← 普罗科皮乌斯

战史

§5.23.16-5.23.27

维瓦留姆歼敌与罗马军出城出击的胜利

维蒂吉斯率领哥特军掘开饲养野兽的维瓦留姆矮墙突入,贝利撒留诱敌深入狭地予以全歼,并开门全军出击,配合萨拉里亚门的守军大败敌军并焚毁攻城器械。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.23.16

τείχισμα δὲ ἄλλο βραχὺ περιέβαλλον ἔξωθεν αὐτῷ οἱ πάλαι Ῥωμαῖοι, οὐκ ἀσφαλείας τινὸς ἕνεκα ʽοὐ γὰρ οὖν οὐδὲ πύργων ὀχύρωμα εἶχεν, οὐ μὴν οὐδὲ ἐπάλξεις τινὲς ἐνταῦθα πεποίηντο οὐδέ τι ἄλλο ὅθεν ἂν καὶ ἀπώσασθαι οἷόν τε ἦν τὴν ἐς τὸν περίβολον ἐπιβουλὴν τῶν πολεμίων̓, ἀλλὰ τρυφῆς τινος οὐκ εὐπρεποῦς χάριν, ὅπως δὴ λέοντάς τε καὶ τἄλλα θηρία καθείρξαντες ἐνταῦθα τηροῖεν.

古时的罗马人曾在此壁外侧环筑了另一道矮墙,并非为了任何安全起见——因为它既无塔楼之防备,此处也未曾筑有女墙,亦无任何其他可用于击退敌人对城垣企图的设施——而是为了某种有失体统的奢华享乐,即为了将狮子和其他野兽关押在此饲养。

§5.23.17

διὸ δὴ καὶ Βιβάριον τοῦτο ὠνόμασται· οὕτω γὰρ Ῥωμαῖοι καλοῦσι τὸν χῶρον οὗ ἂν τῶν ζῴων τὰ μὴ χειροήθη τρέφεσθαι εἴωθεν. Οὐίττιγις μὲν οὖν μηχανάς τε ἄλλας ἄλλῃ τοῦ τείχους ἡτοίμαζε καὶ ὀρύσσειν τὸ ἔξω τείχισμα τοὺς Γότθους ἐκέλευεν, οἰόμενος, ἢν τούτου ἐντὸς γένωνται, πόνῳ οὐδενὶ τοῦ τείχους κρατήσειν, ὅπερ οὐδαμῆ ἐχυρὸν ξυνηπίστατο εἶναι.

正是因此,这处地方也被称为维瓦留姆;因为罗马人把惯常饲养未驯化兽类的地方称为此名。维蒂吉斯遂在城墙各处准备各种攻城器械,并命令哥特人掘开外围矮墙,认为一旦进入其中,便能毫不费力地攻克城墙,因为他深知那道墙绝非坚固。

§5.23.18

Βελισάριος δὲ ὁρῶν τοὺς πολεμίους τό τε Βιβάριον διορύσσοντας καὶ πολλαχῆ τοῦ περιβόλου προσβάλλοντας, οὔτε ἀμύνειν τοὺς στρατιώτας οὔτε ἐν ταῖς ἐπάλξεσι μένειν, ὅτι μὴ λίαν ὀλίγους,1 εἴα, καίπερ ἅπαν ξὺν αὑτῷ ἔχων εἴ τι ἐν τῷ στρατοπέδῳ λόγιμον ἦν.

而贝利撒留眼见敌人在挖掘维瓦留姆并在城垣各处发起进攻,却既不允许士兵们还击,也不准他们留在女墙上,仅留极少数人除外,尽管他身边聚集了军中所有的知名将士。

§5.23.19

κάτω δὲ ἅπαντας ἀμφὶ τὰς πύλας ἐν παρασκευῇ εἶχε τεθωρακισμένους τε καὶ ξίφη μόνα ἐν χερσὶ φέροντας. ἐπεὶ δὲ οἱ Γότθοι, διελόντες τὸν τοῖχον, ἐντὸς Βιβαρίου ἐγένοντο, Κυπριανὸν ξὺν ἄλλοις τισὶ κατὰ τάχος ἐπ’ αὐτοὺς ἐσβιβάσας ἔργου ἐκέλευεν ἔχεσθαι.2

