- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.24.1-5.24.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留致信查士丁尼皇帝,详述兵力匮乏与强敌压境之危局并急求援军,皇帝接信后震恐并加紧调兵遣将驰援。
Βελισάριός τε γράμματα βασιλεῖ ἔγραψεν· ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ἀφίγμεθα εἰς τὴν Ἰταλίαν, ὥσπερ ἐκέλευες, χώραν τε αὐτῆς περιβεβλημένοι πολλὴν καὶ Ῥώμην κατελάβομεν, ἀπωσάμενοι τοὺς ταύτῃ βαρβάρους, ὧνπερ ἔναγχος τὸν ἄρχοντα Λεύδεριν ἐς ὑμᾶς ἔπεμψα.
贝利撒留致信皇帝,信中陈述如下:“我们遵照您的命令抵达意大利,收复了其广大领土,驱逐了此地的蛮族,并占领了罗马;蛮族的首领勒乌德里斯,正是我不久前押解至您处的那位。
συμβέβηκε δὲ ἡμῖν τῶν στρατιωτῶν πλῆθος ἔν τε Σικελίᾳ καὶ Ἰταλίᾳ ἐπὶ φυλακῇ τῶν ὀχυρωμάτων καταστησαμένοις1 ὧνπερ δυνατοὶ κατακεκρατηκέναι γεγόναμεν, τὸ στράτευμα ἐς πεντακισχιλίους ἀπολελεῖφθαι.
然而,由于我们把绝大部分兵力留置在西西里和意大利,以守卫那些我们所能攻取的要塞,手头的军队最终仅剩五千人。
οἱ δὲ πολέμιοι ἥκουσιν ἐφ’ ἡμᾶς ἐς μυριάδας πεντεκαίδεκα συνειλεγμένοι. καὶ πρῶτον μὲν ἡμῖν ἐπὶ κατασκοπῇ τῶν ἀνδρῶν γενομένοις παρὰ Τίβεριν ποταμόν, ἠναγκασμένοις τε παρὰ γνώμην αὐτοῖς ἐς χεῖρας ἐλθεῖν, μικροῦ κατακεχῶσθαι δοράτων συμβέβηκε πλήθει.2
而敌人纠集了十五万人,向我们逼近。起初,当我们在台伯河畔侦察敌情,被迫违背初衷与他们短兵相接时,险些被乱枪攒刺所掩埋。
ἔπειτα δὲ τειχομαχήσαντες οἱ βάρβαροι παντὶ τῷ στρατῷ καὶ μηχαναῖς τισι προσβαλόντες πανταχόσε τοῦ τείχους, ὀλίγου ἐδέησαν ἡμᾶς τε αὐτοβοεὶ καὶ τὴν πόλιν ἑλεῖν, εἰ μή τις ἡμᾶς ἀνήρπασε τύχη.
继而,蛮族以全军进攻城垣,并在城墙各处布置器械发起猛攻,若非某种天意将我们拯救,他们险些在一阵呐喊声中一举将我们俘获并攻占全城。
τὰ γὰρ τῶν πραγμάτων νικῶντα τὴν φύσιν οὐκ ἂν εἰκότως ἐς ἀνδρῶν ἀρετήν, ἀλλ’ ἐς τὸ κρεῖσσον, ἀναφέρεσθαι πρέποι.
因为凡事态超出人力常理者,理当归于至高之力,而非归于人之勇敢。
τὰ μὲν οὖν ἄχρι τοῦδε ἡμῖν πεπραγμένα, εἴτε τύχῃ τινὶ εἴτε ἀρετῇ, ὡς ἄριστα ἔχει· τὰ δὲ ἐνθένδε βουλοίμην ἂν ἀμείνω τοῖς πράγμασι τοῖς σοῖς ἔσεσθαι.
迄今为止我们所成就的功业,无论是出于某种运气还是出于英勇,皆处于最为完满的境地;但对于今后之事,我希望对您的政业更为有利。
ὅσα μέντοι προσήκει ἐμέ τε εἰπεῖν καὶ ὑμᾶς πρᾶξαι, οὐ μήποτε ἀποκρύψομαι, ἐκεῖνο εἰδώς, ὡς πρόεισι μὲν τὰ ἀνθρώπινα ὅπη ἂν βουλομένῳ τῷ θεῷ εἴη, οἱ δὲ τῶν ἔργων ἁπάντων προστάται ἐκ τῶν σφίσιν αὐτοῖς πεπραγμένων τὰς αἰτίας ἢ τοὺς ἐπαίνους ἐς ἀεὶ φέρονται.
