- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.22.14-5.22.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哥特人突袭奥勒良门与哈德良陵墓,城内罗马守军砸碎陵墓上的巨型雕像投掷退敌,康斯坦丁努斯击退别动队后回援,化解了该处的危机。
ἀγάλματά τε ἄνω ἐκ λίθου εἰσὶ τοῦ αὐτοῦ ἀνδρῶν τε καὶ ἵππων θαυμάσια οἷα.1 τοῦτον δὴ τὸν τάφον οἱ παλαιοὶ ἄνθρωποι ʽἐδόκει γὰρ τῇ πόλει ἐπιτείχισμα εἶναἰ τειχίσμασι δύο ἐς αὐτὸν ἀπὸ τοῦ περιβόλου διήκουσι περιβάλλουσι καὶ μέρος εἶναι τοῦ τείχους πεποίηνται.
其上方有用同种石材雕刻的人与马的塑像,极其精美绝伦。古人(因见其似乎能作为城市的扼要堡垒)便用从围墙延伸到该墓的两道墙垣将其围住,使其成为城墙的一部分。
ἔοικε γοῦν πύργῳ ὑψηλῷ πύλης τῆς ἐκείνῃ προβεβλημένῳ. ἦν μὲν οὖν τὸ ἐνταῦθα ὀχύρωμα ἱκανώτατον. τούτου δὲ τῷ φυλακτηρίῳ Κωνσταντῖνον ἐπιστήσας Βελισάριος ἔτυχεν.
它确实宛如一座耸立在彼处城门前的高塔。因此,那里的要塞极为坚固。而贝利撒留恰好委派了康斯坦丁努斯统率此处的守备队。
ᾧ δὴ ἐπέστειλε καὶ τῆς φυλακῆς τείχους τοῦ ἐχομένου ἐπιμελεῖσθαι, φαύλην τινὰ καὶ οὐκ ἀξιόλογον φρουρὰν ἔχοντος. ἥκιστα γὰρ ταύτῃ ἐπιμάχου ὄντος τοῦ περιβόλου, ἅτε τοῦ ποταμοῦ παραρρέοντος, οὐδεμίαν αὐτόθι προσβολὴν ἔσεσθαι ὑποτοπήσας, οὐκ ἀξιόλογον ἐνταῦθα φυλακτήριον κατεστήσατο, ἀλλ’ ὀλίγων οἱ τῶν στρατιωτῶν ὄντων, τοῖς τῶν χωρίων ἀναγκαιοτάτοις τὸ πλῆθος ἔνειμεν.
贝利撒留还指示他兼管邻近城墙的防守,那段城墙只有一支单薄而微不足道的守备力量。因为围墙在这一侧最不易遭受强攻——由于河水流经其旁——贝利撒留推测那里不会发生攻击,故未设驻重兵;由于士兵人数匮乏,他将兵力的大多数分配给了最紧要的地段。
ἐς πεντακισχιλίους γὰρ μάλιστα τὸ βασιλέως στράτευμα ἐν Ῥώμῃ κατ’ ἀρχὰς τῆσδε τῆς πολιορκίας ξυνῄει.
因为在这次围城开始时,皇帝驻留在罗马的军队总共不过五千人左右。
Κωνσταντῖνος δὲ ʽκαὶ γάρ οἱ ἠγγέλλοντο οἱ πολέμιοι τῆς ἐς τὸν Τίβεριν ἀποπειρώμενοι διαβάσεωσ̓ δείσας περὶ τῷ ἐκείνῳ τειχίσματι αὐτὸς μὲν κατὰ τάχος ἐκεῖσε ξὺν ὀλίγοις τισὶν ἐβοήθει, τοῖς δὲ πλείοσι τῆς ἐν τῇ πύλῃ τε καὶ τῷ τάφῳ φρουρᾶς ἐπιμελεῖσθαι παρήγγελλεν.