他让全军在下方城门周围做好准备,人人身披胸甲,手中仅执利剑。当哥特人破墙而入、进至维瓦留姆内部时,贝利撒留迅速派遣西普里安及其他人扑向他们,命令他们投入战斗。

§5.23.20

καὶ οἱ μὲν τοὺς ἐσπεπτωκότας ἅπαντας ἔκτεινον, οὔτε ἀμυνομένους καὶ ὑπὸ σφῶν αὐτῶν διαφθειρομένους ἐν τῇ ἐς τὴν ἔξοδον στενοχωρίᾳ.

西普里安等人将闯入之敌全数诛杀,敌人既不抵抗,又在通往出口的狭窄通道中自相踩踏而死。

§5.23.21

τῶν δὲ πολεμίων τῷ ἀπροσδοκήτῳ καταπλαγέντων καὶ οὐκ ἐν τάξει συντεταγμένων, ἀλλὰ ἄλλου ἄλλῃ φερομένου,3 τοῦ περιβόλου τὰς πύλας ἀνακλίνας ἐξαπιναίως ἅπαν ἐπὶ τοὺς ἐναντίους ἠφίει τὸ στράτευμα.

由于敌人因这突如其来的变故而惊骇失措,未能结成阵列,反倒四散奔逃,贝利撒留遂猛然打开城门,率全军向敌军杀出。

§5.23.22

καὶ οἱ μὲν Γότθοι ἐς ἀλκὴν ἥκιστα ἔβλεπον, ἀλλ’ ἐς φυγήν, ὅπη ἕκαστος ἔτυχεν, ὥρμηντο· ἐπισπόμενοι δὲ Ῥωμαῖοι τοὺς ἀεὶ ἐν ποσὶ ῥᾷστα ἔκτεινον, ἥ τε δίωξις πολλὴ γέγονεν, ἐπεὶ οἱ Γότθοι μακρὰν ἀπολελειμμένοι τῶν σφετέρων χαρακωμάτων τῇδε ἐτειχομάχουν.

哥特人毫无还击之念,只顾各自随处逃奔;罗马人尾随追击,极易诛杀那些频频挡在眼前之人;追击规模变得极为浩大,因为哥特人是在远离自家营垒之处强攻城墙。

§5.23.23

Βελισάριος δὲ τὰς τῶν πολεμίων μηχανὰς καίειν ἐκέλευεν, ἐπὶ πλεῖστόν τε ἡ φλὸξ αἰρομένη μείζονα τὴν ἔκπληξιν, ὡς τὸ εἰκός, τοῖς φεύγουσιν ἐποίει.

贝利撒留命令焚烧敌军的攻城器械,烈焰冲天而起,理所当然地使溃逃之敌益发惊恐。

§5.23.24

Ἐν τούτῳ δὲ καὶ κατὰ πύλην Σαλαρίαν ξυμπεσεῖν τὴν ὁμοίαν τύχην ξυνέβη. τάς τε γὰρ πύλας ἐξαπιναίως ἀνέῳγον καὶ ἐς τοὺς βαρβάρους ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπιπτον, τούτους τε οὐκ ἀμυνομένους, ἀλλὰ τὰ νῶτα στρέψαντας ἔκτεινον, καὶ τὰ κατ’ αὐτοὺς μηχανήματα ἔκαιον. καὶ ἥ τε φλὸξ πολλαχῆ τοῦ τείχους ἐπὶ μέγα ἤρθη ἥ τε τῶν Γότθων ὑπαγωγὴ κατὰ κράτος ἤδη ἐκ παντὸς τοῦ περιβόλου ἐγίνετο, καὶ ἡ κραυγὴ ἀμφοτέρωθεν ὑπερφυὴς ἦν, τῶν μὲν ἐν τῷ τείχει τοῖς διώκουσιν ἐγκελευομένων, τῶν δὲ ἐν τοῖς χαρακώμασι τὴν τοῦ πάθους ὑπερβολὴν ὀδυρομένων.

