← 普罗科皮乌斯

战史

§5.22.1-5.22.13

萨拉利亚门之战与转攻维瓦里乌姆

哥特军携攻城器械进逼萨拉利亚门,贝利撒留亲自射杀敌将并下令全歼拉车耕牛,瓦解了攻势;维蒂吉斯留兵佯攻牵制,移师转攻维瓦里乌姆,同时哥特军另一支部队也在哈德良陵附近的奥勒良门展开攻势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.22.1

Γότθοι δὲ ὀκτωκαιδεκάτῃ ἀπὸ τῆς προσεδρείας ἡμέρᾳ, Οὐιττίγιδος σφίσιν ἡγουμένου, ἀμφὶ ἡλίου ἀνατολὰς ὡς τειχομαχήσοντες ἐπὶ τὸν περίβολον ᾔεσαν, καὶ Ῥωμαίους ἅπαντας προϊοῦσα ἡ τῶν πύργων τε καὶ κριῶν ὄψις παντάπασί τε ἀήθης οὖσα ἐξέπλησσε.

在围城第十八天,哥特人在维蒂吉斯的率领下,于日出时分向围墙进发,准备发起强攻;正在逼近的攻城塔和破城槌因其完全罕见的景象,令所有罗马人惊骇不已。

§5.22.2

Βελισάριος δὲ βαδίζουσαν ξὺν ταῖς μηχαναῖς ὁρῶν τὴν τῶν πολεμίων παράταξιν, ἐγέλα τε καὶ τοὺς στρατιώτας ἡσυχάζειν ἐκέλευε, καὶ τῶν χειρῶν μηδαμῶς ἄρχειν, ἕως αὐτὸς σημήνῃ. ὅτου δὲ ἕνεκα γελῴη, ἐν μὲν τῷ αὐτίκα ἥκιστα ἐδήλου, ὕστερον δὲ ἐγνώσθη.

然而,贝利撒留看到敌军带着器械进军的阵势,却笑了起来,并命令士兵保持肃静,在他发出信号之前绝不要动手。至于他为何发笑,当时完全未予说明,但后来人们便明白了。

§5.22.3

Ῥωμαῖοι μέντοι αὐτὸν εἰρωνεύεσθαι ὑποτοπάσαντες ἐκάκιζόν τε καὶ ἀναιδῆ ἐκάλουν, καὶ ὅτι ἐς τὰ πρόσω ἰόντας οὐκ ἀναστέλλοι τοὺς ἐναντίους, δεινὰ ἐποιοῦντο.

可是罗马人怀疑他在虚张声势,纷纷责难他,骂他不知羞耻,并对他不遏制向前推进的敌人感到愤慨。

§5.22.4

ἐπεὶ δὲ Γότθοι τῆς τάφρου ἐγγυτέρω ἵκοντο, πρῶτος ὁ στρατηγὸς τὸ τόξον ἐντείνας, τῶν τινα τεθωρακισμένων τε καὶ τῆς στρατιᾶς ἡγουμένων εἰς τὸν αὐχένα ἐπιτυχὼν βάλλει.

当哥特人逼近壕沟时,统帅率先拉开弓弦,命中了一名身穿铠甲领军前进的敌军将领的颈部。

§5.22.5

καὶ ὁ μὲν καιρίαν πληγεὶς1 ἔπεσεν ὕπτιος, Ῥωμαίων δὲ ὁ λεὼς ἅπας ἀνέκραγον ἐξαίσιόν τε καὶ ἀκοῆς κρεῖσσον, ἄριστον οἰωνὸν ξυνενεχθῆναι σφίσιν οἰόμενοι.

那人被击中要害仰面仆地,罗马全军爆发出一阵难以置信、震耳欲聋的欢呼声,认为一个绝佳的吉兆降临到了他们头上。

§5.22.6

δὶς δὲ Βελισαρίου τὸ βέλος ἀφέντος, ταὐτὸ τοῦτο καὶ αὖθις ξυνέβη, καὶ ἥ τε κραυγὴ μείζων ἀπὸ τοῦ περιβόλου ἤρθη καὶ τοὺς πολεμίους ἡσσῆσθαι ἤδη Ῥωμαῖοι ᾤοντο.

贝利撒留第二次放箭时,同样的事情再次发生,围墙上响起了更大的呼喊,罗马人甚至以为敌人已被击败。

§5.22.7

καὶ τότε μὲν Βελισάριος τῇ μὲν στρατιᾷ πάσῃ κινεῖν τὰ τοξεύματα πάντα ἐσήμαινε, τοὺς δὲ ἀμφ’ αὑτὸν ἅπαντας ἐς μόνους τοὺς βόας ἐκέλευε βάλλειν.

就在此时,贝利撒留向全军发出所有弓箭齐射的信号,并命令身边所有的人只向牛群射击。

§5.22.8

πάντων τε τῶν βοῶν αὐτίκα πεσόντων, οὔτε τοὺς πύργους περαιτέρω κινεῖν οἱ πολέμιοι εἶχον οὔτε τι ἐπιτεχνήσασθαι ἀπορούμενοι ἐν αὐτῷ τῷ ἔργῳ οἷοί τε ἦσαν.

