴ ἀναγκαίους σφίσιν ἐς τοῦ τείχους τὴν φυλακὴν ἔσεσθαι ᾤοντο, ὅπως δὴ μὴ ἐς ἀπορίαν τῶν ἐπιτηδείων καθιστῶνται.

次日,贝利撒留命令所有罗马人将妇女儿童以及他们认为守城用不着的仆从秘密遣送至那不勒斯,以免陷入粮食匮乏的境地。

§5.25.3

ταὐτὸ δὲ τοῦτο ποιεῖν καὶ τοῖς στρατιώταις ἐπήγγελλεν, εἴ τινι οἰκέτης ἢ θεράπαινα ἦν. οὐ γὰρ ἔτι οἷός τε εἶναι τὰς σιτήσεις αὐτοῖς ἔφασκεν ἐν πολιορκίᾳ κατὰ τὰ εἰωθότα παρέχεσθαι, ἀλλ’ αὐτοὺς τὸ μὲν ἥμισυ ἐς ἡμέραν ἑκάστην ἐν αὐτοῖς φέρεσθαι τοῖς ἐπιτηδείοις ἐπάναγκες εἶναι, τὸ δὲ λειπόμενον ἐν ἀργυρίῳ.

他也向士兵下达了同样的命令,若谁有男女仆从亦须如此。因他声称在围城期间再也无法照常向他们配发全额口粮,他们每日必须半数领取粮食实物,其余部分则领取现钱。

§5.25.4

οἱ δὲ κατὰ ταῦτα ἐποίουν. καὶ πλῆθος πολὺ αὐτίκα ἐς Καμπανίαν ᾔει. ἐκομίζοντο δὲ οἱ μὲν πλοίων ἐπιτυχόντες ἅπερ ἐν τῷ Ῥώμης λιμένι ὡρμίζετο, οἱ δὲ καὶ πεζῇ ὁδῷ τῇ καλουμένῃ Ἀππίᾳ ἰόντες.

众人遵命行事。旋即有大批民众前往坎帕尼亚。有些人寻得停泊在罗马港口的船只乘船而去,另一些人则沿着被称为阿庇亚大道的道路徒步前行。

§5.25.5

κίνδυνός τε οὐδεὶς ἢ δέος ἐκ τῶν πολιορκούντων ἐγίνετο οὔτε τοῖς ταύτῃ βαδίζουσιν οὔτε τοῖς ἐπὶ τοῦ λιμένος ἰοῦσιν.

无论对于沿此路行走者,还是前往港口者,来自包围军的危险或恐慌皆未发生。

§5.25.6

οἱ γὰρ πολέμιοι οὔτε Ῥώμην ξύμπασαν τοῖς χαρακώμασι περιβαλέσθαι διὰ μέγεθος τῆς πόλεως οἷοί τε ἦσαν οὔτε κατ’ ὀλίγους ἐτόλμων μακρὰν ἀπολείπεσθαι τῶν στρατοπέδων, φοβούμενοι τὰς ἐπεκδρομὰς τῶν ἐναντίων.

因为敌军由于城市规模庞大,无法用工事合围整个罗马城,亦不敢以少数人远离营垒,因畏惧对手的出击。

§5.25.7

καὶ δι’ αὐτὸ τοῖς πολιορκουμένοις ἐπὶ χρόνον τινὰ πολλὴ ἐξουσία ἐγίνετο τῆς τε πόλεως ἀπανίστασθαι καὶ τὰ ἐπιτήδεια ἔξωθεν ἐς αὐτὴν ἐσκομίζεσθαι.

因此在一段时间内,被围困者拥有充分的自由,既可离开城市,亦可从外部将必需品运入城中。

§5.25.8

μάλιστα δὲ νύκτωρ οἱ βάρβαροι ἐς δέος τε ἀεὶ μέγα καθίσταντο καὶ φυλακὰς ποιούμενοι ἐν τοῖς στρατοπέδοις ἡσύχαζον.

尤其在夜间,蛮族常常陷入巨大的恐惧,只是在营垒中设哨守卫,不敢轻动。

§5.25.9

ἐπεὶ ἐκ τῆς πόλεως ἄλλοι τε καὶ Μαυρούσιοι συχνοὶ ἐξιόντες,1 ὅπη τοὺς πολεμίους ἢ καθεύδοντας ἢ ὁδῷ ἰόντας κατ’ ὀλίγους εὑρήσειαν ʽοἷα πολλὰ ἐν στρατῷ μεγάλῳ γίνεσθαι εἴωθεν, ἄλλων τε ἀναγκαίων χρειῶν ἕνεκα καὶ τοῦ βόσκειν ἵππους τε καὶ ἡμιόνους καὶ ζῷα ὅσα ἐς βρῶσιν ἐπιτήδεια ἦν’ ἔκτεινόν τε καὶ κατὰ τάχος ἐσκυλευκότες, πλειόνων σφίσιν, ἂν οὕτω τύχοι, πολεμίων ἐπεισπεσόντων ὑπεχώρουν δρόμῳ, ἄνδρες φύσει τε ποδώκεις καὶ κούφως ἐσκευασμένοι καὶ τῇ φυγῇ προλαμβάνοντες.

