- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.23.1-5.23.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哥特人未对潘克拉提亚门、弗拉米尼亚门以及具有奇迹色彩的“破裂之壁”发起实质进攻。在萨拉里亚门,一名身材高大的哥特勇士被投射机巨矢钉死在树上,震慑了敌军;贝利撒留则火速赶往战况危急的维瓦留姆增援。
Ἐς μέντοι πύλην τὴν ὑπὲρ ποταμὸν Τίβεριν, ἣ Παγκρατιανὴ καλεῖται, δύναμις τῶν πολεμίων ἐλθοῦσα οὐδὲν ὅ τι καὶ ἄξιον λόγου ἔδρασε, χωρίου ἰσχύϊ· ἀνάντης τε γὰρ καὶ πρὸς τὰς ἐφόδους οὐκ εὐπετὴς ταύτῃ ὁ τῆς πόλεως περίβολός ἐστι.
然而,敌军有一支部队开抵提伯河对岸被称为潘克拉提亚门的地方,却因该处地势险固而未建树任何值得一提的战果;因为在这一带,城墙地处高坡,不利于强攻。
Παῦλος ἐνταῦθα φυλακὴν εἶχε, ξὺν καταλόγῳ πεζικῷ οὗ αὐτὸς ἦρχεν. οὐ μὴν οὐδὲ πύλης Φλαμινίας ἀπεπειράσαντο, ἐπεὶ ἐν χώρῳ κρημνώδει κειμένη οὐ λίαν ἐστὶν εὐπρόσοδος.
保卢斯率领由他亲自统领的步兵队在此驻守。敌军也根本未曾尝试进攻弗拉米尼亚门,因为它坐落在悬崖陡壁之上,极不易接近。
οἱ Ῥῆγες ἐνταῦθα, πεζικὸν τέλος, ἐφύλασσον καὶ Οὐρσικῖνος, ὃς αὐτῶν ἦρχε. ταύτης δὲ μεταξὺ τῆς πύλης καὶ τῆς ἐν δεξιᾷ ἐχομένης πυλίδος, ἣ Πιγκιανὴ ὀνομάζεται, μοῖρά τις τοῦ περιβόλου δίχα τὸ παλαιὸν ἀπὸ ταὐτομάτου διαιρεθεῖσα, οὐκ ἐξ ἐδάφους μέντοι, ἀλλ’ ὅσον ἐκ μήκους τοῦ ἡμίσεος, οὐκ ἔπεσε μὲν οὐδὲ ἄλλως διεφθάρη, ἐκλίθη δὲ οὕτως ἐφ’ ἑκάτερα, ὡς τὸ μὲν ἐκτὸς τοῦ ἄλλου τείχους, τὸ δὲ ἐντὸς φαίνεσθαι.
在此驻防的是雷盖斯步兵军团以及统率他们的乌尔西齐努斯。在这座门与右侧相邻、被称为平奇阿纳的边门之间,城垣的一段在古时曾自行分裂为二——倒不是从地基起,而是从大约半高处开裂——它虽未坍塌,亦未以其他方式毁坏,却向两侧倾斜,以致一部分凸出于其余城墙的外侧,另一部分则偏向内侧。
καὶ ἀπ’ αὐτοῦ Περίβολον Διερρωγότα Ῥωμαῖοι τῇ σφετέρᾳ γλώσσῃ ἐκ παλαιοῦ καλοῦσι τὸν χῶρον.
罗马人自古以来便依此情状用他们本族的语言将该地称为“破裂之壁”。
τοῦτο δὲ τὸ μέρος καθελεῖν τε καὶ ἀνοικοδομήσασθαι Βελισάριον κατ’ ἀρχὰς ἐγχειροῦντα ἐκώλυον Ῥωμαῖοι, Πέτρον σφίσι τὸν ἀπόστολον ὑποσχέσθαι ἰσχυριζόμενοι αὑτῷ μελήσειν τοῦ ἐνταῦθα φυλακτηρίου.1 τοῦτον δὲ τὸν ἀπόστολον σέβονται Ῥωμαῖοι καὶ τεθήπασι πάντων μάλιστα.