与此同时,在萨拉里亚门也碰巧发生了相同的战况。因为他们亦突然打开城门,出其不意地扑向蛮族,诛杀那些不加还击、只顾转身奔逃的敌人,并焚烧了正对他们的器械。城墙各处的火焰烈烈腾空,哥特人全线溃退之势已在整个城垣各处蔓延开来;两方的呼喊声震天动地,城墙上的人高呼激励追击者,营垒中的人则为这灾祸之惨重而悲泣。

§5.23.26

ἀπέθανον δὲ Γότθων ἐκείνῃ τῇ ἡμέρᾳ τρισμύριοι, ὡς αὐτῶν οἱ ἄρχοντες ἰσχυρίζοντο, καὶ τραυματίαι πλείους ἐγένοντο· ἅτε γὰρ ἐν πλήθει πολλῷ οἵ τε ἀπὸ τῶν ἐπάλξεων τὰ πλεῖστα ἐτύγχανον εἰς αὐτοὺς βάλλοντες4 καὶ οἱ τὰς ἐπεκδρομὰς ποιούμενοι πάμπολύ τι χρῆμα καταπεπληγμένων τε καὶ φευγόντων ἀνθρώπων διέφθειρον.

正如哥特人的将领们所坚称的那样,那一日哥特人战死达三万人,受伤者则更多;因为敌军人多拥挤,女墙上的射击几乎大半皆能命中,出城突击的人亦杀死了无数惊慌失措、溃逃奔窜之人。

§5.23.27

ἥ τε τειχομαχία πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς δείλην ὀψίαν. ταύτην μὲν οὖν τὴν νύκτα ηὐλίσαντο ἑκάτεροι, Ῥωμαῖοι μὲν ἐν τῷ περιβόλῳ παιανίζοντες καὶ Βελισάριον ἐν εὐφημίαις ποιούμενοι καὶ τὰ τῶν νεκρῶν σκυλεύματα ἔχοντες, Γότθοι δὲ τούς τε τραυματίας σφῶν θεραπεύοντες καὶ τοὺς τελευτήσαντας ὀδυρόμενοι.

这场始于清晨的城垣攻防战,直至傍晚暮色降临方告结束。那一夜,双方各自露营歇息,罗马人在城垣内高唱凯歌,交口称颂贝利撒留,手握从死者身上剥取的战利品;哥特人则在救治伤员、哀悼死者。

语法注4 条
  1. 5.23.18ὅτι μὴ λίαν ὀλίγους

    短语 ὅτι μή 在否定语境下作惯用表达,意为“除……之外”(except)。此处承接前文的否定词 οὔτε,意为“除极少数人之外(不准留在女墙上)”。宾格 ὀλίγους 用作不定式 μένειν 的逻辑主语。

  2. 5.23.19ἔργου ἐκέλευεν ἔχεσθαι

    中动态动词 ἔχεσθαι 搭配属格(ἔργου)构成惯用搭配,意为“着手从事、投身于(某事)”。在此语境中具体指对突入之敌展开战斗与诛杀。

  3. 5.23.21ἄλλου ἄλλῃ φερομένου

    属格独立结构(genitive absolute),代词 ἄλλος 的重复(ἄλλου ἄλλῃ)表达了动作的分散样态,意为“一人奔向此处,另一人奔向彼处”,描摹敌军四散奔逃、溃不成军的混乱情状。

  4. 5.23.26ἐτύγχανον εἰς αὐτοὺς βάλλοντες

    动词 τυγχάνω + 分词的结构。通常表示“碰巧做某事”,但在涉及射击与投掷(βάλλειν)的军事语境中,它兼有该动词“命中目标”的原意,意指城上的矢石因敌众密集而“大多得以命中”。副词性宾格 τὰ πλεῖστα(“绝大多数”)在此起修饰作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.23.16-5.23.27