← 普罗科皮乌斯

战史

§5.24.20-5.24.37

狄奥多里克造像的凶兆与西比拉神谕

普罗科皮乌斯记述了查士丁尼援军在希腊越冬及皇帝的勉励,讲述了那不勒斯狄奥多里克马赛克造像崩落与王室死难之征兆,并评述了罗马贵族对西比拉神谕的穿凿解说及其晦涩难测。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.24.20

οἱ δὲ καταπλεύσαντες ἐς τὴν Ἑλλάδα ʽπεραιτέρω γὰρ βιάζεσθαι τὸν πλοῦν οὐχ οἷοί τε ἦσαν’ διεχείμαζον ἐς τὰ ἐπὶ Αἰτωλίας τε καὶ Ἀκαρνανίας χωρία.

他们驶抵希腊——因无力继续强行航进——便在埃托利亚与阿卡纳尼亚一带越冬。

§5.24.21

ταῦτά τε Βελισαρίῳ δηλώσας Ἰουστινιανὸς βασιλεὺς ἔτι μᾶλλον αὐτόν τε καὶ Ῥωμαίους ἅπαντας ἐς τὴν προθυμίαν ἐπέρρωσεν.

查士丁尼皇帝将此事通报给贝利撒留,使他及全体罗马人更添斗志。

§5.24.22

Ἐν τούτῳ δὲ ξυνηνέχθη ἐν Νεαπόλει τοιόνδε γενέσθαι. Θευδερίχου τοῦ Γότθων ἄρχοντος εἰκὼν ἐν τῇ ἀγορᾷ ἐτύγχανεν οὖσα, ἐκ ψηφίδων τινῶν ξυγκειμένη, μικρῶν μὲν ἐς ἄγαν, χροιαῖς δὲ βεβαμμένων σχεδόν τι ἁπάσαις.

在此期间,那不勒斯发生了如下之事。广场上有一尊哥特人统治者狄奥多里克的造像,由极细小且几乎染有各色光彩的马赛克石块拼成。

§5.24.23

ταύτης τῆς εἰκόνος ποτὲ τὴν κεφαλὴν διαρρυῆναι ζῶντος Θευδερίχου ξυμβέβηκε, τῆς τῶν ψηφίδων ἐπιβολῆς ἐκ τοῦ αὐτομάτου ξυνταραχθείσης, καὶ Θευδερίχῳ ξυνηνέχθη τελευτῆσαι τὸν βίον αὐτίκα δὴ μάλα.

狄奥多里克在世时,由于小石块的镶嵌自行脱落,该像的头部脱落,而狄奥多里克旋即寿终。

§5.24.24

ἐνιαυτοῖς δὲ ὀκτὼ ὕστερον αἱ τὴν τῆς εἰκόνος γαστέρα ποιοῦσαι ψηφῖδες διερρύησαν ἐξαπιναίως, καὶ Ἀταλάριχος ὁ Θευδερίχου θυγατριδοῦς εὐθὺς ἐτελεύτα.

八年之后,构成造像腹部的小石块突然崩落,狄奥多里克的外孙阿塔拉里克随即亡故。

§5.24.25

χρόνου τε τριβέντος ὀλίγου πίπτουσι μὲν ἐς γῆν αἱ περὶ τὰ αἰδοῖα ψηφῖδες, Ἀμαλασοῦνθα δὲ ἡ Θευδερίχου παῖς ἐξ ἀνθρώπων ἠφάνιστο. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.

