- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.21.1-5.21.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
维蒂吉斯在听取使节汇报后,筹备木制攻城塔、破城槌、云梯及柴捆以发动强攻;贝利撒留则在城壁上布置投石弩、野驴机以及被称为“狼”的防御机巧进行迎战。
Οὕτω μὲν δὴ οἱ πρέσβεις ἐς τὸ σφέτερον στρατόπεδον ἐκομίζοντο. καὶ ἐπεὶ αὐτῶν Οὐίττιγις ἐπυνθάνετο ὁποῖός τε ἀνὴρ Βελισάριος εἴη καὶ γνώμης ὅπως ποτὲ ἀμφὶ τῇ ἐνθένδε ἀναχωρήσει ἔχοι, ἀπεκρίναντο ὡς οὐκ εἰκότα Γότθοι ἐλπίζουσι, δεδίξεσθαι Βελισάριον ὅτῳ δὴ τρόπῳ οἰόμενοι.
使节们便如此返回自己的军营。当维蒂吉斯向他们询问贝利撒留是怎样的人、以及对于从当地撤离究竟持何种打算时,他们回答说,哥特人以为能以任何手段恐吓贝利撒留,乃是抱有不切实际的奢望。
Οὐίττιγις δὲ ταῦτα ἀκούσας τειχομαχεῖν τε πολλῇ σπουδῇ ἐβουλεύετο καὶ τὰ ἐς τὴν τοῦ περιβόλου ἐπιβουλὴν ἐξηρτύετο ὧδε.
维蒂吉斯听闻此言,急切图谋强攻城墙,并按如下方式整备了对围墙的攻势。
πύργους ξυλίνους ἐποιήσατο ἴσους τῷ τείχει τῶν πολεμίων, καὶ ἔτυχέ γε τοῦ ἀληθοῦς μέτρου πολλάκις ξυμμετρησάμενος ταῖς τῶν λίθων ἐπιβολαῖς.1
他制造了与敌方城墙等高的木制攻城塔,并通过反复依据石块的层级进行丈量,恰好测得了准确的高度。
τούτοις δὲ τοῖς πύργοις τροχοὶ ἐς τὴν βάσιν ἐμβεβλημένοι πρὸς γωνίᾳ ἑκάστῃ ὑπέκειντο, οἳ δὴ αὐτοὺς κυλινδούμενοι ῥᾷστα περιάξειν ἔμελλον ὅπη οἱ τειχομαχοῦντες ἀεὶ βούλοιντο, καὶ βόες τοὺς πύργους ξυνδεδεμένοι εἷλκον.
这些木塔的底座在每个角落都装有车轮,车轮转动便能极容易地将木塔移至攻城者随时所愿之处,并由套着轭的牛来牵引这些塔。
ἔπειτα δὲ κλίμακας πολλάς τε τὸ πλῆθος καὶ ἄχρι ἐς τὰς ἐπάλξεις ἐξικνουμένας ἡτοίμαζε καὶ μηχανὰς τέσσαρας αἳ κριοὶ καλοῦνται.
接着,他准备了数量众多、直达女墙的云梯,以及四台被称为破城槌的器械。
ἔστι δὲ ἡ μηχανὴ τοιαύτη. κίονες ὀρθοὶ ξύλινοι τέσσαρες ἀντίοι τε καὶ ἴσοι ἀλλήλοις ἑστᾶσι. τούτοις δὲ τοῖς κίοσι δοκοὺς ὀκτὼ ἐγκαρσίας ἐνείροντες τέσσαρας μὲν ἄνω, τοσαύτας δὲ πρὸς ταῖς βάσεσιν ἐναρμόζουσιν.
该器械构造如下:四根垂直的木柱相互相对、等高而立。他们在这些木柱上穿入八根横梁,四根在上方,同样数量嵌在底座处。
οἰκίσκου τε σχῆμα τετραγώνου ἐργαζόμενοι προκάλυμμα πανταχόθεν ἀντὶ τοίχων τε καὶ τείχους διφθέρας αὐτῷ περιβάλλουσιν, ὅπως ἥ τε μηχανὴ τοῖς ἕλκουσιν ἐλαφρὰ εἴη καὶ οἱ ἔνδον ἐν ἀσφαλεῖ ὦσιν, ὡς πρὸς τῶν ἐναντίων ἥκιστα βάλλεσθαι.