然而,凡属我当言、您当行之事,我绝不隐瞒;因我深知,人间诸事固然全凭上帝旨意推移,但凡一切事业的主管者,终将因己身所作所为而永远承担罪责或赞誉。
οὐκοῦν ὅπλα τε καὶ στρατιῶται στελλέσθων ἐς ἡμᾶς τοσοῦτοι τὸ πλῆθος ὥστε τοῖς πολεμίοις ἡμᾶς τὸ λοιπὸν ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐς πόλεμον τόνδε καθίστασθαι.
因此,望向我们调派如此数量的武器与兵员,以便今后我们能以匹敌之实力同敌人展开这场战争。
οὐ γὰρ ἅπαντα χρεὼν πιστεύειν τῇ τύχῃ, ἐπεὶ οὐδὲ ὁμοίως ἐς πάντα τὸν χρόνον φέρεσθαι πέφυκεν. ἀλλὰ σέ, ὦ βασιλεῦ, ἐκεῖνο εἰσίτω, ὡς ἢν νῦν ἡμῶν οἱ βάρβαροι περιέσονται, Ἰταλίας τε τῆς σῆς ἐκπεσούμεθα καὶ προσαποβαλοῦμεν τὸ στράτευμα, καὶ προσέσται ἡμῖν τοσαύτη τις οὖσα ἡ ὑπὲρ τῶν πεπραγμένων αἰσχύνη.
盖不可在万事上皆依赖侥幸,因为运气生来便不会在所有时光中始终如一。陛下,望您明鉴:若蛮族如今压倒我们,我们不仅将被逐出您的意大利,更将丧失这支军队,而对于往昔功业而言,这等莫大的耻辱将加诸我等之身。
ἐῶ γὰρ λέγειν ὡς καὶ Ῥωμαίους ἀπολεῖν δόξαιμεν,3 οἵ γε περὶ ἐλάσσονος τὴν σωτηρίαν τῆς ἐς τὴν σὴν βασιλείαν πεποίηνται πίστεως.
更不必说,我们还将显得是要毁灭罗马人,而他们此前正是把自身的安危看得轻于对您帝国的忠诚。
ὥστε ἡμῖν καὶ τὴν ἄχρι τοῦδε γενομένην εὐημερίαν εἰς συμφορῶν ὑπόθεσιν τετελευτηκέναι ξυμβήσεται.
如此一来,我们迄今所取得的顺遂,结果反将成为灾难的根源。
εἰ γὰρ Ῥώμης ἡμῖν καὶ Καμπανίας καὶ πολλῷ πρότερον Σικελίας ἀποκεκροῦσθαι τετύχηκε, τὸ πάντων ἂν ἡμᾶς κουφότατον τῶν κακῶν ἔδακνε τὸ μὴ τοῖς ἀλλοτρίοις δεδυνῆσθαι πλουτεῖν.
假使我们当初在罗马、坎帕尼亚以及更早的西西里遭受挫败,那么噬咬我们内心的,不过是诸般不幸中最轻微者——未能以他人之财而致富。
καὶ μὴν καὶ τοῦτο ἐκλογίζεσθαι ὑμᾶς ἄξιον, ὡς Ῥώμην πώποτε πλείω τινὰ χρόνον οὐδὲ μυριάσι πολλαῖς διαφυλάξαι δυνατὸν γέγονε, χώραν τε περιβεβλημένην πολλὴν καὶ τῷ μὴ ἐπιθαλασσίαν εἶναι τῶν ἀναγκαίων ἀποκεκλεισμένην ἁπάντων.
况且,这也值得您深思:罗马所围地域辽阔,又因不临大海而断绝一切生活必需,因而历来即便拥有数万人之众,亦从未能在较长时期内确保其安全守御。
καὶ Ῥωμαῖοι νῦν μὲν εὐνοϊκῶς ἡμῖν ἔχουσι, τῶν δὲ κακῶν αὐτοῖς, ὡς τὸ εἰκός, μηκυνομένων, οὐδὲν μελλήσουσιν ὑπὲρ αὑτῶν ἑλέσθαι τὰ κρείσσω.