盖因其他人员以及大批摩尔人频繁从城中出击,凡遇敌军沉睡或少数人在道路上行走(在大军之中,因其他紧迫事务以及放牧马匹、骡子和可食用的牲畜,往往常有此事发生),便将之斩杀并迅速剥取战利品;即便偶遇较多敌军袭来,他们亦能飞奔撤退,因其天生步伐矫健、装备轻便,且在奔逃中抢得先机。

§5.25.10

οὕτω μὲν ἐκ Ῥώμης ὑποχωρεῖν ὁ πολὺς ὅμιλος ἴσχυον, καὶ οἱ μὲν ἐπὶ Καμπανίας, οἱ δὲ ἐπὶ Σικελίας ᾔεσαν, οἱ δὲ ὅπη ῥᾷόν τε σφίσιν ἐνομίσθη καὶ βέλτιον εἶναι.

这样,大批民众得以离开罗马,有的前往坎帕尼亚,有的前往西西里,有的则前往他们认为更为便利和合适的地方。

§5.25.11

Βελισάριος δὲ ὁρῶν τόν τε τῶν στρατιωτῶν ἀριθμὸν ἥκιστα ἐς τὴν τοῦ τείχους περίοδον ἐξικνούμενον, ὀλίγοι τε γὰρ ἦσαν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, καὶ οὐκ ἀεὶ φυλάσσειν οἱ αὐτοὶ ἄϋπνοι ἴσχυον, ἀλλ’ οἱ μὲν ὕπνον, ὡς τὸ εἰκός, ᾑροῦντο, οἱ δὲ ἐς τὴν φυλακὴν ἐτετάχατο, καὶ τοῦ δήμου τὸ πλεῖστον μέρος πενίᾳ τε πιεζομένους2 καὶ τῶν ἀναγκαίων σπανίζοντας, ἅτε γὰρ βαναύσοις ἀνθρώποις ἐφήμερά τε ἅπαντα ἔχουσι καὶ ἀργεῖν διὰ τὴν πολιορκίαν ἠναγκασμένοις πόρος οὐδεὶς τῶν ἐπιτηδείων ἐγίνετο, στρατιώτας τε καὶ ἰδιώτας ξυνέμιξε καὶ φυλακτηρίῳ ἑκάστῳ ἔνειμε, ῥητόν τινα μισθὸν ἰδιώτῃ ἀνδρὶ τάξας ἐς ἡμέραν ἑκάστην.

贝利撒留眼见士兵人数绝不足以覆盖城墙的全长(因他们人数本就稀少,正如我前文所述,且同一批人无法始终不眠不休地守御,自然是一部分人就寝,另一部分人受命值守),又见城中大部分平民饱受贫困折磨,匮乏生活必需品(因手工业者平日全靠朝夕所得糊口,受围城所困被迫歇业,全无获取口粮之门路),遂将士兵与平民混编,分配至各个哨所,并为每名平民男子规定每日固定的薪饷。

§5.25.12

ὧν δὴ ἐγίνοντο μὲν ξυμμορίαι ἐς τὴν φυλακὴν ἱκανῶς ἔχουσαι, νύκτα δὲ τακτὴν ἡ φυλακὴ τοῦ περιβόλου ἐπέκειτο ξυμμορίᾳ ἑκάστῃ, ἐφύλασσόν τε αὐτῶν ἐκ περιτροπῆς ἅπαντες. καὶ ταύτῃ Βελισάριος ἑκατέρων τὴν ἀπορίαν διέλυεν.

由此组建起足以执行守卫任务的各支队伍;每队按指定的夜晚轮流负责环形城墙的防守,全员轮值。贝利撒留以此化解了双方的困境。

语法注2 条
  1. 5.25.9ἐπεὶ ἐκ τῆς πόλεως ἄλλοι τε καὶ Μαυρούσιοι συχνοὶ ἐξιόντες

    由表示原因的连词 ἐπεὶ 引导的复杂句。该从句的核心限定动词为 ἔκτεινόν τε... καὶ... ὑπεχώρουν,其间嵌套了分词 ἐξιόντες 与 ἐσκυλευκότες、表示反复或不确定动作的祈愿语气从句 ὅπη... εὑρήσειαν、插入成分 (οἷα... ἦν) 以及带有条件语气的属格独立结构 πλειόνων σφίσιν, ἂν οὕτω τύχοι, πολεμίων ἐπεισπεσόντων,形成了层层相扣的宏大句式。

  2. 5.25.11τοῦ δήμου τὸ πλεῖστον μέρος πενίᾳ τε πιεζομένους

    分词 πιεζομένους 为阳性复数宾格,作动词 ὁρῶν 的宾语,但其语法中心词却是中性单数短语 τοῦ δήμου τὸ πλεῖστον μέρος(平民的绝大部分)。此处理解为“依意相符”(constructio ad sensum),即分词的性数配合遵循了集合名词在语义上的复数与有生命属性,而非形式上的语法范畴。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.25.1-5.25.12