未几,私密处周围的小石块落于地上,狄奥多里克的女儿阿玛拉逊莎亦自人间消逝。这些事态大抵如此进展。

§5.24.26

Γότθων δὲ Ῥώμης ἐς τὴν πολιορκίαν καθισταμένων τὰ ἐκ τῶν τῆς εἰκόνος μηρῶν ἄχρι ἐς ἄκρους πόδας διεφθάρθαι τετύχηκε, ταύτῃ τε ἅπασα ἐκ τοῦ τοίχου ἐξίτηλος ἡ εἰκὼν γέγονεν· οἵ τε Ῥωμαῖοι τὸ πρᾶγμα τοῦτο ξυμβαλόντες περιέσεσθαι τῷ πολέμῳ ἰσχυρίζοντο τὸν τοῦ βασιλέως στρατόν, οὐκ ἄλλο οὐδὲν εἶναι τοὺς Θευδερίχου πόδας ἢ τὸν Γότθων λεὼν ὧν ἐκεῖνος ἦρχεν οἰόμενοι, καὶ ἀπ’ αὐτοῦ εὐέλπιδες ἔτι μᾶλλον ἐγένοντο.

及至哥特人着手围攻罗马之际,造像从大腿直至脚尖的部分悉数损坏,整尊造像遂从墙壁上完全剥落无存。罗马人将此事与现实相联系,断言皇帝的军队将在战争中克敌制胜,他们认为狄奥多里克的双足不外乎是他所统治的哥特民众,因而愈发满怀希望。

§5.24.28

Ἐν μέντοι Ῥώμῃ τῶν τινες πατρικίων τὰ Σιβύλλης λόγια προὔφερον, ἰσχυριζόμενοι τὸν κίνδυνον τῇ πόλει ἄχρι ἐς τὸν Ἰούλιον μῆνα γεγενῆσθαι μόνον.

然而在罗马城内,某些贵族搬出了西比拉神谕,断言对该城的危险仅持续至七月为止。

§5.24.29

χρῆναι γὰρ τότε βασιλέα Ῥωμαίοις καταστῆναί τινα, ἐξ οὗ δὴ Γετικὸν οὐδὲν Ῥώμη τὸ λοιπὸν δείσειε·1 Γετικὸν γάρ φασιν ἔθνος τοὺς Γότθους εἶναι. εἶχε δὲ τὸ λόγιον ὧδε· Quintili mense rege nihil Geticum iam.2

盖因届时罗马人必将立一君王,此后罗马将不再畏惧任何来自盖塔人之事;因他们声称哥特人实为盖塔人的部族。其神谕如下:“第五月,王在位,无复盖塔之虞。”

§5.24.31

πέμπτον δὲ μῆνα τὸν Ἰούλιον ἰσχυρίζοντο εἶναι, οἱ μέν, ὅτι Μαρτίου ἱσταμένου ἡ πολιορκία κατ’ ἀρχὰς γέγονεν, ἀφ’ οὗ δὴ πέμπτον Ἰούλιον ξυμβαίνει εἶναι, οἱ δέ, ὅτι Μάρτιον πρῶτον πρὸ τῆς Νουμᾶ βασιλείας ἐνόμιζον μῆνα, ὅτε δὴ Ῥωμαίοις ἐς δέκα μῆνας ὁ τοῦ ἐνιαυτοῦ χρόνος ξυνῄει, Ἰούλιός τε ἀπ’ αὐτοῦ Κυιντίλιος ὠνομάζετο. ἀλλ’ ἦν ἄρα τούτων οὐδὲν ὑγιές.

他们主张七月即是第五个月,一部分人是因为围城始于三月初,自三月算起七月恰为第五个月;另一部分人则是因为在努马统治之前,人们视三月为首月,当时罗马人一年共计十个月,七月因此被称为“第五月”。然而,这些说法全无根据。

§5.24.32

οὔτε γὰρ βασιλεὺς τότε Ῥωμαίοις κατέστη, καὶ ἡ πολιορκία ἐνιαυτῷ ὕστερον διαλυθήσεσθαι ἔμελλε, καὶ αὖθις ἐπὶ Τουτίλα Γότθων ἄρχοντος ἐς τοὺς ὁμοίους Ῥώμη κινδύνους ἰέναι, ὥς μοι ἐν τοῖς ὄπισθε λελέξεται λόγοις.