他们构筑起一座方形小屋的形状,四周覆盖生皮以替代墙壁或板壁,以便让牵引器械的人感到轻便,并使内部的人处于安全之中,尽可能不被敌方射中。
ἐντὸς δὲ αὐτῆς δοκὸν ἑτέραν ἄνωθεν ἐγκαρσίαν ἀρτήσαντες χαλαραῖς ταῖς ἁλύσεσι2 κατὰ μέσην μάλιστα τὴν μηχανὴν ἔχουσιν. ἧς δὴ ὀξεῖαν ποιούμενοι τὴν ἄκραν, σιδήρῳ πολλῷ καθάπερ ἀκίδα καλύπτουσι βέλους, ἢ καὶ τετράγωνον, ὥσπερ ἄκμονα, τὸν σίδηρον ποιοῦσι.
在器械内部,他们用松散的链条从上方悬吊起另一根横梁,大致位于器械正中。他们将这根横梁的顶端削尖,用大量铁块包覆如箭镞一般,或者把铁块制成方形如铁砧一般。
καὶ τροχοῖς μὲν ἡ μηχανὴ τέσσαρσι πρὸς κίονι ἑκάστῳ κειμένοις ἐπῆρται, ἄνδρες δὲ αὐτὴν οὐχ ἧσσον ἢ κατὰ πεντήκοντα κινοῦσιν ἔνδοθεν.
器械由位于每根立柱处的四个车轮架起,不少于五十人在内部推动它。
οἳ ἐπειδὰν αὐτὴν τῷ περιβόλῳ ἐρείσωσι, τὴν δοκὸν ἧς δὴ ἄρτι ἐμνήσθην μηχανῇ τινι στρέφοντες ὀπίσω ἀνέλκουσιν, αὖθίς τε αὐτὴν ξὺν ῥύμῃ πολλῇ ἐπὶ τὸ τεῖχος ἀφιᾶσιν.
当他们将它推至围墙边时,便用某种机械转动刚才提到的那根横梁,将其向后拉引,随即带着极大的冲力再次向城墙撞去。
ἡ δὲ συχνὰ ἐμβαλλομένη κατασεῖσαί τε ὅπη προσπίπτοι καὶ διελεῖν ῥᾷστα οἵα τέ ἐστι, καὶ ἀπ’ αὐτοῦ τὴν ἐπωνυμίαν ταύτην ἡ μηχανὴ ἔχει, ἐπεὶ τῆς δοκοῦ ταύτης ἡ ἐμβολὴ προὔχουσα πλήσσειν ὅπου παρατύχοι, καθάπερ τῶν προβάτων τὰ ἄρρενα, εἴωθε. τῶν μὲν οὖν τειχομαχούντων οἱ κριοὶ τοιοίδε εἰσί.
这根横梁频频撞击,无论撞在何处都能极轻易地将其震塌毁坏;该器械便由此得名,因为这根突出的横梁向前撞击所遇之物的方式,正如公羊一般。 攻城者的破城槌便是这般模样。
Γότθοι δὲ πάμπολύ τι φακέλλων χρῆμα ἔκ τε ξύλων καὶ καλάμων ποιησάμενοι ἐν παρασκευῇ εἶχον, ὅπως δὴ ἐς τὴν τάφρον ἐμβαλόντες ὁμαλόν τε τὸν χῶρον ἐργάσωνται καὶ ταύτῃ διαβαίνειν αἱ μηχαναὶ ἥκιστα εἴργωνται. οὕτω μὲν δὴ Γότθοι παρασκευασάμενοι τειχομαχεῖν ὥρμηντο.