然而康斯坦丁努斯接到急报,得知敌军正试图强渡提伯河,便为那一侧的城垣担忧起来,遂亲自率领少数人迅速前往增援,同时命令大部分士兵留守城门与陵墓。
ἐν τούτῳ δὲ οἱ Γότθοι πύλῃ τῇ Αὐρηλίᾳ καὶ τῷ Ἀδριανοῦ πύργῳ προσέβαλλον, μηχανὴν μὲν οὐδεμίαν ἔχοντες, κλιμάκων δὲ πάμπολύ τι ἐπαγόμενοι χρῆμα καὶ τοξευμάτων πλήθει ῥᾷον ἔς τε ἀπορίαν καταστήσασθαι τοὺς πολεμίους οἰόμενοι καὶ τοῦ ἐνταῦθα φυλακτηρίου κρατήσειν δι’ ὀλιγανθρωπίαν οὐδενὶ πόνῳ.
在此期间,哥特人向奥勒良门和哈德良塔发起了猛攻;他们虽然没有器械,却携带着极大量的云梯,以为凭借密集的箭雨便能轻易使守军陷入绝境,并因守军寡不敌众而唾手夺取此处的要塞。
θύρας δὲ προβεβλημένοι ἐβάδιζον, οὐδὲν ἐλασσουμένας τῶν ἐν Πέρσαις θυρεῶν, καὶ ἔλαθόν γε τοὺς ἐναντίους ἀγχοτάτω αὐτῶν ἥκοντες.
他们手持完全不亚于波斯大盾的门板作为遮蔽向前推进,在未被敌人察觉的情况下逼近到了极近的距离。
ὑπὸ γὰρ τῇ στοᾷ κρυπτόμενοι ἦλθον ἣ ἐς τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν διήκει. ἐνθένδε φανέντες ἐξαπιναίως ἔργου εἴχοντο, ὡς μήτε τῇ καλουμένῃ βαλλίστρᾳ χρῆσθαι τοὺς φύλακας οἵους τε εἶναι ʽοὐ γὰρ πέμπουσιν ὅτι μὴ ἐξ ἐναντίας αἱ μηχαναὶ αὗται τὰ βέλἠ2 οὐ μὴν οὐδὲ τοῖς τοξεύμασι τοὺς ἐπιόντας ἀμύνεσθαι, τοῦ πράγματος σφίσι διὰ τὰς θύρας ἀντιστατοῦντος.
因为他们是隐蔽在通往使徒彼得圣堂的柱廊下行进的。他们从那里突然现身并展开攻势,以致守军既无法使用所谓的弩炮(因为这些器械只能朝正前方发射飞矢),也根本无法用弓箭击退来犯之敌,因为那些门板阻碍了射击。
ἐπεὶ δὲ καρτερῶς τε οἱ Γότθοι ἐνέκειντο, βάλλοντες συχνὰ ἐς τὰς ἐπάλξεις, καὶ τὰς κλίμακας ἤδη προσθήσειν τῷ τειχίσματι ἔμελλον, κυκλώσαντες σχεδόν τι τοὺς ἐκ τοῦ τάφου ἀμυνομένους, ἀεὶ γὰρ αὐτοῖς, εἰ χωρήσειαν, κατὰ νώτου ἐκ τῶν πλαγίων ἐγίνοντο,3 χρόνον μέν τινα ὀλίγον ἔκπληξις τοῖς Ῥωμαίοις ἐγένετο οὐκ ἔχουσι καθ’ ὅ τι χρὴ ἀμυνομένους σωθῆναι,4 μετὰ δὲ ξυμφρονήσαντες τῶν ἀγαλμάτων τὰ πλεῖστα, μεγάλα λίαν ὄντα, διέφθειρον, αἴροντές τε λίθους περιπληθεῖς ἐνθένδε χερσὶν ἀμφοτέραις κατὰ κορυφὴν ἐπὶ τοὺς πολεμίους ἐρρίπτουν, οἱ δὲ βαλλόμενοι ἐνεδίδοσαν.