因为当时罗马人既未拥立君王,而围城亦要在一年之后方得解除,且其后在哥特统治者托提拉任内罗马仍将重陷类似危机,如我后文所述。

§5.24.33

δοκεῖ γάρ μοι οὐ ταύτην δὴ τὴν τῶν βαρβάρων ἔφοδον τὸ μαντεῖον δηλοῦν, ἀλλ’ ἑτέραν τινὰ ἢ ἤδη ξυμβᾶσαν ἢ ὕστερόν ποτε ἐσομένην.

依我之见,该神谕所示者并非蛮族的此番进犯,而是或已发生、或将发生于后世的另一场侵袭。

§5.24.34

τῶν γὰρ Σιβύλλης λογίων τὴν διάνοιαν πρὸ τοῦ ἔργου ἐξευρεῖν ἀνθρώπῳ οἶμαι ἀδύνατον εἶναι.

盖因我认为,人在事成之前绝不可能探知西比拉神谕之真义。

§5.24.35

αἴτιον δὲ ὅπερ ἐγὼ αὐτίκα δηλώσω ἐκεῖνα ἀναλεξάμενος ἅπαντα. ἡ Σίβυλλα οὐχ ἅπαντα ἑξῆς τὰ πράγματα λέγει οὐδὲ ἁρμονίαν τινὰ ποιουμένη τοῦ λόγου, ἀλλ’ ἔπος εἰποῦσα ὅ τι δὴ ἀμφὶ τοῖς Λιβύης κακοῖς ἀπεπήδησεν εὐθὺς ἐς τὰ Περσῶν ἤθη, ἐνθένδε τε Ῥωμαίων ἐς μνήμην ἐλθοῦσα μεταβιβάζει ἐς τοὺς Ἀσσυρίους τὸν λόγον. καὶ πάλιν ἀμφὶ Ῥωμαίοις μαντευομένη προλέγει τὰ Βρεττανῶν πάθη.

我既已将那些全部通读,这便当即道明其缘由。西比拉叙事既非按部就班,亦无篇章调和之序,而是刚言及利比亚之灾祸,便猝然跃至波斯人之地;既而提及罗马人,复将话锋转至亚述人;方再对罗马人做出预言,又去预告不列颠人之苦难。

§5.24.37

ταύτῃ τε ἀδύνατά ἐστιν ἀνθρώπῳ ὁτῳοῦν πρὸ τοῦ ἔργου τῶν Σιβύλλης λογίων ξυνεῖναι, ἢν μὴ ὁ χρόνος αὐτὸς ἐκβάντος ἤδη τοῦ πράγματος καὶ τοῦ λόγου ἐς πεῖραν ἐλθόντος ἀκριβὴς τοῦ ἔπους ἑρμηνεὺς γένοιτο. ἀλλὰ ταῦτα μὲν λογιζέσθω ἕκαστος ὅπη αὐτῷ φίλον. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.

是以任何人在事发之前皆不可能参透西比拉的神谕,除非时光本身待事情既已发生、其言受过检验之后,化为神谕诗句之精确解读者。然对此诸事,各人自可随意审度;我则重回先前离题之处。

语法注2 条
  1. 5.24.29χρῆναι γὰρ τότε βασιλέα Ῥωμαίοις καταστῆναί τινα, ἐξ οὗ δὴ Γετικὸν οὐδὲν Ῥώμη τὸ λοιπὸν δείσειε

    不定式 χρῆναι 承接前文的 ἰσχυριζόμενοι,在间接引语中充当主谓语,后接带宾格的不定式从句(βασιλέα... καταστῆναί τινα)。关系从句中的动词 δείσειε 则是依随过去次要时态的间接引语希求法(optativus obliquus),相当于直接引语中的将来直陈式。

  2. 5.24.30Quintili mense rege nihil Geticum iam

    此句系拉丁语短语(Quintili mense rege nihil Geticum iam)。在句法上,Quintili mense 作表时间的夺格(“在第五月”),rege 作为省略连系动词分词的独立夺格(意为“在王统治下”或“立王之际”),其后的 nihil Geticum iam 则为主语兼表语的省略句,省略了谓语动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.24.20-5.24.37