起初贝利撒留企图拆除并重建这一部分时,罗马人阻止了他,坚称使徒彼得曾向他们许诺,自己必将亲自关照此处的防务。罗马人对这位使徒的崇敬与畏服胜过一切。
ἀπέβη τε αὐτοῖς ἅπαντα ἐν τῷδε τῷ χωρίῳ ᾗ διενοοῦντο καὶ προσεδόκων. οὐδὲ γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, οὐ μὴν οὐδὲ ἐς τὸν ἅπαντα χρόνον καθ’ ὃν Γότθοι Ῥώμην ἐπολιόρκουν, οὔτε πολεμίων τις δύναμις ἐνταῦθα ἀφίκετο οὔτε τινὰ ταραχὴν γενέσθαι ξυνέβη.
而在此地,一切事情的发展完全如他们所想所料。因为无论在那一天,还是在哥特人围困罗马的整个时期内,既无任何敌军开抵此处,也未曾发生任何扰动。
καὶ ἐθαυμάζομέν γε ὅτι οὐδὲ ἐς μνήμην ἡμετέραν ἢ τῶν πολεμίων αὕτη τοῦ περιβόλου ἡ μοῖρα παρὰ πάντα τὸν χρόνον ἦλθεν, οὔτε τειχομαχούντων οὔτε νύκτωρ ἐπιβουλευόντων τῷ τείχει, οἷα πολλὰ ἐνεχείρησαν.
我们确实感到惊异的是,在整个时期内,无论是在敌军强攻城墙时,还是像他们多次企图的那样在夜间密谋袭取城垣时,这部分城垣竟从未进入我们或敌人的记忆之中。
διὸ δὴ οὐδὲ ὕστερόν τις ἀνοικοδομήσασθαι τοῦτο ἐτόλμησεν, ἀλλ’ ἐς ἡμέραν τήνδε οὕτω τὸ ἐκείνῃ διῄρηται τεῖχος. ταῦτα μὲν οὖν ὧδέ πη ἔσχεν.
因此,后来也无人敢于将其重建,直至今日那里的城墙仍按这种样态分裂着。这些事情的大致情形便是如此。
Ἐν δὲ Σαλαρίᾳ πύλῃ Γότθος ἀνὴρ εὐμήκης τε καὶ ἀγαθὸς τὰ πολέμια θώρακά τε ἐνδιδυσκόμενος καὶ κράνος ἐν τῇ κεφαλῇ ἔχων, ὤν τε οὐκ ἀφανὴς ἐν τῷ Γότθων ἔθνει, οὐκ ἐν τάξει ξὺν τοῖς ἄλλοις ἔμεινεν, ἀλλ’ ἐπὶ δένδρου ἱστάμενος ἔβαλλε συχνὰ ἐς τὰς ἐπάλξεις.
在萨拉里亚门,有一位身形高大、骁勇善战的哥特男子,他身披胸甲,头戴头盔,在哥特部族中并非无名之辈;他并未与其他人一同留在队列中,而是立于一棵树上,频频向女墙射箭。
τοῦτον δὲ τὸν ἄνδρα μηχανὴ ἐν πύργῳ κατὰ μέρος τὸ λαιὸν οὖσα τύχῃ τινὶ ἔβαλε.