由于所有的牛立时倒毙,敌人既无法将塔楼进一步推进,又陷入困顿而无法在实战中施展任何机巧。

§5.22.9

οὕτω δὲ Βελισαρίου τε ἡ πρόνοια ἐγνώσθη τοῦ μὴ ἑκαστάτω ὄντας τοὺς πολεμίους ἀναστέλλειν πειρᾶσθαι,2 καὶ ὅτι γελῴη τὴν τῶν βαρβάρων εὐήθειαν, οἳ δὴ βόας περιάξειν ἐς τῶν ἐναντίων τὸ τεῖχος οὕτως ἀνεπισκέπτως ἐλπίδα εἶχον. ταῦτα μὲν ἀμφὶ Σαλαρίαν πύλην ἐγένετο.

这样,人们既认识到了贝利撒留不在敌人尚在远处时便试图加以阻击的深谋远虑,也明白了他为何嘲笑蛮族的愚蠢——他们竟然如此轻率地指望将牛牵到敌军的城墙之下。这些事情发生于萨拉里亚门附近。

§5.22.10

Οὐίττιγις δὲ ταύτῃ ἀποκρουσθείς, Γότθων μὲν στρατιὰν πολλὴν αὐτοῦ εἴασε, φάλαγγα δὲ αὐτῶν βαθεῖαν κομιδῆ ποιησάμενος καὶ τοῖς ἄρχουσιν ἐπιστείλας προσβολὴν μὲν μηδαμῆ τοῦ περιβόλου ποιεῖσθαι, μένοντας δὲ ἐν τάξει βάλλειν τε συχνὰ ἐς τὰς ἐπάλξεις καὶ ὡς ἥκιστα Βελισαρίῳ καιρὸν ἐνδιδόναι ἐπιβοηθεῖν ἑτέρωσε τοῦ τείχους ὅπη ἂν αὐτὸς προσβάλλειν μέλλῃ στρατῷ πλείονι, οὕτω δὴ ἀμφὶ πύλην Πραινεστίναν ἐπὶ μοῖραν τοῦ περιβόλου ἣν Ῥωμαῖοι Βιβάριον καλοῦσι, καὶ ᾗ τὸ τεῖχος ἦν ἐπιμαχώτατον μάλιστα, πολλῷ στρατῷ ᾔει. ἐτύγχανον δὲ ἤδη καὶ μηχαναὶ ἄλλαι πύργων τε καὶ κριῶν καὶ κλίμακες πολλαὶ ἐνταῦθα οὖσαι.

维蒂吉斯在此处受挫后,留下了大批哥特军,将他们排成极纵深的方阵,并向将领们下达命令:绝不可强攻围墙,只需原地保持阵列,不断向女墙射击,尽可能不给贝利撒留以抽身增援城墙其他地段的机会——维蒂吉斯本人正打算率领更多兵力去进攻别处。于是,他率领大军前往普赖内斯泰门附近罗马人称为“维瓦里乌姆”的那段围墙,那里的城墙正是最易攻破之处。巧的是,那里也已备有包括塔楼和破城槌在内的其他器械,以及大量云梯。

§5.22.12

Ἐν τούτῳ δὲ Γότθων προσβολὴ ἑτέρα ἐς πύλην Αὐρηλίαν ἐγίνετο τρόπῳ τοιῷδε. Ἀδριανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος τάφος ἔξω πύλης Αὐρηλίας ἐστίν, ἀπέχων τοῦ περιβόλου ὅσον λίθου βολήν, θέαμα λόγου πολλοῦ ἄξιον.

与此同时,哥特人对奥勒良门的另一路进攻正按如下方式进行。罗马皇帝哈德良的陵墓位于奥勒良门外,距围墙约有一掷石之遥,是一处极值一观的胜景。

§5.22.13

πεποίηται γὰρ ἐκ λίθου Παρίου καὶ οἱ λίθοι ἐπ’ ἀλλήλοις μεμύκασιν,3 οὐδὲν ἄλλο ἐντὸς ἔχοντες. πλευραί τε αὐτοῦ τέσσαρές εἰσιν ἴσαι ἀλλήλαις, εὖρος μὲν σχεδόν τι ἐς λίθου βολὴν ἑκάστη ἔχουσα, μῆκος δὲ ὑπὲρ τὸ τῆς πόλεως τεῖχος·4

它由帕罗斯岛产的大理石建造而成,石块彼此严密接合,内无任何他物。它有四面,彼此相等,每一面的宽度大致相当于一掷石之遥,其高度则超过了城市的城墙;

语法注4 条
  1. 5.22.5καιρίαν πληγεὶς

    阴性单数宾格形容词 καιρίαν 省略了名词 πληγήν(击打、伤口),作为被动分词 πληγείς(被击中)的同源宾格或内在宾格,意为“被击中要害”。

  2. 5.22.9τοῦ μὴ ἑκαστάτω ὄντας τοὺς πολεμίους ἀναστέλλειν πειρᾶσθαι

    带否定词 μή 的定冠词属格不定式短语,作为前文名词 ἡ πρόνοια(深谋远虑)的同位或说明性属格补足语,表示“不试图在敌人尚处远方时便加以阻击的深思熟虑”。

  3. 5.22.13οἱ λίθοι ἐπ’ ἀλλήλοις μεμύκασιν

    动词 μύω(闭合)的完成时主动态第三人称复数。此处作为建筑用语以不及物方式使用,意指石块与石块严丝合缝地拼接、结合在一起而毫无缝隙。

  4. 5.22.13μῆκος δὲ ὑπὲρ τὸ τῆς πόλεως τεῖχος

    名词 μῆκος(长度)在此处指代建筑物的垂直延伸尺度(高度),承前句分词 ἔχουσα 省略,表示“其高度超过了城市的城墙”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.22.1-5.22.13