罗马人如今虽对我们怀有善意,但若苦难如常理般拖延下去,他们绝不会犹豫去为自身选择更有利的出路。
οἱ γὰρ ἐξ ὑπογύου τισὶν ἐς εὔνοιαν καθιστάμενοι, οὐ κακοτυχοῦντες, ἀλλ’ εὖ πάσχοντες, τὸ πιστὸν ἐς αὐτοὺς διασώζειν εἰώθασιν.
因为凡属新近与人建立善意者,往往是在身受福祉而非身遭困厄之时,方能保持对其忠诚。
ἄλλως τε καὶ λιμῷ Ῥωμαῖοι ἀναγκασθήσονται πολλὰ ὧν οὐκ ἂν βούλοιντο πρᾶξαι.
更兼饥荒势必迫使罗马人做出许多他们违心之事。
ἐγὼ μὲν οὖν οἶδα θάνατον ὀφείλων τῇ σῇ βασιλείᾳ, καὶ διὰ τοῦτο ζῶντά με οὐδεὶς ἂν ἐνθένδε ἐξελᾶν δύναιτο· σκόπει δὲ ὁποίαν ποτέ σοι δόξαν ἡ τοιαύτη Βελισαρίου τελευτὴ φέρει.”
至于我自身,深知当为您的帝国效死,因此只要我活着,便无人能将我从此处逐出;但请您审度,贝利撒留若落得如此结局,究竟能为您带来何等声誉。”
Τοσαῦτα μὲν Βελισάριος ἔγραψε. βασιλεὺς δὲ λίαν ξυνταραχθεὶς στράτευμά τε καὶ ναῦς σπουδῇ ἤγειρε καὶ τοῖς ἀμφὶ Βαλεριανόν τε καὶ Μαρτῖνον ἐπέστελλε κατὰ τάχος ἰέναι.
贝利撒留信中所书大略如此。皇帝大为震恐,急忙调集大军与舟师,并下令瓦勒良与马丁一行星夜驰援。
σταλέντες γὰρ ξὺν στρατεύματι ἄλλῳ ἀμφὶ τὰς χειμερινὰς τροπὰς ἔτυχον, ἐφ’ ᾧ πλεύσουσιν ἐς Ἰταλίαν.4
盖因他们本已在冬至前后率另一支军队派出,原定渡海开赴意大利。
- 5.24.2τῶν στρατιωτῶν πλῆθος ἔν τε Σικελίᾳ καὶ Ἰταλίᾳ ἐπὶ φυλακῇ τῶν ὀχυρωμάτων καταστησαμένοις
与格分词 καταστησαμένοις 与非人称动词 συμβέβηκε 所支配的人称代词 ἡμῖν 一致,表原因或伴随情况(“鉴于我们将多数士兵留守在……”);其后的“宾格+不定式”结构 τὸ στράτευμα... ἀπολελεῖφθαι 则充当 συμβέβηκε 的真正主语。
- 5.24.3μικροῦ κατακεχῶσθαι δοράτων συμβέβηκε πλήθει
属格 μικροῦ 是副词性成语用法,意为“几乎”、“险些”。完成时被动不定式 κατακεχῶσθαι 作非人称动词 συμβέβηκε 的主语,整句意为“险些落得被密集的标枪掩埋的境地”。
- 5.24.10ἐῶ γὰρ λέγειν ὡς καὶ Ῥωμαίους ἀπολεῖν δόξαιμεν
惯用短语 ἐῶ λέγειν(“我姑且不言”、“更不必说”)为修辞上的“虚掩提叙”(praeteritio)。从属从句中的希求法 δόξαιμεν 表示潜在可能性或委婉的主观推断(“我们似乎将显得是要毁灭罗马人”)。
- 5.24.19ἐφ’ ᾧ πλεύσουσιν ἐς Ἰταλίαν
结构 ἐφ’ ᾧ 接将来时直陈式(πλεύσουσιν)表示目的或约定条件(“旨在……”或“以……为条件航行”)。它修饰前文的被动分词 σταλέντες,指明派遣这支部队的任务目标。