在左侧一座塔楼上的器械碰巧击中了此人。
διαβὰν δὲ τόν τε θώρακα καὶ τὸ τοῦ ἀνθρώπου σῶμα τὸ βέλος ὑπὲρ ἥμισυ ἐς τὸ δένδρον ἔδυ, ἐνέρσει τε αὐτοῦ τὸν ἄνδρα ξυνδῆσαν νεκρὸν ἤρτησεν.2
箭矢穿透了胸甲和那人的身体,大半截射入了树干,凭借刺入之力将那人绑缚其上,使其挂在树上毙命。
ὅπερ ἐπεὶ οἱ Γότθοι κατεῖδον, κατορρωδήσαντες καὶ βελῶν ἔξω γενόμενοι ἔμενον μὲν ἔτι ἐν τάξει, τοὺς δὲ ἐν τῷ τείχει οὐκέτι ἐλύπουν.
哥特人见状大骇,遂退至箭程之外,虽仍列队固守,却不再侵扰城上之人。
Βέσσας δὲ καὶ Περάνιος, Οὐιττίγιδος ἐν Βιβαρίῳ ἰσχυρότατα ἐγκειμένου σφίσι, Βελισάριον μετεπέμποντο. ὁ δὲ δείσας περὶ τῷ ἐνταῦθα τείχει (ἦν γὰρ ταύτῃ ἐπιμαχώτατον, ὥσπερ εἴρηται) κατὰ τάχος ἐβοήθει αὐτός, τῶν τινα ἐπιτηδείων λιπὼν ἐν Σαλαρίᾳ.
此时维蒂吉斯在维瓦留姆向守军施加了极其猛烈的攻势,贝萨斯与佩拉纽斯遂派人召请贝利撒留。贝利撒留为该处的城墙担忧(因为正如前文所述,城垣在这一带最易遭受攻击),便留下一名亲信驻守萨拉里亚门,自己亲自迅速赶往增援。
καὶ τοὺς στρατιώτας εὑρὼν ἐν Βιβαρίῳ τὴν προσβολὴν τῶν ἐναντίων πεφοβημένους, μεγάλην τε οὖσαν καὶ πολυάνθρωπον, ὑπερφρονεῖν τε τῶν πολεμίων ἐκέλευε καὶ ἐπὶ τὸ θαρσεῖν ἀντικαθίστη.
他发现维瓦留姆的士兵因敌人的猛攻而恐惧——这攻势规模宏大且人数众多——便命令他们藐视敌人,使他们重拾勇气。
ἦν δὲ ὁ ταύτῃ χῶρος ὁμαλὸς κομιδῆ καὶ ἀπ’ αὐτοῦ ταῖς ἐφόδοις τῶν προσιόντων ἐκκείμενος. τύχῃ τέ τινι τὸ ἐκείνῃ τεῖχος οὕτως ἐπὶ πλεῖστον διερρυήκει ὡς τῶν πλίνθων μὴ λίαν τὴν ξυνθήκην ξυνίστασθαι.
因为这一带的地势极其平坦,故而完全暴露于来犯之敌的冲击之下。又由于某种机缘,彼处的城墙松散崩坏到了极大程度,以致砖块的咬合不再十分牢固。
- 5.23.5αὑτῷ μελήσειν τοῦ ἐνταῦθα φυλακτηρίου
依附于动词 ὑποσχέσθαι 的间接引语结构。非人称动词 μέλει 变为将来时不定期 μελήσειν,支配间接反身代词与格 αὑτῷ(指代使徒彼得)以及表示关涉对象的属格 τοῦ ἐνταῦθα φυλακτηρίου,意为“此处的防务将由他亲自照管”。
- 5.23.11ἐνέρσει τε αὐτοῦ τὸν ἄνδρα ξυνδῆσαν νεκρὸν ἤρτησεν
主语为前文的飞矢(τὸ βέλος)。属格 αὐτοῦ 在语境中指代树木(τὸ δένδρον),依附于名词 ἔνερσις(刺入)。分词短语 ἐνέρσει τε αὐτοῦ τὸν ἄνδρα ξυνδῆσαν(“凭借刺入树中之力将那人固定捆牢”)修饰谓语动词 ἤρτησεν(“使悬挂”),νεκρόν 作宾语补足语表示结果状态。