当哥特人展开猛烈攻势、不断向女墙射击、几乎包围了在陵墓上防守的人,并正准备将云梯搭上城墙时——因为守军一旦有所动作,敌军总能从侧翼绕到他们身后——罗马人一时间陷入了惊恐,不知该如何自卫求生。但随后他们齐心协力,将大部分体量极为巨大的雕像砸得粉碎,双手举起从中碎裂的硕大石块,从头顶向敌军猛砸下去;遭此轰击,敌军退缩了。
κατὰ βραχύ τε αὐτῶν ὑποχωρούντων, τὸ πλέον ἤδη Ῥωμαῖοι ἔχοντες, ἐθάρσησάν τε καὶ ξὺν βοῇ μείζονι τόξοις τε καὶ λίθων βολαῖς τοὺς τειχομαχοῦντας ἠμύνοντο.
随着敌人逐渐后撤,已占上风的罗马人士气大振,在更为响亮的呼喊声中用弓箭与投石击退了攻城者。
καὶ τῶν μηχανῶν ἁψάμενοι ἐς δέος μέγα τοὺς ἐναντίους ἦγον, ἥ τε προσβολὴ αὐτῶν δι’ ὀλίγου ἐγένετο.
他们又操起防御器械,使敌人陷入巨大的恐慌之中,敌人的这次强攻转瞬间便告瓦解。
παρῆν δὲ ἤδη καὶ Κωνσταντῖνος δεδιξάμενός τε τοὺς τοῦ ποταμοῦ ἀποπειρασαμένους καὶ ῥᾳδίως ὠσάμενος, ἐπεὶ οὐ παντάπασιν ἀφύλακτον, ὥσπερ ᾤοντο, τὸ ἐκείνῃ τείχισμα εὗρον. οὕτω τε ἐν τῷ ἀσφαλεῖ τὰ ἀμφὶ πύλην Αὐρηλίαν ἐγένετο.
康斯坦丁努斯此时也已赶回,他挫败了试图渡河之敌并将其轻易击退,因为敌人发现那里的墙垣并不像他们预想的那样完全无人防守。奥勒良门一带的局势至此转危为安。
- 5.22.14θαυμάσια οἷα
关系代词 οἷος 与前面的形容词连用,形成感叹与副词性的惯用表达,表示极高的程度(相当于“惊人地……”、“无与伦比地……”),类似于 θαυμαστὸν ὅσον 结构。
- 5.22.21οὐ γὰρ πέμπουσιν ὅτι μὴ ἐξ ἐναντίας αἱ μηχαναὶ αὗται τὰ βέλη
短语 ὅτι μή 相当于 εἰ μή(“除了……之外”)。在此处它修饰介词短语 ἐξ ἐναντίας(“从正面”、“正对方向”),用以说明弩炮这类机械在构造上除正前方外无法向其他角度发射弹丸的技术局限。
- 5.22.22ἀεὶ γὰρ αὐτοῖς, εἰ χωρήσειαν, κατὰ νώτου ἐκ τῶν πλαγίων ἐγίνοντο
由 εἰ 带祈愿式(εἰ χωρήσειαν)和主句未完成过去时(ἐγίνοντο)构成的过去反复条件句。与格 αὐτοῖς 指城内的罗马守军,作受损与格/关系与格,说明当时的战术困境:守军一旦试图向前出击,敌军便必定从侧翼绕至其身后形成包抄。
- 5.22.22οὐκ ἔχουσι καθ’ ὅ τι χρὴ ἀμυνομένους σωθῆναι
οὐκ ἔχω 加间接疑问从句表示“不知如何……/没有办法……”。分词 ἔχουσι 为与格,与 ἔκπληξις ἐγένετο 所支配的与格 τοῖς Ῥωμαίοις 一致;而不定式 σωθῆναι 前的分词 ἀμυνομένους 则依从非人称动词 χρή,作不定式的逻辑主语而采用宾格。