哥特人还用木料和芦苇制备了极大量的柴捆并储存起来,以便投入壕沟使地面平整,使攻城器械在通过此处时决不受阻。哥特人作好如此准备,便决意强攻城墙。
Βελισάριος δὲ μηχανὰς μὲν ἐς τοὺς πύργους ἐτίθετο ἃς καλοῦσι βαλλίστρας. τόξου δὲ σχῆμα ἔχουσιν αἱ μηχαναὶ αὗται, ἔνερθέν τε αὐτοῦ κοίλη τις ξυλίνη κεραία προὔχει, αὐτὴ μὲν χαλαρὰ ἠρτημένη, σιδηρᾷ δὲ εὐθείᾳ τινὶ ἐπικειμένη.
贝利撒留则在塔楼上安置了被称为弩炮的器械。这些器械具有弓的形状,其下方伸出一根空心木杆,木杆本身虽松散地悬挂着,却支承在一根笔直的铁轨之上。
ἐπειδὰν οὖν τοὺς πολεμίους ἐνθένδε βάλλειν ἐθέλουσιν ἄνθρωποι, βρόχου βραχέος ἐνέρσει τὰ ξύλα ἐς ἄλληλα νεύειν ποιοῦσιν ἃ δὴ τοῦ τόξου ἄκρα ξυμβαίνει εἶναι, τόν τε ἄτρακτον ἐν τῇ κοίλῃ κεραίᾳ τίθενται, τῶν ἄλλων βελῶν, ἅπερ ἐκ τῶν τόξων ἀφιᾶσι, μῆκος μὲν ἔχοντα ἥμισυ μάλιστα, εὖρος δὲ κατὰ τετραπλάσιον.3
每当人们意图从此处向敌军射击时,便通过卷入短索使相当于弓两端部分的木材相互弯折,并将短箭置于空心木杆中;此箭的长度大约只有由普通弓所射出的其他箭矢的一半,但粗细却相当于其四倍。
πτεροῖς μέντοι οὐ τοῖς εἰωθόσιν ἐνέχεται, ἀλλὰ ξύλα λεπτὰ ἐς τῶν πτερῶν τὴν χώραν ἐνείροντες ὅλον ἀπομιμοῦνται τοῦ βέλους τὸ σχῆμα, μεγάλην αὐτῷ λίαν καὶ τοῦ πάχους κατὰ λόγον τὴν ἀκίδα ἐμβάλλοντες.
不过它并未安装习用的羽毛,而是将薄木片嵌入羽毛所在的位置,以模仿整支箭的形状,并在其上装配了与其粗细相称的极大铁镞。
σφίγγουσί τε σθένει πολλῷ οἱ ἀμφοτέρωθεν μηχαναῖς τισι, καὶ τότε ἡ κοίλη κεραία προϊοῦσα ἐκπίπτει μέν, ξὺν ῥύμῃ δὲ τοσαύτῃ ἐκπίπτει τὸ βέλος ὥστε ἐξικνεῖται μὲν οὐχ ἧσσον ἢ κατὰ δύο τῆς τοξείας βολάς, δένδρου δὲ ἢ λίθου ἐπιτυχὸν τέμνει ῥᾳδίως.
两侧的人用某种机械以大力绞紧,此时空心木杆向前推出并脱落,而箭矢以如此巨大的冲力射出,以致其射程不下于普通弓射程的两倍,若命中树木或石头便能轻易将其贯穿。
τοιαύτη μὲν ἡ μηχανή ἐστιν ἐπὶ τοῦ ὀνόματος τούτου, ὅτι δὴ βάλλει ὡς μάλιστα, ἐπικληθεῖσα. ἑτέρας δὲ μηχανὰς ἐπήξαντο ἐν ταῖς τοῦ περιβόλου ἐπάλξεσιν ἐς λίθων βολὰς ἐπιτηδείας.
该器械带有这个名称,正是因其射力极强而得名。他们还在围墙的女墙上架设了适于投石的其他器械。
σφενδόνῃ δὲ αὗταί εἰσιν ἐμφερεῖς καὶ ὄναγροι ἐπικαλοῦνται. ἐν δὲ ταῖς πύλαις λύκους ἔξω ἐπετίθεντο, οὓς δὴ ποιοῦσι τρόπῳ τοιῷδε. δοκοὺς δύο ἱστᾶσιν ἐκ γῆς ἄχρι καὶ ἐς τὰς ἐπάλξεις ἐξικνουμένας, ξύλα τε εἰργασμένα ἐπ’ ἄλληλα θέμενοι τὰ μὲν ὀρθά, τὰ δὲ ἐγκάρσια ἐναρμόζουσιν, ὡς τῶν ἐνέρσεων τὰ ἐν μέσῳ εἰς ἄλληλα τρυπήματα φαίνεσθαι.
这些器械形似弹弓,被称为野驴机。在城门处,他们则在门外设置了“狼”,其制造方式如下: 他们立起两根从地面直达女墙的木梁,将加工好的木料彼此交叉放置,有的垂直,有的横向嵌合,使得接合处的间隔宛如相互贯通的孔穴。
ἑκάστης δὲ ἁρμονίας ἐμβολή τις προὔχει, κέντρῳ παχεῖ ἐς τὰ μάλιστα ἐμφερὴς οὖσα. καὶ τῶν ξύλων τὰ ἐγκάρσια ἐς δοκὸν ἑκατέραν πηξάμενοι, ἄνωθεν ἄχρι ἐς μοῖραν διήκοντα τὴν ἡμίσειαν, ὑπτίας τὰς δοκοὺς ἐπὶ τῶν πυλῶν ἀνακλίνουσι.4
每个接合处都有一道突刺伸出,极似一根粗大的尖刺。他们将横木固定在两根主梁上,自上方延伸至一半的位置,然后将这些木梁仰面斜靠在城门上。
καὶ ἐπειδὰν αὐτῶν ἐγγυτέρω οἱ πολέμιοι ἵκωνται, οἱ δὲ ἄνωθεν ἄκρων δοκῶν ἁψάμενοι ὠθοῦσιν, αὗται δὲ ἐς τοὺς ἐπιόντας ἐκ τοῦ αἰφνιδίου ἐμπίπτουσαι τοῖς προέχουσι τῶν ἐμβολῶν, ὅσους ἂν λάβοιεν, εὐπετῶς κτείνουσι. Βελισάριος μὲν οὖν ταῦτα ἐποίει.
每当敌人逼近它们时,上方的人便抓住木梁的末端向前推去;这些木架猝然倒向来犯之敌,以其突出的利刺将所捕捉到的敌人轻而易举地尽数杀死。贝利撒留便作了这番布置。
- 5.21.3ταῖς τῶν λίθων ἐπιβολαῖς
手段或基准与格,修饰分词 ξυμμετρησάμενος(“通过自行丈量/对比”)。指城墙砌石的层级(courses of masonry),意即通过数计并比照石层的数量来准确推算攻城塔所需的高度。
- 5.21.8χαλαραῖς ταῖς ἁλύσεσι
形容词处于谓语位置(χαλαραῖς 置于定冠词 ταῖς 与名词 ἁλύσεσι 之前)。与分词 ἀρτήσαντες 连用,表示伴随状态或方式:“用松弛垂挂的链条吊起”。
- 5.21.15τῶν ἄλλων βελῶν... μῆκος μὲν ἔχοντα ἥμισυ μάλιστα, εὖρος δὲ κατὰ τετραπλάσιον
比较属格(τῶν ἄλλων βελῶν)从属于由宾格分词 ἔχοντα(修饰 ἄτρακτον)所带的补足成分 ἥμισυ 与 κατὰ τετραπλάσιον。μῆκος 和 εὖρος 均为限制(方面)宾格,意为“相比其他箭矢,在长度上约为一半,但在粗细上约为四倍”。
- 5.21.21ὑπτίας τὰς δοκοὺς ἐπὶ τῶν πυλῶν ἀνακλίνουσι
处于谓语位置的宾格形容词 ὑπτίας(“仰卧的”、“向后倾斜的”)修饰动词 ἀνακλίνουσι(“斜靠”)的直接宾语 τὰς δοκούς,表示结果状态。指将木梁向后仰面斜立在城门上,以便从上方将其向前推倒以砸向攻城的敌人。
